<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1:25-32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1:25-32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="25"><p rend="indent">Ἀναστροφὴ δέ ἐστι τὸ αὐτὸ καὶ ἐπαναδίπλωσις, ὅταν, ἔνθα πέπαυται τὸ πρῶτον κῶλον, ἐκεῖθεν ἄρχηται τὸ δεύτερον, οἷον <quote rend="expand">οὐ γὰρ δὴ Κτησιφῶντα μὲν δύναται διώκειν δι᾽ ἐμέ, ἐμὲ δέ, εἴπερ ἐξελέγχειν ἐνόμιζεν, αὐτὸν οὐκ ἂν ἐγράψατο. καὶ πάλιν, δῆλον γὰρ ὡς προκεχειρισμένων καὶ ἑτοίμων ὄντων τῶν ἀγαθῶν, ἐμέλλομεν ὑπ᾽ ἐκείνου, τῆς εἰρήνης γινομένης· γινομένης δὲ τῆς εἰρήνης . . . .</quote> κάλλος τὸ σχῆμα ἐργάζεται. ἀναστροφὴ δὲ ἄλλη ἐστίν, ὅταν τὰ ὀνόματα μετὰ τῶν ὀνομάτων αὐτὰ ἀναστρέφηται. <quote rend="expand">οὐ γὰρ Αἰσχίνης διὰ τὴν εἰρήνην κρίνεται, οὔ· ἀλλ᾽ ἡ εἰρήνη δι᾽ Αἰσχίνην διαβέβληται.</quote> καὶ πάλιν, <quote rend="expand">ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι</quote> * * πάντα γὰρ εἰς ταὐτὰ ἀναστρέφεται.</p></div><div type="textpart" subtype="section" n="26"><p rend="indent">Ἐπανάληψις δέ ἐστιν ὅταν τὸ αὐτὸ ὄνομα δὶς ἐν τῷ αὐτῷ κώλῳ ᾖ, ἢ τῇ αὐτῇ περιόδῳ κατὰ τοῦ αὐτοῦ σημείου τεταγμένον, οἷον <quote rend="expand">οὐ μόνον κρίνετε τούτους τήμερον, οὔ.</quote> καὶ πάλιν, <quote rend="expand">καίτοι φιλίαν καὶ ξενίαν αὐτὴν ὀνομάζει, καὶ νῦν εἶπέ  <pb facs="219219004_0113"/> που λέγων, ὁ τὴν Ἀλεξάνδρου ξενίαν ὀνειδίζων ἐμοί. ἐγώ σοι φιλίαν Ἀλεξάνδρου; οὔτε Φιλίππου ξένον, οὔτε Ἀλεξάνδρου φίλον εἴποιμ᾽ ἂν ἐγώ σε.</quote> ἐνέργειαν τὸ σχῆμα ἐργάζεται, τὴν μέντοι ἐπανάληψιν παλιλλογίαν Καικίλιος ὀνομάζει, οἷον <quote rend="expand">μιαρόν, μιαρὸν τὸ θηρίον</quote> καὶ <quote rend="expand">πονηρόν, πονηρὸν ὁ συκοφάντης,</quote> καὶ <quote rend="expand">ὦ τέκνα, τέκνα,</quote> καὶ <quote rend="expand">ὦ γάμοι, γάμοι.</quote> καὶ ὁ Δημοσθένης, <quote rend="expand">ἀλλ᾽ οὐκ ἔστιν, οὐκ ἔστιν ὅπως ἡμάρτετε, τὸν ὑπὲρ τῆς ἐλευθερίας κίνδυνον ἀράμενοι.</quote> οἱ μὲν οὖν πολιτικοὶ κατ᾽ ἀρχὰς χρῶνται ταῖς ἀναλήψεσι καὶ τῇ παλιλλογίᾳ, Ὅμηρος δὲ καὶ ἐπὶ τέλει ἐχρήσατο εἰπών, 
<lb/><quote rend="blockquote">τοῦ δ᾽ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, 
<lb/>εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ᾽ αἴθωνι σιδήρῳ.</quote> 
<lb/>ἐπήνεγκε γὰρ τοῦτο.</p></div><div type="textpart" subtype="section" n="27"><p rend="indent">Παρονομασία δ᾽ ἔστιν ὅταν, προειρημένου τοῦ κυρίου, παρονομάσῃ τις αὐτοῦ τὴν μεταφοράν, οἷον <quote rend="expand">ἂν δ᾽ ἀναλώσας λάθῃ, συνανάλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν,</quote> καὶ πάλιν, <quote rend="expand">εἰ μὴ τοὺς τὰ μηχανήματα ἐπιστήσοντας εἰρήνην ἄγειν φήσετε,</quote> εἶτα ἐπήγαγεν, <quote rend="expand">εἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα.</quote> τοῦτο μὲν οὖν τὸ σχῆμα τῆς ὀνομασίας βαρύτερόν τε καὶ λαμπρότερόν ἐστι, τὸ δ᾽ ἄλλο εἶδος χαριέστερον, ὃ παρὰ γράμμα γίνεται, ὡς ἐκεῖνο τὸ ἐπὶ τοῦ Διοπείθους, <quote rend="expand">μέλλει πολιορκεῖν, τούς Ἕλληνας ἐκδίδωσι· μέλει γάρ τινι τούτων τῶν τὴν Ἀσίαν οἰκούντων, Ἑλλήνων λέγω.</quote> κἀκεῖνο δὲ παρονομασία τὸ παρὰ τῷ Θυκυδίδῃ, <quote rend="expand">ἀλλ᾽ ἢ τούτους μεταπέμπειν δέον, ἢ ἄλλην μὴ ἐλάττω στρατιὰν ἐπιπέμπειν,</quote> καὶ πάλιν, <quote rend="expand">τί ἄλλο ἐβούλευσαν <pb facs="219219004_0114"/> οὗτοι, καὶ οὐκ ἀπέστησαν;</quote> καὶ παρὰ Δημοσθένει, <quote rend="expand">σύλλογοι καὶ λόγοι παντοδαποί,</quote> καὶ πάλιν, <quote rend="expand">πρῶτον μὲν Ἀμφίπολιν, πόλιν ὑμετέραν.</quote> δοκεῖ δὲ τοῦτο τὸ τῆς παρονομασίας κάλλος ἐργάζεσθαι.</p></div><div type="textpart" subtype="section" n="28"><p rend="indent">Κλῖμαξ δέ ἐστιν ὅταν, εἰς πολλὰ κῶλα ἑνὸς ἐνθυμήματος διαιρουμένου, ἕκαστον κῶλον ἄρχηται ἀπὸ τοῦ ἐν τῷ προηγουμένῳ κώλῳ τελευταίου. μετενήνεκται δὲ τὸ ὄνομα ἀπὸ τῶν ἀναβαινόντων τὰς κλίμακας· ὥσπερ γὰρ ἐκείνοις τὰ τελευταῖα πρῶτα γίνεται κατὰ τὴν τῶν ποδῶν μετάθεσιν, οὕτω καὶ ἐν τῷ σχήματι τούτῳ τὰ τῶν πρώτων κώλων τελευταῖα τῶν ἐπιφερομένων ἀρχὴ γίνεται. σαφέστερον δ᾽ ἔσται τοῖς παραδείγμασιν· <quote rend="expand">οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδὲ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐδ᾽ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους.</quote> καὶ τὸ 
<lb/><quote rend="blockquote">Ἥφαιστος μὲν δῶκε Διῒ Κρονίωνι ἄνακτι, 
<lb/>αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ Ἀργειφόντῃ, 
<lb/>Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι πληξίππῳ, 
<lb/>αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκ᾽ Ἀτρέϊ ποιμένι λαῶν, 
<lb/>Ἀτρεὺς δὲ θνήσκων ἔλιπε πολύαρνι Θυέστῃ, 
<lb/>αὐτὰρ ὁ αὖτε Θυέστ᾽ Ἀγαμέμνονι λεῖπε φορῆναι.</quote> 
<lb/>τινὲς δὲ νομίζουσι τοῦτο τὸ σχῆμα τὸ αὐτὸ εἶναι τῇ ἀναδιπλώσει, ἠγνοήκασι δὲ ὅτι ἡ μὲν ἀναδίπλωσις ἐν δύο κώλοις γίνεται, ἡ δὲ κλῖμαξ ἐν πολλοῖς, καὶ ὅτι πλήθους ἔμφασιν ἐργάζεται.</p></div><div type="textpart" subtype="section" n="29"><p rend="indent">Ἐπαναφορὰ δέ ἐστιν ὅταν δύο καὶ πλειόνων κώλων κόμματα ἀπὸ τῆς αὐτῆς λέξεως ἄρχηται, οἷον <quote rend="expand">ὅταν ἐπὶ κόρρης, ὅταν κονδύλοις,</quote> καὶ πάλιν, <quote rend="expand">μέχρι τούτου Τιμόλαος, ἕως ἀπώλεσε Θήβας· μέχρι τούτου Εὔδικος καὶ Σιμὸς οἱ Λαρισσαῖοι.</quote>  <pb facs="219219004_0115"/> ἐνέργειαν τὸ σχῆμα καὶ λαμπρότητα ἐργάζεται. κἀκεῖνο ἐπαναφορά, <quote rend="expand">τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις ἐπὶ τούτοις;</quote> καὶ πάλιν, <quote rend="expand">τίς οὖν ὁ ταῦτα συγκατασκευάσας αὐτῷ; τίς ὁ τὰς προφάσεις ταύτας δούς;</quote> καὶ ὁ Πλάτων ἐν Νόμοις, <quote rend="expand">ὅταν σοί τι προσπίπτῃ τῶν τοιούτων πρᾶγμα, ἴθι ἐπὶ τὰς ἀποδιαπομπήσεις, ἴθι ἐπὶ ἀποτροπαίων ἱερὰ θεῶν ἱκέτης, ἴθι ἐπὶ τὰς τῶν λεγομένων ὑμῖν ἀνδρῶν συνουσίας.</quote> καὶ παρὰ τῷ ποιητῇ, 
<lb/><quote rend="blockquote">ἐν δ᾽ Ἔρις, ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ᾽ ὀλοὸν Κήρ.</quote> 
<lb/>ἔστι δ᾽ ὅτε διὰ μακροτέρων ἐπαναφέρεται τὸ αὐτὸ μόριον, οἷον <quote rend="expand">ἡ γὰρ ἐμὴ πολιτεία, ἧς οὗτος κατηγορεῖ, ἀντὶ μὲν τοῦ Θηβαίους μετὰ Φιλίππου εἰς τὴν Ἀττικὴν συνεμβαλεῖν, ὃ πάντες ᾤοντο, μεθ᾽ ἡμῶν παραταξαμένους κωλύειν ἐκεῖνον ἐποίησεν· ἀντὶ δὲ τοῦ ἐν τῇ Ἀττικῇ γενέσθαι τὸν πόλεμον, ἑπτακόσια στάδια ἐπὶ τοῖς τῶν Βοιωτῶν ὁρίοις γενέσθαι· ἀντὶ δὲ τοῦ τοὺς λῃστὰς ἄγειν ἡμᾶς ἐπὶ τῆς Εὐβοίας, ἐν εἰρήνῃ τὴν Ἀττικὴν ἐκ τῆς θαλάττης εἶναι πάντα τὸν πόλεμον· ἀντὶ δὲ τοῦ τὸν Ἑλλήσποντον ψΦίλιππον ἔχειν, λαβόντα τὸ Βυζάντιον, τοὺς Βυζαντίους πολεμεῖν μεθ᾽ ἡμῶν πρὸς ἐκείνους ἐποίησε.</quote> καὶ τοῦτο δὲ εἶδος ἐπαναφορᾶς, <quote rend="expand">καὶ μὴν ὅτι πολλὰ μὲν ἂν ἔδωκε χρήματα ψιλιστείδης, ὥστε ἔχειν Ὠρεόν, πολλὰ Κλείταρχος, ὥστε ἔχειν Ἐρετρίαν, πολλὰ δὲ Φίλιππος, ὥστε εἶναι ἐφ᾽ ὑμᾶς αὐτῷ.</quote> καὶ τοῦτο πάλιν ἐπαναφορά, <quote rend="expand">ἐδίδασκες γράμματα, ἐγὼ δὲ ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐγραμμάτευες, ἐγὼ δὲ ἐκκλησίαζον.</quote>  <pb facs="219219004_0116"/></p></div><div type="textpart" subtype="section" n="30"><p rend="indent">Ἀντιστροφὴ δέ ἐστι τὸ ἀντικείμενον τῇ ἀναφορᾷ, ὅταν εἰς τὴν αὐτὴν λέξιν τὰ κῶλα ἀπαντᾷ. <quote rend="expand">πράττεταί τι τῶν <del>μὲν</del> ὑμῖν συμφέρειν δοκούντων; ἄφωνος Αἰσχίνης. ἀντέκρουσέ τι καὶ γέγονεν οἷον οὐκ ἔδει; πάρεστιν Αἰσχίνης. ὥσπερ τὰ ῥήγματα καὶ τὰ χάσματα . . .</quote> ἐνέργειαν ἅμα καὶ * σχῆμα ἐργάζεται.</p></div><div type="textpart" subtype="section" n="31"><p rend="indent">Ἐπιμονὴ δέ ἐστιν ὅταν τις πλείω ῥήματα ὀρθὰ ἀλλήλοις ἐπιβάλλῃ, ὡς ἐν τῷ ὑπὲρ Φορμίωνος πρὸς τὸν Ἀπολλόδωρον, <quote rend="expand">ἄγεις, ἐλαύνεις, διώκεις, συκοφαντεῖς.</quote> δείνωσιν τὸ σχῆμα ἔχει. καὶ τὸ παρʼ Αἰσχίνῃ, <quote rend="expand">ψῆφον αἰτεῖ, ὅρκον αἰτεῖ, νόμον αἰτεῖ, δημοκρατίαν αἰτεῖ.</quote></p></div><div type="textpart" subtype="section" n="32"><p rend="indent">Τὸ δ᾽ ὑπερβατὸν διχῶς γίνεται, κατὰ παρένθεσιν ἢ κατὰ ἀναστροφήν. καὶ κατὰ ἀναστροφὴν μέν, οἷον <quote rend="expand">τὴν τοῦ διαπράξασθαι ταῦτα, ἃ μηδεὶς πώποτε ἄλλος βασιλεύς Μακεδόνων, δόξαν ἀντὶ τοῦ ζῇν καλῶς ᾑρημένος.</quote> ἔστι γὰρ <quote rend="expand">τὴν δόξαν τοῦ διαπράξασθαι</quote> κατὰ παρένθεσιν δέ, <quote rend="expand">ἀλλ᾽ ἐπὶ τοῦ Δεκελικοῦ πολέμου (ἓν γάρ, ὃ πάντες ἐμοῦ μᾶλλον ἐπίστασθε, μὴ ὑπομνησθῶ) πολλῶν καὶ δεινῶν συμβάντων.</quote> ἰσχύν δὲ ἔχει καὶ κάλλος ἐργάζεται τὸ σχῆμα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>