<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1:33-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1:33-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="33"><p rend="indent">Παρίσωσις δὲ γίνεται μὲν καὶ κατὰ τὴν ἀρχήν, οἷον <quote rend="expand">ὅτε τοίνυν τοῦθ᾽ οὕτως ἔχει, προσήκει προθύμως,</quote> καὶ κατὰ τὸ τέλος, <quote rend="expand">ἐθέλειν ἀκούειν.</quote> κάλλος δὲ τὸ σχῆμα ἐργάζεται, ἐάν τις αὐτῷ ἀνεπαχθῶς χρῆται. τῶν δὲ παρισώσεων τὸ μέν <del>τι</del> ἐστὶν ὁμοιόπτωτον, τὸ δὲ ὁμοιοτέλευτον. καὶ ὁμοιοτέλευτον μέν, οἷον τὸ Ἰσοκράτειον, <del>οἷον</del> <quote rend="expand">καὶ τοῦ μὲν ἐπίπονον καὶ ἐπικίνδυνον τὸν βίον ἐποίησε, τῆς δὲ περί <pb facs="219219004_0117"/> βλεπτον καὶ περιμάχητον τὴν φύσιν κατέστησεν.</quote> τὸ γὰρ <quote rend="expand">ἐποίησε</quote> καὶ <quote rend="expand">κατέστησεν</quote> ἰσοσύλλαβόν ἐστι καὶ ὅμοιον τῷ τόνῳ· καὶ τὸ παρ᾽ Αἰσχίνῃ, <quote rend="expand">καὶ οὐ τὸ δυστύχημα ὀνειδίζω, τὸν δὲ τρόπον ἐξετάζω.</quote> ἐν γὰρ τούτοις μόνοις ὁμοία ἡ τελευτὴ γέγονεν. ὅταν δὲ εἰς ὄνομα λήγωσιν αἱ περίοδοι ἢ τὰ κῶλα, τὰ δ᾽ ὀνόματα ἔχῃ τὰς πτώσεις ὁμοίας, τότε ὁμοιόπτωτον λέγεται, οἷον τὸ Ἰσοκράτειον, <quote rend="expand">ἴσως ὑπὸ μὲν Ἀθηναίων καὶ Λακεδαιμονίων στρατηγουμένης, ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀθροιζομένης, ἐπὶ δὲ τὴν τῶν βαρβάρων πονηρίαν πορευομένης.</quote></p></div><div type="textpart" subtype="section" n="34"><p rend="indent">Πλεονασμὸς δέ ἐστι· <quote rend="expand">τί δεῖ πράττειν καὶ ποιεῖν τὴν πόλιν;</quote> ἐνέργειαν τὸ σχῆμα ἔχει ἐν τῷ πυσματικῷ τιθεμένην. συνωνυμίαν ὀνομάζει τὸ σχῆμα Καικίλιος ὅταν κατὰ τοῦ αὐτοῦ πράγματος ἢ κατὰ τοῦ προκειμένου δύο λέξεις γενηθῶσι· τοῦτο δὲ πλεονασμὸν ὀνομάζει Ἀψίνης, <quote rend="expand">τότε δὴ καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον·</quote> θάτερον γὰρ τούτων εἰπεῖν ἐξήρκει. καὶ ὁ Δημοσθένης, <quote rend="expand">ἐφοβήθης ἄν . . . . αν οὐδεὶς ἥψατο.</quote> καὶ πάλιν ἐν τοῖς Φιλιππικοῖς, <quote rend="expand">καὶ γινώσκεται μὲν ὑπὸ τῶν Κορινθίων καὶ παρ᾽ Ὀλυνθίοις πρότερον, οὐκ ἀγνοεῖται ὑπὸ Θετταλῶν.</quote> κατὰ γὰρ τοῦ αὐτοῦ πράγματος τὰ αὐτὰ σημαινόμενα τέθειται.</p></div><div type="textpart" subtype="section" n="35"><p rend="indent">Περίφρασις δ᾽ ἔστιν ὅταν τῆς ἁπλῆς καὶ εὐθείας γινομένης ἑρμηνείας εὐτελοῦς οὔσης, μεταβαλόντες κόσμου ἕνεκα ἢ πάθους ἢ μεγαλοπρεπείας ἄλλοις ὀνόμασι καὶ πλείοσι τῶν κυρίων καὶ ἀναγκαίων τὸ πρᾶγμα ἑρμηνεύσωμεν, οἷόν ἐστι τὸ Δημοσθενικόν, <quote rend="expand">ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς τῇ Μειδίου.</quote> τὸ γὰρ ἁπλοῦν ἦν  <pb facs="219219004_0118"/> ἠτίμωται ὑπὸ Μειδίου, τὸ δὲ <quote rend="expand">τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως</quote> παρείληπται πάθους ἕνεκα καὶ ἀξιώματος. ταῖς δὲ περιφράσεσι σπανίως χρῶνται οἱ πολιτικοί, πλεονάζει δὲ ἐν αὐταῖς ὁ Θουκυδίδης καὶ ὁ DΠλάτων καὶ οἱ ποιηταί, οἷον παρὰ μὲν Ὁμήρῳ <quote rend="expand">βίη Ἡραἀκλείῃ,</quote> ἀντὶ τοῦ Ἡρακλέος, καὶ <quote rend="expand">ἱερὴ ἲς Τηλεμάάχοιο,</quote> ἀντὶ τοῦ Τηλέμαχος· παρὰ δὲ Πλάτωνι, <quote rend="expand">ὦ παῖ Κλεινίου,</quote> ἀντὶ τοῦ Ἀλκιβιάδη· παρὰ δὲ Θουκυδίδῃ, <quote rend="expand">καὶ οἱ μὲν ὕπνον ᾑροῦντο,</quote> ἀντὶ τοῦ ἐκάθευδον· παρὰ δὲ Ἡροδότῳ, <quote rend="expand">ἐνέσκηψεν ἡ θεὸς θήλειαν νόσον,</quote> ἀντὶ τοῦ ἐποίησεν ἀνδρογύνους ἢ κατεαγότας.</p></div><div type="textpart" subtype="section" n="36"><p rend="indent">Συζυγία δ᾽ ἔστιν ὅταν δύο προθέσεις ἀντικείμεναι ἀλλήλαις ἑκατέρα τὸ προσῆκον ἐπενέγκῃ, οἷον <quote rend="expand">ὁ δῆμος ὁ τῶν Ὠρειτῶν ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τούς δ᾽ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δ᾽ ἐπιτήδειον ταῦτα παθεῖν ἔφασαν.</quote> καὶ πάλιν, <quote rend="expand">τὸ τοίνυν ψήφισμα τουτί, τῷ μὲν ἡγουμένῳ τῶν Κερσοβλέπτου πραγμάτων ἀσφάἁλείαν διδόν, τοῖς δὲ τῶν ἑτέρων βασιλέων στρατηγοῖς φόβον καὶ δέος μή τινα αἰτίαν σχῶσι παριστάν, τοὺς μὲν ἀσθενεῖς, τὸν δὲ ἰσχυρὸν καθίστησιν.</quote> οὐ γὰρ ἑκάτερον κατέλυσε καθ᾽ αὑτό, ἀλλὰ δι᾽ ἀμφοτέρων ὁ λόγος κεχώρηκε. κάλλος δὲ τὸ σχῆμα ἐργάζεται.</p></div><div type="textpart" subtype="section" n="37"><p rend="indent">Τὸ δὲ ἀπὸ κοινοῦ οὕτως· <quote rend="expand">καὶ τῷ μὲν Εὐβαίῳ τῷ τὸν Βοιωτὸν ἀποκτείναντι πολλὴν συγγνώμην ἔχω· δοκοῦσι δέ μοι καὶ τῶν δικασάντων τότε πολλοί.</quote> ἀπὸ κοινοῦ συγγνώμην ἔχειν. εὐειδὲς τὸ σχῆμα.</p></div><div type="textpart" subtype="section" n="38"><p rend="indent">Μεταβολὴ δ᾽ ἔστιν ὅταν μὴ τὰς πτώσεις μόνον ἀλλὰ καὶ τὰ ῥήματα μεταβάλλῃ, οἷον <quote rend="expand">τίς γὰρ συμμαχία  <pb facs="219219004_0119"/> σοῦ πράξαντος γέγονε τῇ πόλει; ποῖαι τριήρεις; ποῖοι νεώσοικοι; τίς ἐπισκευὴ τειχῶν; ποῖον ἱππικόν;</quote> καὶ τοῦτο δὲ ὁμοίως γοργὸν καὶ εὐειδὲς τὸ σχῆμα.</p></div><div type="textpart" subtype="section" n="39"><p rend="indent">Ὑποφορὰ δέ ἐστιν ὅταν μὴ ἑξῆς προβαίνῃ ὁ λόγος, ἀλλ᾽ ὑποθείς τι ἢ ὡς παρὰ τοῦ ἀντιδίκου ἢ ὡς ἐκ τοῦ πράγματος ἀποκρίνηται πρὸς αὑτόν, ὥσπερ δύο ἀντιλεγόμενα πρόσωπα μιμούμενος, οἷον <quote rend="expand">ἐγὼ τοίνυν λογίζομαι τίνων ὁ Φίλιππος πρῶτον γέγονε κύριος μετὰ τὴν εἰρήνην; Πυλῶν καὶ τῶν ἐν Φωκεῦσι πραγμάτων. τί οὖν; πῶς τούτοις ἐχρήσατο; ἃ Θηβαίοις συμφέρει, καὶ οὐχ ἃ τῇ πόλει, προείλετο πράττειν. τί δήποτ᾽ <del>ἄν</del>; ὅτι πρὸς πλεονεξίαν, οἶμαι, καὶ τὸ πάντα ὑφ᾽ ἑαυτῷ ποιήσασθαι.</quote> . . καὶ πάλιν, <quote rend="expand">τί ποιήσομεν, ἐὰν ἐπὶ Χερρόνησον; ἐπικρινοῦμεν Διοπείὕηννὴ Δία. καὶ τί τὰ πράγματα ἔσται βελτίω; ἀλλ᾽ ἐνθένδε βοηθήσωμεν αὐτοῖς; ἂν δὲ ὑπὸ τῶν πνευμάτων μὴ δυνώμεθα; ἀλλὰ μὰ Δία οὐχ ἥξει. καὶ τίς ἐγγυητής ἐστι τούτου;</quote> ἔχει δὲ τὸ σχῆμα καὶ κάλλος καὶ ἐνέργειαν. καὶ ὅταν εἴπῃ, <quote rend="expand">ἐπέδωκα; ἐπαινοῦμαι, οὐ, μὰ Δία, οὐκ ὤν, ὧν ἐπέδωκα, ὑπεύθυνος. ἦρχον; καὶ δέδωκά γε εὐθύνας ἐκείνων, οὐχ ὧν ἐπέδωκα. νὴ Δία, ἀλλ᾽ ἀδίκως, φησίν, ἦρξας. εἶτα παρὼν ὅτε με εἰσήγαγον οἱ λογισταί, οὐ κατηγόρεις;</quote></p></div><div type="textpart" subtype="section" n="40"><p rend="indent">Ἀσύνδετον δέ ἐστιν, ᾧ πολλαχοῦ χρῆται ὁ Δημοσθένης, κατ᾽ ὄνομα καὶ κατὰ κῶλον καὶ ἐν τόπῳ. κατ᾽ ὄνομα μέν, <quote rend="expand">Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόνησον·</quote> ἐξ ὧν πλήθους ἔμφασις γίνεται. κατὰ κῶλον, <quote rend="expand">ἴσασιν Εὐαίωνα πολλοί, τὸν Λαοδάμαντος <pb facs="219219004_0120"/> ἀδελφόν·</quote> εὐειδὲς τὸ τοιοῦτο. κατὰ κόμμα δέ, <quote rend="expand">ὅταν ἐπὶ κόρρης, ὅταν κονδύλοις, ταῦτα κινεῖ, ταῦτα ἐξίστησι.</quote> ταῦτα δείνωσιν ἔχει καὶ ἐνέργειαν. καὶ τοῦτο ἀσυνδέτως· <quote rend="expand">πολλὰ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι, ἃ τότε εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο· πολλὰ ἂν Ὠρεῖται, πολλὰ Φωκεῖς.</quote> καὶ πάλιν προθεὶς <quote rend="expand">ἀλλὰ τί τοῦτο ὄφελος τῇ πόλει;</quote> <del>πάλιν</del> ἐπήγαγεν εἰς τὸ ἀσύνδετον, <quote rend="expand">ἕως ἂν σώζηται τὸ σκάφος, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντα ἄνδρα ἐφεξῆς προθύμους εἶναι.</quote> λαμπρότητα δὲ καὶ φαντασίαν τοῦτο τὸ σχῆμα παρέχεται ἄνευ συνδέσμων ἐλευθέρᾳ φωνῇ τοῦ λόγου προϊόντος ταῖς τῶν τόπων ἐμβολαῖς. τῷ σχήματι κέχρηται ἢ κατ᾽ ὄνομα εἰς πλῆθος, ἢ κατὰ κῶλον εἰς κάλλος, ἢ κατὰ κόμμα εἰς ἐνέργειαν, ἢ κατὰ τόπους εἰς λαμπρότητα. κἀκεῖνο ἀσύνδετον, <quote rend="expand">ὁρῶ δὲ αὐτὸν τὸν Φίλιππον, πρὸς ὃν ἡμῖν ὁ ἀγών, τὸν ὀφθαλμὸν ἐκκεκομμένον, τὴν δὲ κλεῖν κατεαγότα, τὴν δὲ χεῖρα καὶ τὸ σκέλος πεπηρωμένον.</quote></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>