<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2049.tlg001.1st1K-grc1:15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2049.tlg001.1st1K-grc1:15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2049.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2049.tlg001.1st1K-grc1" n="15"><head rend="center">Κεφ. ιε′.<lb/>Διὰ τί ἀνενδεεῖς ὄντας τοὺς θεοὺς τιμῶμεν.</head><p rend="indent">Ἐκ δὲ τούτων καὶ ἡ περὶ θυσιῶν καὶ τῶν ἄλλων τῶν εἰς θεοὺς γινομένων λέλυται ζήτησις. Αὐτὸ μὲν γὰρ τὸ θεῖον ἀνενδεές· αἱ δὲ τιμαὶ τῆς ἡμετέρας ὠφελείας ἕνεκα γίνονται. Καὶ ἡ μὲν πρόνοια τῶν θεῶν διατείνει πανταχῆ, ἐπιτηδειότητος δὲ μόνον πρὸς ὑποδοχὴν δεῖται· πᾶσα δὲ ἐπιτηδειότης μιμήσει καὶ ὁμοιότητι γίνεται, διὸ οἱ μὲν ναοὶ τὸν οὐρανόν, οἱ δὲ βωμοὶ μιμοῦνται τὴν γῆν, τὰ δὲ ἀγάλματα τὴν ζωήν, καὶ διὰ τοῦτο ζῴοις ἀπείκασται, αἱ δὲ εὐχαὶ τὸ νοερόν, οἱ δὲ χαρακτῆρες τὰς ἀῤῥήτους ἄνω δυνάμεις, βοτάναι δὲ καὶ λίθοι τὴν ὕλην, τὰ δὲ θυόμενα ζῷα τὴν ἐν ἡμῖν ἄλογον ζωήν. Ἐκ δὲ τούτων ἁπάντων τοῖς μὲν θεοῖς πλέον οὐδέν· τί γὰρ ἂν πλέον γένοιτο θεῷ; ἡμῖν δὲ πρὸς ἐκείνους γίνεται συναφή.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>