<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="21"><head rend="center">ΠΕΡΙ ΤΟΥ ΚΑΘΟΛΟΥ.</head><p rend="indent">Καθόλου δέ ἐστιν, ὅταν μὴ ἐπὶ τοῦ προκειμένου εἴπῃ τὸ νόημα ὃ βούλεται, ἀλλ᾽ εἰς τὸ καθόλου ἀνενεγκών, οἷον οὐχ αὑτῷ τοὺς δικαστὰς ᾐτήσατο ἐφεῖναι τάξιν ᾗ βούλεται χρήσασθαι, ἀλλὰ τὸ τοῦ ὅρκου φησί, καὶ τοῦτό ἐστι δίκαιον, <quote rend="expand">τὸ τῇ τάξει καὶ ἀπολογίᾳ ὡς βεβούληται τῶν ἀγωνιζομένων ἕκαστος, ο οὕτως ἐᾶσαι χρῆσθαι.</quote> οὐ γὰρ ἴδιον πλεονέκτημα <pb facs="219219004_0111"/>  ᾔτησεν, ἀλλ᾽ ἐβεβαίωσε κοινὸν δικαίωμα, καὶ ἔστιν ἐν τῷ σχήματι τούτῳ πολλάκις τὴν χρείαν τοῦ νοήματος τηροῦντα τὸ προσκροῦον φυλάττεσθαι.</p></div><div type="textpart" subtype="section" n="22"><head rend="center">ΠΕΡΙ ΟΡΚΟΥ.</head><p rend="indent">Φαίη δ᾽ ἄν τις καὶ τὸ ὅρκου σχῆμα εἶναι παρ᾽ αὐτῷ. τὸ γὰρ <quote rend="expand">οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας, καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους, καὶ τοὺς ἐπ᾽ Ἀρτεμισίῳ ναυμαχήσαντας, καὶ . . .</quote> ὅρκος ἐστί. τινὲς δέ φασι τοῦτο παράδειγμα εἶναι· <quote rend="expand">οὐ γὰρ ἡμάρτετε φησὶν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἀράμενοι,</quote> ὥσπερ οὐδὲ οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες· καὶ γάρ ἐστιν ὅμοιον τῷ ὑπὲρ ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἄρασθαι τὸ ἐν Μαραθῶνι προκινδυνεῦσαι. τὸ μὲν οὖν πρᾶγμα παράδειγμα ἐποίησεν, ἀντὶ δὲ τοῦ εὐθέως εἰπεῖν ἐσχημάτισεν, πρός τε τὸ λαμπρὸν ἅμα καὶ τὸ ἀξιόπιστον εἰς ὅρκου φαντασίαν μεταβάλλων.</p></div><div type="textpart" subtype="section" n="23"><p rend="indent">Τοσαῦτα μὲν τὰ τῆς διανοίας σχήματα παρὰ Δημοσθένει κατενοήσαμεν, τὰ δὲ τῆς λέξεως ἐκ παραλλήλου, καὶ ταῦτα καταμάθωμεν προειπόντες ᾗ διαφέρουσιν ἀλλήλων. τούτῳ δὴ μάλιστα φαίη τις ἂν αὐτὰ διενηνοχέναι, τῷ τὰ μὲν τῆς διανοίας σχήματα, κἂν ὑπαλλάξῃ τις αὐτὰ τοῖς ῥήμασιν, ὁμοίως μένειν, τὰ δὲ τῆς λέξεως σχήματα οὐχ οἷόν τε εἶναι φυλάττεσθαι ὑπαλλαττομένης τῆς λέξεως. ἔστι δὲ ταῦτα, ἀλληγορία, <del>μετάθεσις,</del> ἀναστροφή, ἄλλη ἀναστροφή, ἐπανάληψις, παρονομασία, κλῖμαξ, ἐπαναφορά, ἀντιστροφή, ὑπερβατόν, καρίσωσις, πλεονασμός, περίφρασις, συζυγία, ἀπὸ κοινοῦ, μεταβολή, ὑποφορά, ἀσύνδετον, ἀντίθετον, <pb facs="219219004_0112"/> ἔλλειψις, διατύπωσις, διασυρμός, ἐπάνοδος, ἀφαίρεσις, ἀλλοίωσις, καὶ παρεμβολή.</p></div><div type="textpart" subtype="section" n="24"><p rend="indent">Ἀλληγορία μὲν οὖν ἐστὶν ὅταν τῶν κυρίων τι ἑρμηνεύῃ τις ἐν μεταφοραῖς τὸ κύριον σημαίνειν δυναμέναις· πλεῖστον δὲ καὶ ἐναργέστατον παρ᾽ αὐτῷ τὸ σχῆμα ἐπὶ τοῦ Μειδίου, <quote rend="expand">τὸ γὰρ ἐπ᾽ ἐξουσίαις καὶ πλούτῳ εἶναι πονηρόν, τεῖχός ἐστι πρὸς τὸ μηδὲν ἐξ ἐπιδρομῆς παθεῖν· ἐπεὶ περιαιρεθείς γε οὗτος τὰ ὄντα οὐδενός ἐστιν ἄξιος, νῦν δ᾽ οἶμαι τοῦτο προβέβληται.</quote> πάσας γὰρ ἐνταῦθα αἱρῆσαι τὰς τοῦ τείχους εἰκόνας.</p></div><div type="textpart" subtype="section" n="25"><p rend="indent">Ἀναστροφὴ δέ ἐστι τὸ αὐτὸ καὶ ἐπαναδίπλωσις, ὅταν, ἔνθα πέπαυται τὸ πρῶτον κῶλον, ἐκεῖθεν ἄρχηται τὸ δεύτερον, οἷον <quote rend="expand">οὐ γὰρ δὴ Κτησιφῶντα μὲν δύναται διώκειν δι᾽ ἐμέ, ἐμὲ δέ, εἴπερ ἐξελέγχειν ἐνόμιζεν, αὐτὸν οὐκ ἂν ἐγράψατο. καὶ πάλιν, δῆλον γὰρ ὡς προκεχειρισμένων καὶ ἑτοίμων ὄντων τῶν ἀγαθῶν, ἐμέλλομεν ὑπ᾽ ἐκείνου, τῆς εἰρήνης γινομένης· γινομένης δὲ τῆς εἰρήνης . . . .</quote> κάλλος τὸ σχῆμα ἐργάζεται. ἀναστροφὴ δὲ ἄλλη ἐστίν, ὅταν τὰ ὀνόματα μετὰ τῶν ὀνομάτων αὐτὰ ἀναστρέφηται. <quote rend="expand">οὐ γὰρ Αἰσχίνης διὰ τὴν εἰρήνην κρίνεται, οὔ· ἀλλ᾽ ἡ εἰρήνη δι᾽ Αἰσχίνην διαβέβληται.</quote> καὶ πάλιν, <quote rend="expand">ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι</quote> * * πάντα γὰρ εἰς ταὐτὰ ἀναστρέφεται.</p></div><div type="textpart" subtype="section" n="26"><p rend="indent">Ἐπανάληψις δέ ἐστιν ὅταν τὸ αὐτὸ ὄνομα δὶς ἐν τῷ αὐτῷ κώλῳ ᾖ, ἢ τῇ αὐτῇ περιόδῳ κατὰ τοῦ αὐτοῦ σημείου τεταγμένον, οἷον <quote rend="expand">οὐ μόνον κρίνετε τούτους τήμερον, οὔ.</quote> καὶ πάλιν, <quote rend="expand">καίτοι φιλίαν καὶ ξενίαν αὐτὴν ὀνομάζει, καὶ νῦν εἶπέ  <pb facs="219219004_0113"/> που λέγων, ὁ τὴν Ἀλεξάνδρου ξενίαν ὀνειδίζων ἐμοί. ἐγώ σοι φιλίαν Ἀλεξάνδρου; οὔτε Φιλίππου ξένον, οὔτε Ἀλεξάνδρου φίλον εἴποιμ᾽ ἂν ἐγώ σε.</quote> ἐνέργειαν τὸ σχῆμα ἐργάζεται, τὴν μέντοι ἐπανάληψιν παλιλλογίαν Καικίλιος ὀνομάζει, οἷον <quote rend="expand">μιαρόν, μιαρὸν τὸ θηρίον</quote> καὶ <quote rend="expand">πονηρόν, πονηρὸν ὁ συκοφάντης,</quote> καὶ <quote rend="expand">ὦ τέκνα, τέκνα,</quote> καὶ <quote rend="expand">ὦ γάμοι, γάμοι.</quote> καὶ ὁ Δημοσθένης, <quote rend="expand">ἀλλ᾽ οὐκ ἔστιν, οὐκ ἔστιν ὅπως ἡμάρτετε, τὸν ὑπὲρ τῆς ἐλευθερίας κίνδυνον ἀράμενοι.</quote> οἱ μὲν οὖν πολιτικοὶ κατ᾽ ἀρχὰς χρῶνται ταῖς ἀναλήψεσι καὶ τῇ παλιλλογίᾳ, Ὅμηρος δὲ καὶ ἐπὶ τέλει ἐχρήσατο εἰπών, 
<lb/><quote rend="blockquote">τοῦ δ᾽ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, 
<lb/>εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ᾽ αἴθωνι σιδήρῳ.</quote> 
<lb/>ἐπήνεγκε γὰρ τοῦτο.</p></div><div type="textpart" subtype="section" n="27"><p rend="indent">Παρονομασία δ᾽ ἔστιν ὅταν, προειρημένου τοῦ κυρίου, παρονομάσῃ τις αὐτοῦ τὴν μεταφοράν, οἷον <quote rend="expand">ἂν δ᾽ ἀναλώσας λάθῃ, συνανάλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν,</quote> καὶ πάλιν, <quote rend="expand">εἰ μὴ τοὺς τὰ μηχανήματα ἐπιστήσοντας εἰρήνην ἄγειν φήσετε,</quote> εἶτα ἐπήγαγεν, <quote rend="expand">εἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα.</quote> τοῦτο μὲν οὖν τὸ σχῆμα τῆς ὀνομασίας βαρύτερόν τε καὶ λαμπρότερόν ἐστι, τὸ δ᾽ ἄλλο εἶδος χαριέστερον, ὃ παρὰ γράμμα γίνεται, ὡς ἐκεῖνο τὸ ἐπὶ τοῦ Διοπείθους, <quote rend="expand">μέλλει πολιορκεῖν, τούς Ἕλληνας ἐκδίδωσι· μέλει γάρ τινι τούτων τῶν τὴν Ἀσίαν οἰκούντων, Ἑλλήνων λέγω.</quote> κἀκεῖνο δὲ παρονομασία τὸ παρὰ τῷ Θυκυδίδῃ, <quote rend="expand">ἀλλ᾽ ἢ τούτους μεταπέμπειν δέον, ἢ ἄλλην μὴ ἐλάττω στρατιὰν ἐπιπέμπειν,</quote> καὶ πάλιν, <quote rend="expand">τί ἄλλο ἐβούλευσαν <pb facs="219219004_0114"/> οὗτοι, καὶ οὐκ ἀπέστησαν;</quote> καὶ παρὰ Δημοσθένει, <quote rend="expand">σύλλογοι καὶ λόγοι παντοδαποί,</quote> καὶ πάλιν, <quote rend="expand">πρῶτον μὲν Ἀμφίπολιν, πόλιν ὑμετέραν.</quote> δοκεῖ δὲ τοῦτο τὸ τῆς παρονομασίας κάλλος ἐργάζεσθαι.</p></div><div type="textpart" subtype="section" n="28"><p rend="indent">Κλῖμαξ δέ ἐστιν ὅταν, εἰς πολλὰ κῶλα ἑνὸς ἐνθυμήματος διαιρουμένου, ἕκαστον κῶλον ἄρχηται ἀπὸ τοῦ ἐν τῷ προηγουμένῳ κώλῳ τελευταίου. μετενήνεκται δὲ τὸ ὄνομα ἀπὸ τῶν ἀναβαινόντων τὰς κλίμακας· ὥσπερ γὰρ ἐκείνοις τὰ τελευταῖα πρῶτα γίνεται κατὰ τὴν τῶν ποδῶν μετάθεσιν, οὕτω καὶ ἐν τῷ σχήματι τούτῳ τὰ τῶν πρώτων κώλων τελευταῖα τῶν ἐπιφερομένων ἀρχὴ γίνεται. σαφέστερον δ᾽ ἔσται τοῖς παραδείγμασιν· <quote rend="expand">οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδὲ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐδ᾽ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους.</quote> καὶ τὸ 
<lb/><quote rend="blockquote">Ἥφαιστος μὲν δῶκε Διῒ Κρονίωνι ἄνακτι, 
<lb/>αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ Ἀργειφόντῃ, 
<lb/>Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι πληξίππῳ, 
<lb/>αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκ᾽ Ἀτρέϊ ποιμένι λαῶν, 
<lb/>Ἀτρεὺς δὲ θνήσκων ἔλιπε πολύαρνι Θυέστῃ, 
<lb/>αὐτὰρ ὁ αὖτε Θυέστ᾽ Ἀγαμέμνονι λεῖπε φορῆναι.</quote> 
<lb/>τινὲς δὲ νομίζουσι τοῦτο τὸ σχῆμα τὸ αὐτὸ εἶναι τῇ ἀναδιπλώσει, ἠγνοήκασι δὲ ὅτι ἡ μὲν ἀναδίπλωσις ἐν δύο κώλοις γίνεται, ἡ δὲ κλῖμαξ ἐν πολλοῖς, καὶ ὅτι πλήθους ἔμφασιν ἐργάζεται.</p></div><div type="textpart" subtype="section" n="29"><p rend="indent">Ἐπαναφορὰ δέ ἐστιν ὅταν δύο καὶ πλειόνων κώλων κόμματα ἀπὸ τῆς αὐτῆς λέξεως ἄρχηται, οἷον <quote rend="expand">ὅταν ἐπὶ κόρρης, ὅταν κονδύλοις,</quote> καὶ πάλιν, <quote rend="expand">μέχρι τούτου Τιμόλαος, ἕως ἀπώλεσε Θήβας· μέχρι τούτου Εὔδικος καὶ Σιμὸς οἱ Λαρισσαῖοι.</quote>  <pb facs="219219004_0115"/> ἐνέργειαν τὸ σχῆμα καὶ λαμπρότητα ἐργάζεται. κἀκεῖνο ἐπαναφορά, <quote rend="expand">τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις ἐπὶ τούτοις;</quote> καὶ πάλιν, <quote rend="expand">τίς οὖν ὁ ταῦτα συγκατασκευάσας αὐτῷ; τίς ὁ τὰς προφάσεις ταύτας δούς;</quote> καὶ ὁ Πλάτων ἐν Νόμοις, <quote rend="expand">ὅταν σοί τι προσπίπτῃ τῶν τοιούτων πρᾶγμα, ἴθι ἐπὶ τὰς ἀποδιαπομπήσεις, ἴθι ἐπὶ ἀποτροπαίων ἱερὰ θεῶν ἱκέτης, ἴθι ἐπὶ τὰς τῶν λεγομένων ὑμῖν ἀνδρῶν συνουσίας.</quote> καὶ παρὰ τῷ ποιητῇ, 
<lb/><quote rend="blockquote">ἐν δ᾽ Ἔρις, ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ᾽ ὀλοὸν Κήρ.</quote> 
<lb/>ἔστι δ᾽ ὅτε διὰ μακροτέρων ἐπαναφέρεται τὸ αὐτὸ μόριον, οἷον <quote rend="expand">ἡ γὰρ ἐμὴ πολιτεία, ἧς οὗτος κατηγορεῖ, ἀντὶ μὲν τοῦ Θηβαίους μετὰ Φιλίππου εἰς τὴν Ἀττικὴν συνεμβαλεῖν, ὃ πάντες ᾤοντο, μεθ᾽ ἡμῶν παραταξαμένους κωλύειν ἐκεῖνον ἐποίησεν· ἀντὶ δὲ τοῦ ἐν τῇ Ἀττικῇ γενέσθαι τὸν πόλεμον, ἑπτακόσια στάδια ἐπὶ τοῖς τῶν Βοιωτῶν ὁρίοις γενέσθαι· ἀντὶ δὲ τοῦ τοὺς λῃστὰς ἄγειν ἡμᾶς ἐπὶ τῆς Εὐβοίας, ἐν εἰρήνῃ τὴν Ἀττικὴν ἐκ τῆς θαλάττης εἶναι πάντα τὸν πόλεμον· ἀντὶ δὲ τοῦ τὸν Ἑλλήσποντον ψΦίλιππον ἔχειν, λαβόντα τὸ Βυζάντιον, τοὺς Βυζαντίους πολεμεῖν μεθ᾽ ἡμῶν πρὸς ἐκείνους ἐποίησε.</quote> καὶ τοῦτο δὲ εἶδος ἐπαναφορᾶς, <quote rend="expand">καὶ μὴν ὅτι πολλὰ μὲν ἂν ἔδωκε χρήματα ψιλιστείδης, ὥστε ἔχειν Ὠρεόν, πολλὰ Κλείταρχος, ὥστε ἔχειν Ἐρετρίαν, πολλὰ δὲ Φίλιππος, ὥστε εἶναι ἐφ᾽ ὑμᾶς αὐτῷ.</quote> καὶ τοῦτο πάλιν ἐπαναφορά, <quote rend="expand">ἐδίδασκες γράμματα, ἐγὼ δὲ ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐγραμμάτευες, ἐγὼ δὲ ἐκκλησίαζον.</quote>  <pb facs="219219004_0116"/></p></div><div type="textpart" subtype="section" n="30"><p rend="indent">Ἀντιστροφὴ δέ ἐστι τὸ ἀντικείμενον τῇ ἀναφορᾷ, ὅταν εἰς τὴν αὐτὴν λέξιν τὰ κῶλα ἀπαντᾷ. <quote rend="expand">πράττεταί τι τῶν <del>μὲν</del> ὑμῖν συμφέρειν δοκούντων; ἄφωνος Αἰσχίνης. ἀντέκρουσέ τι καὶ γέγονεν οἷον οὐκ ἔδει; πάρεστιν Αἰσχίνης. ὥσπερ τὰ ῥήγματα καὶ τὰ χάσματα . . .</quote> ἐνέργειαν ἅμα καὶ * σχῆμα ἐργάζεται.</p></div><div type="textpart" subtype="section" n="31"><p rend="indent">Ἐπιμονὴ δέ ἐστιν ὅταν τις πλείω ῥήματα ὀρθὰ ἀλλήλοις ἐπιβάλλῃ, ὡς ἐν τῷ ὑπὲρ Φορμίωνος πρὸς τὸν Ἀπολλόδωρον, <quote rend="expand">ἄγεις, ἐλαύνεις, διώκεις, συκοφαντεῖς.</quote> δείνωσιν τὸ σχῆμα ἔχει. καὶ τὸ παρʼ Αἰσχίνῃ, <quote rend="expand">ψῆφον αἰτεῖ, ὅρκον αἰτεῖ, νόμον αἰτεῖ, δημοκρατίαν αἰτεῖ.</quote></p></div><div type="textpart" subtype="section" n="32"><p rend="indent">Τὸ δ᾽ ὑπερβατὸν διχῶς γίνεται, κατὰ παρένθεσιν ἢ κατὰ ἀναστροφήν. καὶ κατὰ ἀναστροφὴν μέν, οἷον <quote rend="expand">τὴν τοῦ διαπράξασθαι ταῦτα, ἃ μηδεὶς πώποτε ἄλλος βασιλεύς Μακεδόνων, δόξαν ἀντὶ τοῦ ζῇν καλῶς ᾑρημένος.</quote> ἔστι γὰρ <quote rend="expand">τὴν δόξαν τοῦ διαπράξασθαι</quote> κατὰ παρένθεσιν δέ, <quote rend="expand">ἀλλ᾽ ἐπὶ τοῦ Δεκελικοῦ πολέμου (ἓν γάρ, ὃ πάντες ἐμοῦ μᾶλλον ἐπίστασθε, μὴ ὑπομνησθῶ) πολλῶν καὶ δεινῶν συμβάντων.</quote> ἰσχύν δὲ ἔχει καὶ κάλλος ἐργάζεται τὸ σχῆμα.</p></div><div type="textpart" subtype="section" n="33"><p rend="indent">Παρίσωσις δὲ γίνεται μὲν καὶ κατὰ τὴν ἀρχήν, οἷον <quote rend="expand">ὅτε τοίνυν τοῦθ᾽ οὕτως ἔχει, προσήκει προθύμως,</quote> καὶ κατὰ τὸ τέλος, <quote rend="expand">ἐθέλειν ἀκούειν.</quote> κάλλος δὲ τὸ σχῆμα ἐργάζεται, ἐάν τις αὐτῷ ἀνεπαχθῶς χρῆται. τῶν δὲ παρισώσεων τὸ μέν <del>τι</del> ἐστὶν ὁμοιόπτωτον, τὸ δὲ ὁμοιοτέλευτον. καὶ ὁμοιοτέλευτον μέν, οἷον τὸ Ἰσοκράτειον, <del>οἷον</del> <quote rend="expand">καὶ τοῦ μὲν ἐπίπονον καὶ ἐπικίνδυνον τὸν βίον ἐποίησε, τῆς δὲ περί <pb facs="219219004_0117"/> βλεπτον καὶ περιμάχητον τὴν φύσιν κατέστησεν.</quote> τὸ γὰρ <quote rend="expand">ἐποίησε</quote> καὶ <quote rend="expand">κατέστησεν</quote> ἰσοσύλλαβόν ἐστι καὶ ὅμοιον τῷ τόνῳ· καὶ τὸ παρ᾽ Αἰσχίνῃ, <quote rend="expand">καὶ οὐ τὸ δυστύχημα ὀνειδίζω, τὸν δὲ τρόπον ἐξετάζω.</quote> ἐν γὰρ τούτοις μόνοις ὁμοία ἡ τελευτὴ γέγονεν. ὅταν δὲ εἰς ὄνομα λήγωσιν αἱ περίοδοι ἢ τὰ κῶλα, τὰ δ᾽ ὀνόματα ἔχῃ τὰς πτώσεις ὁμοίας, τότε ὁμοιόπτωτον λέγεται, οἷον τὸ Ἰσοκράτειον, <quote rend="expand">ἴσως ὑπὸ μὲν Ἀθηναίων καὶ Λακεδαιμονίων στρατηγουμένης, ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀθροιζομένης, ἐπὶ δὲ τὴν τῶν βαρβάρων πονηρίαν πορευομένης.</quote></p></div><div type="textpart" subtype="section" n="34"><p rend="indent">Πλεονασμὸς δέ ἐστι· <quote rend="expand">τί δεῖ πράττειν καὶ ποιεῖν τὴν πόλιν;</quote> ἐνέργειαν τὸ σχῆμα ἔχει ἐν τῷ πυσματικῷ τιθεμένην. συνωνυμίαν ὀνομάζει τὸ σχῆμα Καικίλιος ὅταν κατὰ τοῦ αὐτοῦ πράγματος ἢ κατὰ τοῦ προκειμένου δύο λέξεις γενηθῶσι· τοῦτο δὲ πλεονασμὸν ὀνομάζει Ἀψίνης, <quote rend="expand">τότε δὴ καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον·</quote> θάτερον γὰρ τούτων εἰπεῖν ἐξήρκει. καὶ ὁ Δημοσθένης, <quote rend="expand">ἐφοβήθης ἄν . . . . αν οὐδεὶς ἥψατο.</quote> καὶ πάλιν ἐν τοῖς Φιλιππικοῖς, <quote rend="expand">καὶ γινώσκεται μὲν ὑπὸ τῶν Κορινθίων καὶ παρ᾽ Ὀλυνθίοις πρότερον, οὐκ ἀγνοεῖται ὑπὸ Θετταλῶν.</quote> κατὰ γὰρ τοῦ αὐτοῦ πράγματος τὰ αὐτὰ σημαινόμενα τέθειται.</p></div><div type="textpart" subtype="section" n="35"><p rend="indent">Περίφρασις δ᾽ ἔστιν ὅταν τῆς ἁπλῆς καὶ εὐθείας γινομένης ἑρμηνείας εὐτελοῦς οὔσης, μεταβαλόντες κόσμου ἕνεκα ἢ πάθους ἢ μεγαλοπρεπείας ἄλλοις ὀνόμασι καὶ πλείοσι τῶν κυρίων καὶ ἀναγκαίων τὸ πρᾶγμα ἑρμηνεύσωμεν, οἷόν ἐστι τὸ Δημοσθενικόν, <quote rend="expand">ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς τῇ Μειδίου.</quote> τὸ γὰρ ἁπλοῦν ἦν  <pb facs="219219004_0118"/> ἠτίμωται ὑπὸ Μειδίου, τὸ δὲ <quote rend="expand">τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως</quote> παρείληπται πάθους ἕνεκα καὶ ἀξιώματος. ταῖς δὲ περιφράσεσι σπανίως χρῶνται οἱ πολιτικοί, πλεονάζει δὲ ἐν αὐταῖς ὁ Θουκυδίδης καὶ ὁ DΠλάτων καὶ οἱ ποιηταί, οἷον παρὰ μὲν Ὁμήρῳ <quote rend="expand">βίη Ἡραἀκλείῃ,</quote> ἀντὶ τοῦ Ἡρακλέος, καὶ <quote rend="expand">ἱερὴ ἲς Τηλεμάάχοιο,</quote> ἀντὶ τοῦ Τηλέμαχος· παρὰ δὲ Πλάτωνι, <quote rend="expand">ὦ παῖ Κλεινίου,</quote> ἀντὶ τοῦ Ἀλκιβιάδη· παρὰ δὲ Θουκυδίδῃ, <quote rend="expand">καὶ οἱ μὲν ὕπνον ᾑροῦντο,</quote> ἀντὶ τοῦ ἐκάθευδον· παρὰ δὲ Ἡροδότῳ, <quote rend="expand">ἐνέσκηψεν ἡ θεὸς θήλειαν νόσον,</quote> ἀντὶ τοῦ ἐποίησεν ἀνδρογύνους ἢ κατεαγότας.</p></div><div type="textpart" subtype="section" n="36"><p rend="indent">Συζυγία δ᾽ ἔστιν ὅταν δύο προθέσεις ἀντικείμεναι ἀλλήλαις ἑκατέρα τὸ προσῆκον ἐπενέγκῃ, οἷον <quote rend="expand">ὁ δῆμος ὁ τῶν Ὠρειτῶν ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τούς δ᾽ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δ᾽ ἐπιτήδειον ταῦτα παθεῖν ἔφασαν.</quote> καὶ πάλιν, <quote rend="expand">τὸ τοίνυν ψήφισμα τουτί, τῷ μὲν ἡγουμένῳ τῶν Κερσοβλέπτου πραγμάτων ἀσφάἁλείαν διδόν, τοῖς δὲ τῶν ἑτέρων βασιλέων στρατηγοῖς φόβον καὶ δέος μή τινα αἰτίαν σχῶσι παριστάν, τοὺς μὲν ἀσθενεῖς, τὸν δὲ ἰσχυρὸν καθίστησιν.</quote> οὐ γὰρ ἑκάτερον κατέλυσε καθ᾽ αὑτό, ἀλλὰ δι᾽ ἀμφοτέρων ὁ λόγος κεχώρηκε. κάλλος δὲ τὸ σχῆμα ἐργάζεται.</p></div><div type="textpart" subtype="section" n="37"><p rend="indent">Τὸ δὲ ἀπὸ κοινοῦ οὕτως· <quote rend="expand">καὶ τῷ μὲν Εὐβαίῳ τῷ τὸν Βοιωτὸν ἀποκτείναντι πολλὴν συγγνώμην ἔχω· δοκοῦσι δέ μοι καὶ τῶν δικασάντων τότε πολλοί.</quote> ἀπὸ κοινοῦ συγγνώμην ἔχειν. εὐειδὲς τὸ σχῆμα.</p></div><div type="textpart" subtype="section" n="38"><p rend="indent">Μεταβολὴ δ᾽ ἔστιν ὅταν μὴ τὰς πτώσεις μόνον ἀλλὰ καὶ τὰ ῥήματα μεταβάλλῃ, οἷον <quote rend="expand">τίς γὰρ συμμαχία  <pb facs="219219004_0119"/> σοῦ πράξαντος γέγονε τῇ πόλει; ποῖαι τριήρεις; ποῖοι νεώσοικοι; τίς ἐπισκευὴ τειχῶν; ποῖον ἱππικόν;</quote> καὶ τοῦτο δὲ ὁμοίως γοργὸν καὶ εὐειδὲς τὸ σχῆμα.</p></div><div type="textpart" subtype="section" n="39"><p rend="indent">Ὑποφορὰ δέ ἐστιν ὅταν μὴ ἑξῆς προβαίνῃ ὁ λόγος, ἀλλ᾽ ὑποθείς τι ἢ ὡς παρὰ τοῦ ἀντιδίκου ἢ ὡς ἐκ τοῦ πράγματος ἀποκρίνηται πρὸς αὑτόν, ὥσπερ δύο ἀντιλεγόμενα πρόσωπα μιμούμενος, οἷον <quote rend="expand">ἐγὼ τοίνυν λογίζομαι τίνων ὁ Φίλιππος πρῶτον γέγονε κύριος μετὰ τὴν εἰρήνην; Πυλῶν καὶ τῶν ἐν Φωκεῦσι πραγμάτων. τί οὖν; πῶς τούτοις ἐχρήσατο; ἃ Θηβαίοις συμφέρει, καὶ οὐχ ἃ τῇ πόλει, προείλετο πράττειν. τί δήποτ᾽ <del>ἄν</del>; ὅτι πρὸς πλεονεξίαν, οἶμαι, καὶ τὸ πάντα ὑφ᾽ ἑαυτῷ ποιήσασθαι.</quote> . . καὶ πάλιν, <quote rend="expand">τί ποιήσομεν, ἐὰν ἐπὶ Χερρόνησον; ἐπικρινοῦμεν Διοπείὕηννὴ Δία. καὶ τί τὰ πράγματα ἔσται βελτίω; ἀλλ᾽ ἐνθένδε βοηθήσωμεν αὐτοῖς; ἂν δὲ ὑπὸ τῶν πνευμάτων μὴ δυνώμεθα; ἀλλὰ μὰ Δία οὐχ ἥξει. καὶ τίς ἐγγυητής ἐστι τούτου;</quote> ἔχει δὲ τὸ σχῆμα καὶ κάλλος καὶ ἐνέργειαν. καὶ ὅταν εἴπῃ, <quote rend="expand">ἐπέδωκα; ἐπαινοῦμαι, οὐ, μὰ Δία, οὐκ ὤν, ὧν ἐπέδωκα, ὑπεύθυνος. ἦρχον; καὶ δέδωκά γε εὐθύνας ἐκείνων, οὐχ ὧν ἐπέδωκα. νὴ Δία, ἀλλ᾽ ἀδίκως, φησίν, ἦρξας. εἶτα παρὼν ὅτε με εἰσήγαγον οἱ λογισταί, οὐ κατηγόρεις;</quote></p></div><div type="textpart" subtype="section" n="40"><p rend="indent">Ἀσύνδετον δέ ἐστιν, ᾧ πολλαχοῦ χρῆται ὁ Δημοσθένης, κατ᾽ ὄνομα καὶ κατὰ κῶλον καὶ ἐν τόπῳ. κατ᾽ ὄνομα μέν, <quote rend="expand">Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόνησον·</quote> ἐξ ὧν πλήθους ἔμφασις γίνεται. κατὰ κῶλον, <quote rend="expand">ἴσασιν Εὐαίωνα πολλοί, τὸν Λαοδάμαντος <pb facs="219219004_0120"/> ἀδελφόν·</quote> εὐειδὲς τὸ τοιοῦτο. κατὰ κόμμα δέ, <quote rend="expand">ὅταν ἐπὶ κόρρης, ὅταν κονδύλοις, ταῦτα κινεῖ, ταῦτα ἐξίστησι.</quote> ταῦτα δείνωσιν ἔχει καὶ ἐνέργειαν. καὶ τοῦτο ἀσυνδέτως· <quote rend="expand">πολλὰ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι, ἃ τότε εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο· πολλὰ ἂν Ὠρεῖται, πολλὰ Φωκεῖς.</quote> καὶ πάλιν προθεὶς <quote rend="expand">ἀλλὰ τί τοῦτο ὄφελος τῇ πόλει;</quote> <del>πάλιν</del> ἐπήγαγεν εἰς τὸ ἀσύνδετον, <quote rend="expand">ἕως ἂν σώζηται τὸ σκάφος, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντα ἄνδρα ἐφεξῆς προθύμους εἶναι.</quote> λαμπρότητα δὲ καὶ φαντασίαν τοῦτο τὸ σχῆμα παρέχεται ἄνευ συνδέσμων ἐλευθέρᾳ φωνῇ τοῦ λόγου προϊόντος ταῖς τῶν τόπων ἐμβολαῖς. τῷ σχήματι κέχρηται ἢ κατ᾽ ὄνομα εἰς πλῆθος, ἢ κατὰ κῶλον εἰς κάλλος, ἢ κατὰ κόμμα εἰς ἐνέργειαν, ἢ κατὰ τόπους εἰς λαμπρότητα. κἀκεῖνο ἀσύνδετον, <quote rend="expand">ὁρῶ δὲ αὐτὸν τὸν Φίλιππον, πρὸς ὃν ἡμῖν ὁ ἀγών, τὸν ὀφθαλμὸν ἐκκεκομμένον, τὴν δὲ κλεῖν κατεαγότα, τὴν δὲ χεῖρα καὶ τὸ σκέλος πεπηρωμένον.</quote></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>