<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1:21-41</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1:21-41</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="21"><p rend="indent"><label>21.</label> Παῤῥησίη ἀπὸ γνώμης ἐλευθέρης καὶ ἀληθηΐην ἀσπαζομένης προέρχεται· παρέξεαι δὲ αὐτὴν ἀμώμητον οὐ τῷ πᾶσι καὶ ὡς ἔτυχεν ἐπιτιμᾶν καὶ λοιδορέεσθαι, νομίζων τοῦτο εἶναι τὴν παῤῥησίην· ἀλλ’ εἰ πρὸς οὓς δεῖ καὶ ὑπὲρ τίνων χρὴ καὶ ἐν ᾧ χρὴ μετὰ τοῦ <pb facs="fragmentaphiloso03mulluoft_0027"/> χρησίμου περὶ τῶν παρισταμένων ξὺν νόῳ προσδιαλέγοιο. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="22"><p rend="indent"><label>22.</label> Ἐχθρὸς τἀληθέα εἰπὼν τοῦ προσποιευμένου φίλου πρὸς χάριν εἰπόντος πάντα αἱρετώτερος.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="23"><p rend="indent"><label>23.</label> Ἀνὴρ μεγάλα ἔχων χρήματα ἀποτεθησαυρισμένα, ἔπειτα γνώμῃ τῇ ἑωυτοῦ ἐς μηδὲν τῶν δεόντων οἷός τε ἐὼν αὐτοῖσι χρέεσθαι, ἔοικε τῷ τὰ ἐν τοῖσι δημοσίοισι ἀποκείμενα πεπιστευκότι ἑωυτοῦ εἶναι. Δόξῃ μὲν γὰρ ὁμοίῃ πλουτέουσι· τόπερ δὲ τοῦ κεκτῆσθαί ἐστι οἰκήϊον, τοῦ αὐτοῖσι χρέεσθαι, ἀπεστερέαται ὁμοίως ἀμφότεροι.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="24"><p rend="indent"><label>24.</label> Ἄνδρα χρήματα μεγάλα ἔχοντα ἀποτεθησαυρισμένα, καὶ αὐτοῦ τούτου εἵνεκα ἐπικτώμενον, καὶ ὅκως αἰεί τι τοῖσι παρεοῦσι προσθέῃ πρήγματα μὲν ἔχοντα, μήτε δὲ ἐς ἑωυτὸν μήτε ἐς ἄλλο τι τῶν χρησίμων ἀναλίσκοντα, μήκοτε πλουτέειν ἀποφήναιο, φύλακα δὲ καὶ ποριστὴν εἶναι ἀλλοτρίων χρημάτων, καὶ πόνους ἔχειν αἱρέεσθαι πολλάκις καὶ τοῖσι ἑωυτῷ μηδὲν προσήκουσι ἐπικτώμενον.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="25"><p rend="indent"><label>25.</label> Γνώμης ἀνδρὸς ἀρίστου ἀπόδεξις ἥδε, μὴ ἐπὶ τῷ σιτέεσθαι ἑωυτὸν νομίζειν γεγονέναι, μηδὲ ἐν τούτῳ τὴν ζωὴν ἡγέεσθαι, μούνου δὲ αὐτοῦ τοῦ ζώειν εἵνεκα ἀνθρώποισι τροφὴν νομίζειν εὑρῆσθαι.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="26"><p rend="indent"><label>26.</label> Ἐγκράτεια καὶ σώματι ἀγαθόν· πρὸς γὰρ ὑγιείην αὐτῷ ξυμμάχεται, καὶ σωφροσύνην ἐν ψυχῇ τίκτει. Σωφροσύνη δὲ ἀστασίαστον καὶ εὔδιον, καὶ βίον εἰρηναῖον ψυχῇ παρασκευάζει.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="27"><p rend="indent"><label>27.</label> Ὀργῆς κρατέειν ἄριστον ἐθίζειν ἑωυτόν, μάλιστα μὲν καὶ πρὸς τὸ μὴ εὐπετέως ὑπ’ αὐτῆς ξυγκινέεσθαι· εἰ δὲ μή, ἀλλ’ ὥστε γε πάντως μὴ τὸ καταναγκαζόμενον ὑπ’ αὐτῆς αὐτίκα σε καὶ ἐν τῷ ἀλογίστῳ ἀποπιμπλάναι.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="28"><p rend="indent"><label>28.</label> Πολλοὶ δοκέοντες ἑωυτοὺς φιλέειν οὐ φιλέουσι ἀληθέως· πάντα γοῦν αὐτοῦ τούτου εἵνεκα εἴκοντες ἑωυτοῖς καὶ παρὰ τὸ ἀτρεκὲς χαριζόμενοι αὐτοῖς τοῖς ἐναντιωτάτοις περιπίπτουσι.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="29"><p rend="indent"><label>29.</label> Πολλοὶ βουλόμενοι δοκέειν εἶναι εὐβουλότατοι <pb facs="fragmentaphiloso03mulluoft_0028"/> πρὸς τῶν οἰκειοτάτων καὶ εὖ φρονεόντων ἀναποδιζόμενοι, οὐκ ἀξιεῦσι ἀπὸ τῶν δοξάντων ἅπαξ ἀναχωρέειν, ἀλλ’ ὅκως μὴ ἐλεγχοίατο ὡς ἀπὸ ἡμαρτημένης ἀφιστάμενοι ἐμμένουσι τῇ γνώμῃ, ἐς ὃ δὴ καὶ τοῖσι ἀπ’ αὐτῆς κακοῖσι ἐγκυρήσωσι.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="30"><p rend="indent"><label>30.</label> Οἱ πολλοὶ τοῖσι ἀνθρώποισι τὸ εὐόρκους εἶναι αὐτοῖσι παραινέουσι· ἐγὼ δὲ καὶ τὸ ἀρχὴν μηδ’ εὐπετέως ὀμνύναι ὅσιον ἀποφαίνομαι.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="31"><p rend="indent"><label>31.</label> Φημὶ πάντα τὸν προαίρεσιν τοῦ ἐπιορκῆσαι ἀναδεξάμενον καὶ ἐπορμήσαντα ἐπὶ τὸν ὅρκον, εἰ καὶ μὴ περανέει τὸ ἔργον τῆς ἐπιορκίης τύχῃ τινί, ἢ καὶ τῷ μὴ βουληθῆναι τὸν ἀπαιτέοντα, ὅμως αὐτὸν ἔχειν γνώμην τὴν τοῦ ψευδόρκου, καὶ εἶναι τῆς ἐπὶ τῇ ἐπιορκίῃ ἁμαρτάδος τῆς τ’ ὀφειλομένης ᵈ κατὰ τῶν καὶ ἔργῳ ἐπιορκησάντων ἔνοχον τιμωρίης.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="33"><p rend="indent"><label>33.</label> Σῶμα ἀργίη τήκει, ψυχὴν δ’ ἀμελετησίη ἀσκήσιος τῶν αὐτὴν ἀειρόντων πρὸς τὸ θεοειδέστατον.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="34"><p rend="indent"><label>34.</label> Ἄνθρωποι λόγων κούφων μέγα ὀδόντας ἕρκος ἐκτέαται. Ἀλλὰ γὰρ ἐπὶ παντὶ νόου χρηΐζομεν, ἐπεὶ ἐὰν οὗτος μὴ κατιθύνῃ αὐτὰ τὰ ἔπεα, πρὶν βουλευθῆναι ἐκφεύγει πολλάκις, καὶ κατηλογήσαντα τοσούτου ἕρκεος ἄκριτα προεκθρώσκει.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="35"><p rend="indent"><label>35.</label> Ἀνδρὶ ἀγαθῷ εὖ πρήσσοντι φθονέων τις καὶ πατρίδι καὶ παντὶ τῷ κοινῷ καὶ ἑωυτῷ φθονέει. Ἀνὴρ ἀγαθὸς γὰρ εὖ πρήσσων πόλιος καὶ παντὸς τοῦ δυναμένου τῆς εὐμοιρίης αὐτοῦ μεταλαγχάνειν κοινὴ εὐδαιμονίη.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="36"><p rend="indent"><label>36.</label> Φθόνος ὁ κατὰ τῶν εὐδοκιμεόντων ἐπὶ τοῖσι καλλίστοισι ἀργῶν καὶ ἀπράκτων, τῶν δὲ ἀγαθῶν καὶ οἵων τε τεκέειν τι παρ’ ἑωυτῶν χρηστὸν οὐχ ἅπτεται.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="37"><p rend="indent"><label>37.</label> Ἀνὴρ πολλὰ ἔχων καὶ χρηστὰ μαθήματα, ἔπειτα γνώμῃ πονηρῇ διαχρεόμενος, καὶ μὴ βουλόμενος τοῖσι μεταποιευμένοισι ὑπὸ φθόνου μεταδιδόναι, ἔοικε ἀγγείῳ πονηρῷ, πολλὰ καὶ χρηστὰ ἔχοντι ἐν <pb facs="fragmentaphiloso03mulluoft_0029"/> ἑωυτῷ ἀποκείμενα, καὶ τὰ ἐνεόντα πρὶν φανῆναι διαφθείροντι.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="38"><p rend="indent"><label>38.</label> Πατράσι παῖδας ἐπιζώειν εὐτυχές, καὶ χρὴ τοῦτο παρὰ τῆς τύχης αἰτέειν καὶ τοὺς μετὰ ταῦτα διαδεξομένους, καὶ ὅκως καὶ αὐτέων ἕκαστοι τάξι τῇ εἰρημένῃ τοὺς πρὸ ἑωυτῶν διαδεχοίατο. Κοινὴ δὲ εὐχὴ δικαιοτάτη αὕτη ἂν παρὰ πάντων φυλαχθείη ἐπὶ τῇ διαμονῇ τοῦ μεγίστου, τὴν ὑποδεχομένην ἑκάστοτε καὶ ἐκτρέφουσαν πάντας πατρίδα καὶ δοῦσαν τοὺς προηγησαμένους, αὐτήν τε καὶ θεῶν τῶν ἐγχωρίων τὰς κατεστεώσας τιμὰς τῷ πλεῦνι αἰεὶ ὑπερβάλλειν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="39"><p rend="indent"><label>39.</label> Πλοῦτος ἐν πόλι τῇ μελλούσῃ εὐδαιμονέειν ἀρετῆς μήκοτε προτιμηθείη, ὅκως μὴ διὰ τοῦτο ἐς τὴν ἐκείνου ἐπιθυμίην πάντων συῤῥεόντων ὀλιγωρίη καὶ ἀνασκησίη ἀρετῆς ψυχῇσι τῶν κατὰ τὴν πόλιν ἐμφυῇ. Ἀρετῆς γὰρ ἀτιμαζομένης, πλοῦτος μοῦνος σπουδαζόμενος καὶ ἐνδυναστεύσας ὕβριός τε καὶ ὑπερηφανίης ὑπηρέτης καὶ πάντων κακῶν τὰ ὑπ’ ἐξουσίης τε καὶ τοῦ ἀνεπιπλήκτου τῆς ἀπεστεώσης ἀρετῆς οὐδεὶς ἀνακαλέσεται, χορηγὸς γίνεται. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="40"><p rend="indent"><label>40.</label> Ἂρχουσι ἡ ὀφειλομένη αἰδὼς καὶ τιμὴ φυλασσομένη κόσμον σώζει πόλιος καὶ διατηρέει.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg2640.tlg001.1st1K-grc1" n="41"><p rend="indent"><label>41.</label> Τὸν τοῖσι ἄλλοισι ἐπιστατεύοντα καὶ ἐπιτάσσοντα χρὴ οὐ τῇ ἐξουσίῃ μούνῃ τοῦ ἐπιστατεύειν τε καὶ ἐπιτάσσειν, ἀλλ’ ἀξίῃ καὶ γνώμῃ προέχειν τῶν ἐπιτασσομένων.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>