<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1:9-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1:9-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="9"><head rend="center">ΠΕΡΙ ΕΠΙΔΙΟΡΘΩΣΕΩΣ.</head><p rend="indent">Ἐπιδιόρθωσις δέ ἐστιν ὅταν τὸ εἰρημένον ὡς ἐνδεέστερον διορθούμενος ἄλλο ἐπενέγκῃ. <quote rend="expand">ταύτης τοίνυν τῆς οὕτως αἰσχρᾶς καὶ περιβοήτου συστάσεως καὶ κακίας, μᾶλλον δὲ προδοσίας. καὶ πάλιν πρὸς τὸν Αἰσχίνην, ὀψὲ γάρ ποτε· ὀψὲ λέγω; χθὲς μὲν οὖν καὶ πρώην ἅμα Ἀθηναῖος καὶ ῥήτωρ γέγονε.</quote></p></div><div type="textpart" subtype="section" n="10"><head rend="center">ΠΕΡΙ ΑΠΟΣΙΩΠΗΣΕΩΣ.</head><p rend="indent">Ἀποσιώπησις δέ ἐστιν ὅταν μέλλων λέγειν πρᾶγμα αὐτὸ μὲν ἀποσιωπήσῃ, τὴν δὲ ὑπόνοιαν αὐτοῦ καταλίπῃ, <quote rend="expand">ἀλλ᾽ ἐγὼ μέν, οὐ βούλομαι δὲ οὐδὲν δυσχερὲς εἰπεῖν ἀρχόμενος τοῦ λόγου· οὗτος δὲ ἐκ περιουσίας μου κατηγορεῖ.</quote> καὶ πάλιν  <pb facs="219219004_0105"/> πρὸς τὸν Χαρίδημον, <quote rend="expand">ᾧ μήτηρ μὲν οὐκ ἐρῶ τίς ἢ πόθεν· οὐδὲν γὰρ δεῖ πλείω τῶν ἀναγκαίων αὐτὸν ἐξετάζεσθαι·</quote> οὐδὲν γὰρ ἂν εἶπε τοιοῦτον οἷον τῇ ὑπονοίᾳ παρέδωκεν.</p></div><div type="textpart" subtype="section" n="11"><head rend="center">ΠΕΡΙ ΗΘΟΠΟΙΙΑΣ.</head><p rend="indent">Ἠθοποιΐα δέ ἐστιν ὅταν φεύγοντες τὸ προσκρουστικὸν τῶν ἐπιτιμήσεων ὡς ὑφ᾽ ἑτέρων προσώπων γινομένας εἰσάγωμεν, ὁποῖόν ἐστι τὸ παρὰ τῷ Δημοσθένει· <quote rend="expand">φέρε γάρ, πρὸς Διός, εἰ λόγον ὑμᾶς ἀπαιτήσειαν οἱ Ἕλληνες ὧν νυνὶ παρήκατε καιρῶν διὰ ῥᾳθυμίαν. καὶ πάλιν, εἶτ᾽, ὦ πάντων τῶν ἀνθρώπων φαυλότατοι.</quote> πικρῶς γὰρ καθικνεῖται τῶν Ἀθηναίων διὰ τοῦ προσώπου τῶν Ἑλλήνων. κἀκεῖνα δὲ ἠθοποιΐας τὰ ἠθικὰ σχήματα, <quote rend="expand">τόδε ἔδει εἰπεῖν καὶ τόδε ἔδει ποιῆσαι,</quote> ὅπερ πεποίηκεν Αἰσχίνης ἐπὶ τῷ Δημοσθένει εἰπών, <quote rend="expand">ὃν ἐχρῆν, εἰ καὶ μανεὶς ὁ δῆμος ἢ τῶν καθεστηκότων ἐπιλελησμένος, ἐπὶ τοιαύτης ἀκαιρίας ἐβούλετο στεφανοῦν αὐτόν, παρελθόντα εἰς τὴν ἐκκλησίαν εἰπεῖν· ἄνδρες Ἀθηναῖοι, τὸν μὲν στέφανον δέχομαι, τὸν δὲ καιρὸν ἀποδοκιμάζω, ἐν ᾧ τὸ κήρυγμα γίνεται.</quote> τοῦτο γὰρ τὸ νόημα ἐνὸν ἀπὸ τοῦ ἰδίου προσώπου εἰπεῖν, περιέθηκε τῷ ἀντιδίκῳ. καὶ Ὀδυσσεὺς παρ᾽ Ὁμήρῳ βουλόμενος τοῖς Ἀχαιοῖς εἰπεῖν ὅτι οὐ φυλάττουσι τὰς ὑποσχέσεις ἃς ὑπέσχοντο τῷ Ἀγαμέμνονι, πρὸς αὐτὸν ἀποστρέφει τὸν λόγον, 
<lb/><quote rend="blockquote">Ἀτρείδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ 
<lb/>πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν· 
<lb/>οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥνπερ ὑπέσταν, 
<lb/>Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι.</quote> 
<lb/><pb facs="219219004_0106"/> τοῦτο γὰρ ποιήσας προσέκρουσε μὲν οὐδαμῶς τοῖς Ἀχαιοῖς, ἐλεεινὸν δὲ ἀποφαίνει τὸν ὑπ᾽ αὐτῶν ἐγκαταλειφοθέντα, καὶ διὰ τῶν πρὸς τοῦτον λόγων ἐκείνοις ἐπέπληξεν.</p></div><div type="textpart" subtype="section" n="12"><head rend="center">ΠΕΡΙ ΠΡΟΣΩΠΟΥ ΥΠΟΒΟΛΗΣ.</head><p rend="indent">Προσώπου δὲ ὑποβολή ἐστιν ὅταν θέλων τι εἰπεῖν πρὸς τὸ ἀνεκτότερον ἄλλῳ προσώπῳ τὸν λόγον περιθῇ, οἷον ἐν τοῖς Φιλιππικοῖς, <quote rend="expand">ὡς δ᾽ ἐγώ ποτε τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, οὐδένων εἰσὶ βελτίους.</quote> πιστοῦται γὰρ ὡς παρ᾽ εἰδότος ἀκούσας τὰ λεγόμενα. μίγνυσι δὲ πολλαχοῦ τήν τε ἠθοποιΐαν καὶ τὴν τοῦ προσώπου ὑποβολήν, ὅταν ἑτέρῳ προσώπῳ περιβάλῃ λόγον. βουλόμενος γὰρ ἐπιτιμῆσαι τοῖς Ἀθηναίοις ὡς εἰς ῥᾳθυμίαν ἐκκλίνασιν, οὐκ ἀφ᾽ ἑαυτοῦ εἶπεν, ἀλλὰ τοῖς Ἕλλησι περιέθηκε τὸν λόγον, <quote rend="expand">ἐὰν οὖν οἱ Ἕλληνες πέμπωσι πρὸς ὑμᾶς καὶ λέγωσι, πέμπετε, ὦ Ἀθηναῖοι, πρὸς ἡμᾶς ἑκάστοτε πρέσβεις λέέγοντας ὡς ἐπιβουλεύει Φίλιππος ἡμῖν καὶ πᾶσι τοῖς Ἕλλησι,</quote> καὶ τὰ ἑξῆς. καὶ πάλιν ἐν τῷ πρὸς Λεπτίνην, <quote rend="expand">ἂν δὲ δὴ πέμψας ὡς ἡμᾶς Αεύκων ἐρωτᾷ, τί ἔχοντες ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῇρησθε, τί, πρὸς θεῶν, ἐροῦμεν ἡμεῖς;</quote> ἐν γὰρ τούτῳ τῷ λόγῳ λίαν ἰσχυρότερον <del>τὸν τρόπον</del> ἐκ τοῦ προσώπου τῶν λεγόντων πεποίηκεν.</p></div><div type="textpart" subtype="section" n="13"><head rend="center">ΠΕΡΙ ΠΥΣΜΑΤΙΚΟΥ.</head><p rend="indent">Τὸ πυσματικὸν σχῆμα ἔργα μὲν ἔχει τέσσαρα, προσοχήν, σαφήνειαν, ἐνάργειαν, ἔλεγχον. προσοχὴ  <pb facs="219219004_0107"/> μὲν οὖν ἐστίν, οἷον <quote rend="expand">διὰ τί;</quote> καὶ πάλιν, <quote rend="expand">τίνος οὕνεκα ταῦτα λέγω;</quote> ἐπιστρέφει γὰρ τούς ἀκούοντας ἡ τοιαύτη ἐρώτησις. σαφήνεια δὲ οὕτως, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους, <quote rend="expand">ὁ μὲν τὸν νόμον τιθείς, οὕτως· ὁ δὲ τὸ ψήφισμα γράφων, πῶς;</quote> καὶ πάλιν, <quote rend="expand">ποῦ τοῦτο δηλοῖ; ἔν τε τῷ προτέρῳ νόμῳ καὶ ἐν τούτῳ.</quote> καὶ πάλιν, <quote rend="expand">ἀλλὰ πῶς; ὡς ἐν τῷ ἄξονι εἴρηται, φησί.</quote> ᾔδει γὰρ τὴν τῶν νόμων ἐξέτασιν φύσει δυσπαρακολούθητον οὖσαν, σαφήνειαν δὲ <del>τὸ</del> δοῦναι τὸ σχῆμα δυνάμενον. ἐνάργεια δέ ἐστι τὸ τοιοῦτον, <quote rend="expand">πῶς ἂν ὠμότερος συκοφάντης γένοιτο;</quote> καὶ πάλιν, <quote rend="expand">καὶ τίς ἂν γένοιτο ἀναιδείας ὑπερβολή;</quote> ἔλεγχος δέ ἐστι τὸ τοιοῦτον, ὅταν λέγῃ τί πράττειν ἔδει καὶ ποιεῖν τὴν πόλιν· καὶ πάλιν, τῆς ποίας μερίδος γενέσθαι τὴν πόλιν ἐβούλετ᾽ ἄν· καὶ τρίτον εἰς τὸ αὐτό, <quote rend="expand">τί τὴν πόλιν, Αἰσχίνη, προσῆκε ποιεῖν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν αὑτῷ κατασκευαζόμενον Φίλιππον;</quote> καὶ τέταρτον, <quote rend="expand">ἤδη γάρ σε ἐρωτῶ, πάντα τὰ ἄλλα ἀφείς.</quote> καὶ πάλιν, <quote rend="expand">πότερον πάντα ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ διέλυε τὴν εἰρήνην, ἢ οὔ; καὶ πότερον φανῆναί τινα τῶν Ἑλλήνων τὸν ταῦτα κωλύσοντα ποιεῖν αὐτὸν ἐχρῆν, ἢ μή;</quote> οὐδὲ γὰρ ἀνενεγκεῖν τῷ ἀντιδίκῳ συνεχώρησεν, ἀλλὰ τῷ συνεχεῖ τῆς ἐρωτήσεως τὸ ἄπορον τῆς ἀποκρίσεως ἐξελέγχει.</p></div><div type="textpart" subtype="section" n="14"><head rend="center">ΠΕΡΙ ΕΜΦΑΣΕΩΣ.</head><p rend="indent">Ἔμφασις δέ ἐστιν ὅταν μὴ αὐτό τις λέγῃ τὸ πρᾶγμα, ἀλλὰ δι᾽ ἑτέρων ἐμφαίνῃ, οἷον <quote rend="expand">τί τὸ κωλῦον αὐτὸν ἔσται βαδίζειν ὅποι βούλεται;</quote> ἐμφαίνει γὰρ ὅτι κωλύειν αὐτὸν οὐδενὸς βουλομένου τῆς Ἀττικῆς <pb facs="219219004_0108"/>  ἐπιβῆναι δυνήσεται. καὶ πάλιν Ἀπολλόδωρος, <quote rend="expand">ἐγὼ γὰρ ὁμομήτριον ἀδελφὸν ἐμαυτοῦ Πασικλέα νομίζω, ὁμοπάτριον δὲ οὐκ οἶδα.</quote> οὔτε γὰρ ἀνειμένην βλασφημίαν ἔχει τὸ εἰρημένον, καὶ ἀκριβῶς τῇ ἐμφάσει πρεσβυτέρα μοιχεία δέδεικται.</p></div><div type="textpart" subtype="section" n="15"><head rend="center">ΠΕΡΙ ΑΝΤΙΚΕΙΜΕΝΟΥ.</head><p rend="indent">Ἀπὸ τοῦ ἀντικειμένου ἐστὶν ὅταν μὴ περὶ τοῦ προκειμένου τι εἴπῃ, ἀλλὰ τὸ ἀντικείμενον ἐφ᾽ ἑτέρου προσώπου, δι᾽ ἐκείνου τοῦτο σημαίνων, καὶ παρέοικε τῇ ἐμφάσει τοῦτο. βουλόμενος γὰρ πάλιν εἰπεῖν ἃ ὁ Μειδίας ἔπραττεν ἀπὸ τοῦ ἀντικειμένου αὐτὰ ἐπὶ τὸν Ἰφικράτην εἶπεν, <quote rend="expand">οὐκ ἐβάδιζεν ἐπὶ τὰς τῶν χρυσοχόων οἰκίας νύκτωρ, οὐδὲ κατερρήγνυε τὰ παρεσκευασμένα ἱμάτια εἰς τὴν ἑορτήν, οὐδὲ διέφθειρε διδάσκαλον, οὐδὲ χορὸν μανθάνειν ἐκώλυε.</quote> ταῦτα γὰρ ἀπὸ τοῦ ἀντικειμένου κατὰ τοῦ Μειδίου λέγει. καὶ πάλιν, <quote rend="expand">οὐκ ἐπὶ μὲν τοῖς ἑτέρων ἀγαθοῖς φαιδρὸς ἐγὼ καὶ γεγηθὼς κατὰ τὴν ἀγορὰν περιέρχομαι.</quote> τοῦτο γάρ που λέγει ὅτι οὗτοι τοιαῦτα πράττουσι.</p></div><div type="textpart" subtype="section" n="16"><head rend="center">ΠΕΡΙ ΤΟΥ ΠΑΡΑ ΠΡΟΣΔΟΚΙΑΝ.</head><p rend="indent">Παρὰ προσδοκίαν δέ ἐστιν, ὅταν, ἄλλο τοῦ ἀκροατοῦ προσδεχομένου, ἄλλα μετά τινος χάριτος ἐπενέγκῃ, οἷον <quote rend="expand">τὰ μέντοι Φιλίππου εὐεργετήματα τοιαῦτα ἔσται· οὔτε τὰ ὑμέτερα ὑμῖν αὐτοῖς ἀποδώσει, οὔτε ἐν τῇ οἰκουμένῃ αἱ τιμαὶ ἔσονται.</quote></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>