<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2601.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><pb facs="219219004_0101"/> Μέλλοντι τὴν τῶν σχημάτων θεωρίαν τῶν παρὰ Δημοσθένει κατανοεῖν, ἀνάγκη εἶναί μοι δοκεῖ πρῶτον εἰπεῖν τί τὸ σχῆμά ἐστιν. ἔστι τοίνυν σχῆμα τὸ μὴ κατὰ φύσιν τὸν νοῦν ἐκφέρειν μηδὲ ἐπ᾽ εὐθείας, ἀλλ᾽ ἐκτρέπειν καὶ ἐξαλλάσσειν τὴν διάνοιαν κόσμου τινὸς τῇ πλάσει ἢ χρείας ἕνεκα. ὁ γὰρ χαριέστερος πλειόνων ὄντων καὶ ἄλλων οὗτός μοι φαίνεται, ὥσπερ ἀμέλει καὶ λέξεως σχῆμά ἐστιν ἐξαλλαγὴ τοῦ ἐν ἔθει, κατά τινα πλάσιν κόσμον ἢ χρείαν τινὰ τοῖς λόγοις παρέχουσα. ὁ μὲν οὖν σαφέστερος ὅρος τοῦ τῆς λέξεως σχήματος οὗτός ἐστι, δοκεῖ δέ πως συνῆφθαι κατὰ τὸ πρῶτον μόριον τῷ τοῦ σολοικισμοῦ ὅρῳ, εἶτα κατὰ τὸ τελευταῖον μέρος διεστηκέναι. καὶ γὰρ ὁ σολοικισμὸς ἐξαλλαγὴ τοῦ ἐν ἔθει ἐστίν, ἀλλ᾽ οὕτε χρείας ἕνεκα, οὕτε κόσμου τινὸς χάριν γίνεται.</p><p rend="indent">Πλείονος δὲ οὔσης θεωρίας τῆς ἐν τοῖς σχήμασι, ταῦτα προῃρήμεθα νῦν ἐξετάσαι, ὅσα παρὰ Δημοσθένει κατενοήσαμεν.</p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">Πρῶτον οὖν τὰ τῆς διανοίας σχήματα δεικτέον, ἐπεὶ δεῖ τὸν νοῦν πάντως τοῦ λόγου προηγεῖσθαι, ἔστι δὲ ταῦτα, εἰρωνεία, ἐπιτίμησις, παράλειψις, διαπόρησις,  <pb facs="219219004_0102"/> ἀποστροφή, προδιόρθωσις, ἐπιδιόρθωσις, ἀποσιώπησις, ἠθοποιΐα, προσώπου ὑποβολή, πυσματικόν, ἔμφασις, ἀπὸ τοῦ ἀντικειμένου, παρὰ προσδοκίαν, αὐτοσχέδιον, ἀντίθετον, διαλεκτικόν, τόπου ἐμβολὴ ἐξ ὀνόματος, καθόλου, ὅρκος.</p></div><div type="textpart" subtype="section" n="3"><head rend="center">ΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ.</head><p rend="indent">Καὶ εἰρωνεία μέν ἐστι τὸ διὰ τοῦ ἐναντίου τὸ ἐνανπίον σημαῖνον, οἷον <quote rend="expand">ἐκεῖνοι τοίνυν οἷς οὐκ ἐχαρίζοντο οἱ λέγοντες, οὐδ᾽ ἐφίλουν αὐτούς ὥσπερ ὑμᾶς, οὗτοι νῦν πέντε μὲν καὶ τεσσαράκοντα ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων· καὶ πάλιν, νυνὶ δὲ πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει;</quote> ἔτι δὲ καινῶς ἐν τῷ κατὰ Μειδίου ἐφ᾽ ἑαυτοῦ εἰρωνείᾳ κέχρηται, <quote rend="expand">ἐγὼ δὲ ὃς (εἴτε τις βούλεται νομίσαι μανίαν· μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν· εἴτε φιλοτιμίαν) χορηγὸς ὑπέστην.</quote></p></div><div type="textpart" subtype="section" n="4"><head rend="center">ΠΕΡΙ ΕΠΙΤΙΜΗΣΕΩΣ.</head><p rend="indent">Ἐπιτίμησις δέ ἐστιν ὅταν διὰ τῆς πρὸς τοὺς ἀκούοντας ἐπιπλήξεως τινῶν βούληται συμβουλὴν περαίνειν, ὡς ἐν τῷ περὶ τῆς παραπρεσβείας, <quote rend="expand">ὑμεῖς δ᾽ ἐκλελύσθαι μοι δοκεῖτε καὶ παθεῖν ἀναμένειν τὰ δεινά, πόρρωθεν δ᾽ ὁρῶντες οὐ φυλάττεσθαι, καὶ πάλιν οὕτως, ὡς ἔοικε, πολύ τι σκότος ἐστὶ παρ᾽ ὑμῖν πρὸ τῆς ἀληθείας.</quote></p></div><div type="textpart" subtype="section" n="5"><head rend="center">ΠΕΡΙ ΠΑΡΑΛΕΙΨΕΩΣ.</head><p rend="indent">Παράλειψις δέ ἐστιν ὅταν τῷ δοκεῖν τινὰ παραλιπεῖν λέγῃ ἃ βούλεται, ὡς ἐν τῷ πρὸς Λεπτίνην, <quote rend="expand">ἐγὼ <pb facs="219219004_0103"/> δέ, ὅτι μὲν τινῶν κατηγοροῦντας πάντων ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἐστίν, ἐάσω· καὶ γὰρ εἴρηται τρόπον τινά, καὶ ὑφ᾽ ὑμῶν ἴσως γινώσκεται,</quote> καὶ πάλιν πρὸς τὸν Αἰσχίνην, <quote rend="expand">ἤδη γάρ σε ἐρωτῶ, πάντα τὰ ἄλλα ἀφείς, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόνησον· οὐδενὸς γὰρ τούτων μέμνημ Σέρριον δὲ καὶ Δορίσκον καὶ τὴν Πεπαρήθου πόρθησιν, καὶ ὅσα ἄλλα τοιατα ἡ πόλις ἠδικεῖτο, οὐδ᾽ εἰ γέγονεν οἶδα.</quote> τῷ τε γὰρ οὕτως εἰπεῖν ἃ βούλεται δεδήλωκε καὶ τῇ παραλείψει τὸ φορτικὸν ἀφῇρηται.</p></div><div type="textpart" subtype="section" n="6"><head rend="center">ΠΕΡΙ ΔΙΑΠΟΡΗΣΕΩΣ.</head><p rend="indent">Διαπόρησις δέ ἐστιν ὅταν ὡς διαπορῶν τις ἃ δεῖ εἰπεῖν κἀκεῖνα καὶ ἔτι πλείω λέγῃ, οἷον <quote rend="expand">ἀλλ᾽ εἰς τοσοῦτον ἀφῖκται μωρίας, ἤ παρανοίας, ἢ — οὐκ ἔχω τί λέγω.</quote> καὶ πάλιν, <quote rend="expand">οὐκ ἀπορῶν δ᾽ ὅ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ ὅτου πρώτου μνησθῶ, πότερ᾽ ὡς ὁ πατήρ σου, Τρόμης, ἐδούλευε παρ᾽ Ἐλπίᾳ τῷ πρὸς τῷ Θησείῳ διδάσκοντι γράμματα, χοίνικας παχείας ἔχων καὶ ξύλον· ἢ ὡς ἡ μήτηρ σου τοῖς μεθημερινοῖς γάμοις ἐν τῷ κλισίῳ τῷ πρὸς τῷ Καλαμίτῃ χρωμένη τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε.</quote> ὡς γὰρ ἀπορῶν τί χρὴ εἰπεῖν πάντα εἶπεν.</p></div><div type="textpart" subtype="section" n="7"><head rend="center">ΠΕΡΙ ΑΠΟΣΤΡΟΦΗΣ.</head><p rend="indent">Ἀποστροφὴ δέ ἐστιν ὅταν ἀπὸ τῶν δικαστῶν πρὸς τὸν ἀντίδικον ἀποστρέφῃ τὸν λόγον, οἷον <quote rend="expand">μηδὲν οὖν <pb facs="219219004_0104"/> φιλονείκει, Λεπτίνη, καὶ πάλιν, οὓς ἅπαντας ἡ πόλις ὁμοίως τῆς αὐτῆς ἀξιώσασα τιμής ἔθαψεν, Αἰσχίνη.</quote> κινήσας γὰρ τῇ δόξῃ τῶν παραδειγμάτων τοὺς ἀκούοντας, τότε καὶ τὸν ἀντίδικον κέκληκε.</p></div><div type="textpart" subtype="section" n="8"><head rend="center">ΠΕΡΙ ΠΡΟΔΙΟΡΘΩΣΕΩΣ.</head><p rend="indent">Προδιόρθωσις δέ ἐστιν ὅταν ὑποπτεύων προσκρούειν τὸ ῥηθησόμενον παραιτῆται τούς ἀκούοντας, οἷον <quote rend="expand">ἐπεπείσμην μὲν οὖν ὑπὲρ ἐμαυτοῦ, τυχὸν μὲν ἀναισθητῶν, ὅμως δ᾽ ἐπεπείσμην. καὶ πάλιν, ἐπεὶ δὲ πολὺς τοῖς συμβεβηκόσιν ἔγκειται, βούλομαί τι καὶ παράδοξον εἰπεῖν, καί μοι, πρὸς Διὸς καὶ θεῶν, μηδεὶς τὴν ὑπερβολὴν θαυμάσῃ.</quote> εἰ γὰρ καὶ δυσχερὲς ἦν τὸ λεγόμενον καὶ προσέκρουε, παραιτούμενος ἠκούσθη διὰ τὴν ὑπόσχεσιν.</p></div><div type="textpart" subtype="section" n="9"><head rend="center">ΠΕΡΙ ΕΠΙΔΙΟΡΘΩΣΕΩΣ.</head><p rend="indent">Ἐπιδιόρθωσις δέ ἐστιν ὅταν τὸ εἰρημένον ὡς ἐνδεέστερον διορθούμενος ἄλλο ἐπενέγκῃ. <quote rend="expand">ταύτης τοίνυν τῆς οὕτως αἰσχρᾶς καὶ περιβοήτου συστάσεως καὶ κακίας, μᾶλλον δὲ προδοσίας. καὶ πάλιν πρὸς τὸν Αἰσχίνην, ὀψὲ γάρ ποτε· ὀψὲ λέγω; χθὲς μὲν οὖν καὶ πρώην ἅμα Ἀθηναῖος καὶ ῥήτωρ γέγονε.</quote></p></div><div type="textpart" subtype="section" n="10"><head rend="center">ΠΕΡΙ ΑΠΟΣΙΩΠΗΣΕΩΣ.</head><p rend="indent">Ἀποσιώπησις δέ ἐστιν ὅταν μέλλων λέγειν πρᾶγμα αὐτὸ μὲν ἀποσιωπήσῃ, τὴν δὲ ὑπόνοιαν αὐτοῦ καταλίπῃ, <quote rend="expand">ἀλλ᾽ ἐγὼ μέν, οὐ βούλομαι δὲ οὐδὲν δυσχερὲς εἰπεῖν ἀρχόμενος τοῦ λόγου· οὗτος δὲ ἐκ περιουσίας μου κατηγορεῖ.</quote> καὶ πάλιν  <pb facs="219219004_0105"/> πρὸς τὸν Χαρίδημον, <quote rend="expand">ᾧ μήτηρ μὲν οὐκ ἐρῶ τίς ἢ πόθεν· οὐδὲν γὰρ δεῖ πλείω τῶν ἀναγκαίων αὐτὸν ἐξετάζεσθαι·</quote> οὐδὲν γὰρ ἂν εἶπε τοιοῦτον οἷον τῇ ὑπονοίᾳ παρέδωκεν.</p></div><div type="textpart" subtype="section" n="11"><head rend="center">ΠΕΡΙ ΗΘΟΠΟΙΙΑΣ.</head><p rend="indent">Ἠθοποιΐα δέ ἐστιν ὅταν φεύγοντες τὸ προσκρουστικὸν τῶν ἐπιτιμήσεων ὡς ὑφ᾽ ἑτέρων προσώπων γινομένας εἰσάγωμεν, ὁποῖόν ἐστι τὸ παρὰ τῷ Δημοσθένει· <quote rend="expand">φέρε γάρ, πρὸς Διός, εἰ λόγον ὑμᾶς ἀπαιτήσειαν οἱ Ἕλληνες ὧν νυνὶ παρήκατε καιρῶν διὰ ῥᾳθυμίαν. καὶ πάλιν, εἶτ᾽, ὦ πάντων τῶν ἀνθρώπων φαυλότατοι.</quote> πικρῶς γὰρ καθικνεῖται τῶν Ἀθηναίων διὰ τοῦ προσώπου τῶν Ἑλλήνων. κἀκεῖνα δὲ ἠθοποιΐας τὰ ἠθικὰ σχήματα, <quote rend="expand">τόδε ἔδει εἰπεῖν καὶ τόδε ἔδει ποιῆσαι,</quote> ὅπερ πεποίηκεν Αἰσχίνης ἐπὶ τῷ Δημοσθένει εἰπών, <quote rend="expand">ὃν ἐχρῆν, εἰ καὶ μανεὶς ὁ δῆμος ἢ τῶν καθεστηκότων ἐπιλελησμένος, ἐπὶ τοιαύτης ἀκαιρίας ἐβούλετο στεφανοῦν αὐτόν, παρελθόντα εἰς τὴν ἐκκλησίαν εἰπεῖν· ἄνδρες Ἀθηναῖοι, τὸν μὲν στέφανον δέχομαι, τὸν δὲ καιρὸν ἀποδοκιμάζω, ἐν ᾧ τὸ κήρυγμα γίνεται.</quote> τοῦτο γὰρ τὸ νόημα ἐνὸν ἀπὸ τοῦ ἰδίου προσώπου εἰπεῖν, περιέθηκε τῷ ἀντιδίκῳ. καὶ Ὀδυσσεὺς παρ᾽ Ὁμήρῳ βουλόμενος τοῖς Ἀχαιοῖς εἰπεῖν ὅτι οὐ φυλάττουσι τὰς ὑποσχέσεις ἃς ὑπέσχοντο τῷ Ἀγαμέμνονι, πρὸς αὐτὸν ἀποστρέφει τὸν λόγον, 
<lb/><quote rend="blockquote">Ἀτρείδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ 
<lb/>πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν· 
<lb/>οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥνπερ ὑπέσταν, 
<lb/>Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι.</quote> 
<lb/><pb facs="219219004_0106"/> τοῦτο γὰρ ποιήσας προσέκρουσε μὲν οὐδαμῶς τοῖς Ἀχαιοῖς, ἐλεεινὸν δὲ ἀποφαίνει τὸν ὑπ᾽ αὐτῶν ἐγκαταλειφοθέντα, καὶ διὰ τῶν πρὸς τοῦτον λόγων ἐκείνοις ἐπέπληξεν.</p></div><div type="textpart" subtype="section" n="12"><head rend="center">ΠΕΡΙ ΠΡΟΣΩΠΟΥ ΥΠΟΒΟΛΗΣ.</head><p rend="indent">Προσώπου δὲ ὑποβολή ἐστιν ὅταν θέλων τι εἰπεῖν πρὸς τὸ ἀνεκτότερον ἄλλῳ προσώπῳ τὸν λόγον περιθῇ, οἷον ἐν τοῖς Φιλιππικοῖς, <quote rend="expand">ὡς δ᾽ ἐγώ ποτε τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, οὐδένων εἰσὶ βελτίους.</quote> πιστοῦται γὰρ ὡς παρ᾽ εἰδότος ἀκούσας τὰ λεγόμενα. μίγνυσι δὲ πολλαχοῦ τήν τε ἠθοποιΐαν καὶ τὴν τοῦ προσώπου ὑποβολήν, ὅταν ἑτέρῳ προσώπῳ περιβάλῃ λόγον. βουλόμενος γὰρ ἐπιτιμῆσαι τοῖς Ἀθηναίοις ὡς εἰς ῥᾳθυμίαν ἐκκλίνασιν, οὐκ ἀφ᾽ ἑαυτοῦ εἶπεν, ἀλλὰ τοῖς Ἕλλησι περιέθηκε τὸν λόγον, <quote rend="expand">ἐὰν οὖν οἱ Ἕλληνες πέμπωσι πρὸς ὑμᾶς καὶ λέγωσι, πέμπετε, ὦ Ἀθηναῖοι, πρὸς ἡμᾶς ἑκάστοτε πρέσβεις λέέγοντας ὡς ἐπιβουλεύει Φίλιππος ἡμῖν καὶ πᾶσι τοῖς Ἕλλησι,</quote> καὶ τὰ ἑξῆς. καὶ πάλιν ἐν τῷ πρὸς Λεπτίνην, <quote rend="expand">ἂν δὲ δὴ πέμψας ὡς ἡμᾶς Αεύκων ἐρωτᾷ, τί ἔχοντες ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῇρησθε, τί, πρὸς θεῶν, ἐροῦμεν ἡμεῖς;</quote> ἐν γὰρ τούτῳ τῷ λόγῳ λίαν ἰσχυρότερον <del>τὸν τρόπον</del> ἐκ τοῦ προσώπου τῶν λεγόντων πεποίηκεν.</p></div><div type="textpart" subtype="section" n="13"><head rend="center">ΠΕΡΙ ΠΥΣΜΑΤΙΚΟΥ.</head><p rend="indent">Τὸ πυσματικὸν σχῆμα ἔργα μὲν ἔχει τέσσαρα, προσοχήν, σαφήνειαν, ἐνάργειαν, ἔλεγχον. προσοχὴ  <pb facs="219219004_0107"/> μὲν οὖν ἐστίν, οἷον <quote rend="expand">διὰ τί;</quote> καὶ πάλιν, <quote rend="expand">τίνος οὕνεκα ταῦτα λέγω;</quote> ἐπιστρέφει γὰρ τούς ἀκούοντας ἡ τοιαύτη ἐρώτησις. σαφήνεια δὲ οὕτως, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους, <quote rend="expand">ὁ μὲν τὸν νόμον τιθείς, οὕτως· ὁ δὲ τὸ ψήφισμα γράφων, πῶς;</quote> καὶ πάλιν, <quote rend="expand">ποῦ τοῦτο δηλοῖ; ἔν τε τῷ προτέρῳ νόμῳ καὶ ἐν τούτῳ.</quote> καὶ πάλιν, <quote rend="expand">ἀλλὰ πῶς; ὡς ἐν τῷ ἄξονι εἴρηται, φησί.</quote> ᾔδει γὰρ τὴν τῶν νόμων ἐξέτασιν φύσει δυσπαρακολούθητον οὖσαν, σαφήνειαν δὲ <del>τὸ</del> δοῦναι τὸ σχῆμα δυνάμενον. ἐνάργεια δέ ἐστι τὸ τοιοῦτον, <quote rend="expand">πῶς ἂν ὠμότερος συκοφάντης γένοιτο;</quote> καὶ πάλιν, <quote rend="expand">καὶ τίς ἂν γένοιτο ἀναιδείας ὑπερβολή;</quote> ἔλεγχος δέ ἐστι τὸ τοιοῦτον, ὅταν λέγῃ τί πράττειν ἔδει καὶ ποιεῖν τὴν πόλιν· καὶ πάλιν, τῆς ποίας μερίδος γενέσθαι τὴν πόλιν ἐβούλετ᾽ ἄν· καὶ τρίτον εἰς τὸ αὐτό, <quote rend="expand">τί τὴν πόλιν, Αἰσχίνη, προσῆκε ποιεῖν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν αὑτῷ κατασκευαζόμενον Φίλιππον;</quote> καὶ τέταρτον, <quote rend="expand">ἤδη γάρ σε ἐρωτῶ, πάντα τὰ ἄλλα ἀφείς.</quote> καὶ πάλιν, <quote rend="expand">πότερον πάντα ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ διέλυε τὴν εἰρήνην, ἢ οὔ; καὶ πότερον φανῆναί τινα τῶν Ἑλλήνων τὸν ταῦτα κωλύσοντα ποιεῖν αὐτὸν ἐχρῆν, ἢ μή;</quote> οὐδὲ γὰρ ἀνενεγκεῖν τῷ ἀντιδίκῳ συνεχώρησεν, ἀλλὰ τῷ συνεχεῖ τῆς ἐρωτήσεως τὸ ἄπορον τῆς ἀποκρίσεως ἐξελέγχει.</p></div><div type="textpart" subtype="section" n="14"><head rend="center">ΠΕΡΙ ΕΜΦΑΣΕΩΣ.</head><p rend="indent">Ἔμφασις δέ ἐστιν ὅταν μὴ αὐτό τις λέγῃ τὸ πρᾶγμα, ἀλλὰ δι᾽ ἑτέρων ἐμφαίνῃ, οἷον <quote rend="expand">τί τὸ κωλῦον αὐτὸν ἔσται βαδίζειν ὅποι βούλεται;</quote> ἐμφαίνει γὰρ ὅτι κωλύειν αὐτὸν οὐδενὸς βουλομένου τῆς Ἀττικῆς <pb facs="219219004_0108"/>  ἐπιβῆναι δυνήσεται. καὶ πάλιν Ἀπολλόδωρος, <quote rend="expand">ἐγὼ γὰρ ὁμομήτριον ἀδελφὸν ἐμαυτοῦ Πασικλέα νομίζω, ὁμοπάτριον δὲ οὐκ οἶδα.</quote> οὔτε γὰρ ἀνειμένην βλασφημίαν ἔχει τὸ εἰρημένον, καὶ ἀκριβῶς τῇ ἐμφάσει πρεσβυτέρα μοιχεία δέδεικται.</p></div><div type="textpart" subtype="section" n="15"><head rend="center">ΠΕΡΙ ΑΝΤΙΚΕΙΜΕΝΟΥ.</head><p rend="indent">Ἀπὸ τοῦ ἀντικειμένου ἐστὶν ὅταν μὴ περὶ τοῦ προκειμένου τι εἴπῃ, ἀλλὰ τὸ ἀντικείμενον ἐφ᾽ ἑτέρου προσώπου, δι᾽ ἐκείνου τοῦτο σημαίνων, καὶ παρέοικε τῇ ἐμφάσει τοῦτο. βουλόμενος γὰρ πάλιν εἰπεῖν ἃ ὁ Μειδίας ἔπραττεν ἀπὸ τοῦ ἀντικειμένου αὐτὰ ἐπὶ τὸν Ἰφικράτην εἶπεν, <quote rend="expand">οὐκ ἐβάδιζεν ἐπὶ τὰς τῶν χρυσοχόων οἰκίας νύκτωρ, οὐδὲ κατερρήγνυε τὰ παρεσκευασμένα ἱμάτια εἰς τὴν ἑορτήν, οὐδὲ διέφθειρε διδάσκαλον, οὐδὲ χορὸν μανθάνειν ἐκώλυε.</quote> ταῦτα γὰρ ἀπὸ τοῦ ἀντικειμένου κατὰ τοῦ Μειδίου λέγει. καὶ πάλιν, <quote rend="expand">οὐκ ἐπὶ μὲν τοῖς ἑτέρων ἀγαθοῖς φαιδρὸς ἐγὼ καὶ γεγηθὼς κατὰ τὴν ἀγορὰν περιέρχομαι.</quote> τοῦτο γάρ που λέγει ὅτι οὗτοι τοιαῦτα πράττουσι.</p></div><div type="textpart" subtype="section" n="16"><head rend="center">ΠΕΡΙ ΤΟΥ ΠΑΡΑ ΠΡΟΣΔΟΚΙΑΝ.</head><p rend="indent">Παρὰ προσδοκίαν δέ ἐστιν, ὅταν, ἄλλο τοῦ ἀκροατοῦ προσδεχομένου, ἄλλα μετά τινος χάριτος ἐπενέγκῃ, οἷον <quote rend="expand">τὰ μέντοι Φιλίππου εὐεργετήματα τοιαῦτα ἔσται· οὔτε τὰ ὑμέτερα ὑμῖν αὐτοῖς ἀποδώσει, οὔτε ἐν τῇ οἰκουμένῃ αἱ τιμαὶ ἔσονται.</quote></p></div><div type="textpart" subtype="section" n="17"><head rend="center">ΠΕΡΙ ΑΥΤΟΣΧΕΔΙΟΥ.</head><p rend="indent">Αὐτοσχέδιον δ᾽ ἔστιν ὅταν προσποιῆται ἄρτι νενοηκέναι, οἷον <quote rend="expand">ὃ τοίνυν μεταξὺ λέγων ἐνεθυμήθην.</quote> <pb facs="219219004_0109"/>  καὶ πάλιν, <quote rend="expand">τουτὶ γὰρ αὖ μικροῦ με παρῆλθεν.</quote></p></div><div type="textpart" subtype="section" n="18"><head rend="center">ΠΕΡΙ ΑΝΤΙΘΕΤΟΥ.</head><p rend="indent">Ἀντίθετον δέ ἐστι τὸ κατὰ διάνοιαν, οὗ καὶ Αἰσχίνης μέμνηται τὸ <quote rend="expand">τοῖς ἐπιβεβουλευμένοις</quote> * *  λέγων. βουλόμενος γὰρ ὁ Δημοσθένης τοῦ Αἰσχίνου τὸ περὶ τὴν Ὀλυνθίαν συμπόσιον μᾶλλον διαβάλλειν, ἐξ ἀντιθέτου εἶπε τὸ τοῦ Σατύρου <del>ὁ</del> περὶ τὰς Ὀλυνθίας αἰχμαλώτους φιλάνθρωπον, διὰ τῆς κατὰ τὸν Σάτυρον ἐπιεικείας εἰς τὴν τοῦ Αἰσχίνου παροινίαν μᾶλλον παροξύνων τούς δικάζοντας.</p></div><div type="textpart" subtype="section" n="19"><head rend="center">ΠΕΡΙ ΤΟΥ ΔΙΑΛΕΚΤΙΚΟΥ.</head><p rend="indent">Διαλεκτικὸν δέ ἐστιν, ὃ μάλιστα ποιεῖ Δημοσθένης, ὅταν μὴ ἁπλῶς διεξίῃ τὸν λόγον, ἀλλὰ πρὸς πεῦσιν καὶ ἀπόκρισιν συλλογίζηται ἃ βούλεται, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος. ἠδύνατο μὲν εἰπεῖν, οὗτος ὑπὲρ ὑμῶν τὰς εἰσπράξεις οὐχ ὑπέστη, ὃς πολλοὺς πολλάκις μεῖζον τὴν πόλιν ἀδικήσαντας οὐκ ἔκρινεν, ὁ δὲ τῷ διαλεκτικῷ συνελογίσατο τρόπῳ· <quote rend="expand">πότεροι γάρ φησιν * * οἱ τὰ τῆς πόλεως κλέπτοντες ἢ οἱ τὰ ἑαυτῶν εἰσενεγκεῖν μὴ δυνάμενοι; φαίης ἂν ἐκείνους. τί ποτ᾽ οὖν ὄντων ἐτῶν πλειόνων ἢ λʹ ἐν οἷς πολλοὶ παρὰ τούτοις ἐπικέκρινται, οὐδενὸς τῶν πώποτε ἐξητάσθης κατήγορος; ὅτι ἐκείνοις μὲν συνηδίκεις, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφῃροῦ.</quote> καὶ ἐν τῷ πρὸς Λεπτίνην, <quote rend="expand">ὀμωμόκατε γνώμῃ δικάσειν τῇ δικαιοτάτῃ. τὸ τοίνυν τῆς γνώἔῆς εἰς ἅπαντα ἀνενέγκατε τὸν νόμον. ἆρα ὑμῖν δίκαιον εἶναι δοκεῖ τοὺς εὐεργέτας τιμᾶν <pb facs="219219004_0110"/> τὰ δίκαια; τί δέ; ὁπόσα ἂν λάβῃ τις, δίκαιον ἔχειν; δίκαιον. ταῦτα τοίνυν αὐτοί τε ποιεῖτε, ἵνα εὐορκῆτε.</quote> ἃ γὰρ ἐνῆν ἁπλῶς εἰπεῖν, ταῦτα πυνθανόμενόν τινα καὶ ἀποκρινόμενον ποιῶν μᾶλλον συνήγαγεν.</p></div><div type="textpart" subtype="section" n="20"><head rend="center">ΠΕΡΙ ΤΟΠΟΥ ΕΜΒΟΛΗΣ ΕΞ ΟΝΟΜΑΤΟΣ.</head><p rend="indent">Τόπου δὲ ἐμβολὴ ἐξ ὀνόματός ἐστιν, ὅταν ὄνομα ὑποθεὶς ἐξ αὐτοῦ εἰσάγῃ τὸν τόπον, ὃ πλεῖστον παρ᾽ αὐτῷ καὶ κάλλιστον. προθεὶς γὰρ τοῦτο, <quote rend="expand">οὐδὲ θαυμάζω τοῦτ᾽ ἐγώ, * * εἰ μηδὲν ποιοῦντες ἡμεῖς τοῦ πάντα ποιοῦντος ἃ δεῖ περιῆμεν,</quote> ἀπὸ τοῦ ῥήματος τόπον ἐποίησεν, <quote rend="expand">ἀλλ᾽ ἐκεῖνο θαυμ μάζω, εἰ Λακεδαιμονίοις ποτὲ ὑπὲρ τῶν Ἐλ.ληνικῶν δικαίων ἀντήρατε.</quote> καὶ πάλιν προθείς, <quote rend="expand">τὸν δὲ τειχισμὸν τοῦτον, ὃν σύ μοι διέσυρ ρες, καὶ τὴν ταφρείαν ἀξίαν μὲν χάριτος καὶ ἐπαίνων κρίνω· πῶς γὰρ οὔ;</quote> εἶτα ἐκ τοῦ κατὰ τὸν τειχισμὸν ὀνόματος ἐπήνεγκεν, <quote rend="expand">οὐ λίθοις ἐτείχισα τὴν πόλιν, οὐδὲ πλίνθοις ἐγώ, οὐδ᾽ ἐπὶ τούτοις μέγιστον τῶν ἐμαυτοῦ φρονῶ· ἀλλ᾽ ἐὰν τὸν ἐμὸν τειχισμὸν θέλῃς σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις.</quote></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>