<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:7.2.1-7.2.6</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:7.2.1-7.2.6</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="7"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="1"><p> Λογισάμενος δὲ, ὡς τῶν ἀμφὶ τὸν Ἴστρον βαρβάρων <pb n="680"/>
                                Ἰλλυριοὺς καὶ Θρᾷκας ἐνοχλούντων προσῆκεν ἐπαμύνειν: ἀναγκαῖον δὲ
                                καὶ τοῖς πρὸς ἑσπέραν ἀρχομένοις παρεῖναι, καὶ μάλιστα Ἀλαμανῶν τοὺς
                                ἐνθάδε Γαλάτας κακουργούντων, κοινωνὸν ἐποιήσατο τῆς ἀρχῆς ἐν τῷ
                                Σιρμίῳ Θεοδόσιον, γένους τῶν ἀμφὶ τὸ Πυρηναῖον ὄρος Ἰβήρων,
                                εὐπατρίδην τε, καὶ ἄριστα πολλάκις ἐν πολέμοις διαγενόμενον: ὡς καὶ
                                πρὸ τῆς βασιλείας ἐν ταῖς τῶν ὑπηκόων γνώμαις ἐπιτήδειον αὐτὸν δόξαι
                                πρὸς ἡγεμονίαν.</p></div><div type="textpart" subtype="section" n="2"><p> Ἐν τούτῳ δὲ πλὴν Ἱεροσολύμων, ἔτι τῶν ἀνὰ τὴν ἕω ἐκκλησιῶν οἱ τὰ
                                Ἀρείου φρονοῦντες ἐκράτουν. Μακεδονιανοὶ δὲ, καὶ μάλιστα οἱ ἐν
                                Κωνσταντινουπόλει, μετὰ τὰς πρὸς Λιβέριον συνθήκας, οὐ μέγα τὶ
                                διεφέροντο πρὸς τοὺς ἐπαινοῦντας τὸ δόγμα τῶν ἐν Νικαίᾳ συνελθόντων:
                                ὡς ὁμοδόξοις δὲ, κατὰ πόλεις ἐπεμίγνυντο καὶ ἐκοινώνουν
                                ἀλλήλοις.</p></div><div type="textpart" subtype="section" n="3"><p> Μετὰ δὲ τὸν τεθέντα παρὰ Γρατιανοῦ νόμον, ἀδείας λαβόμενοί τινες τῶν
                                ἐπισκόπων <pb n="681"/> ταύτης τῆς αἱρέσεως, κατέλαβον τὰς
                                ἐκκλησίας, ὧν ἐπὶ Οὐάλεντος ἀφῄρηντο. Καὶ συνελθόντες ἐν Ἀντιοχείᾳ
                                τῆς Καρίας, ἐψηφίσαντο μὴ δεῖν ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν
                                ὀνομάζειν, </p></div><div type="textpart" subtype="section" n="4"><p>ἀλλ̓ ὁμοιοούσιον, ὡς πρόσθεν. Ἐκ τούτου δὲ, οἱ μὲν διακριθέντες, ἰδίᾳ
                                ἐκκλησίαζον: οἱ δὲ τῶν ταῦτα ψηφισαμένων ἐναντιότητα καὶ φιλονεικίαν
                                καταγνόντες, ἀπέστησαν αὐτῶν, καὶ βεβαιότερον ὡμοφρόνουν τοῖς κατὰ
                                τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου θρησκεύουσιν.</p></div><div type="textpart" subtype="section" n="5"><p> Ἐκ δὲ τῶν τότε κατὰ τὸν Γρατιανοῦ νόμον ἐπανελθόντων ἐπισκόπων ἀπὸ
                                τῆς συμβάσης αὐτοῖς φυγῆς ἐπὶ τῆς Οὐάλεντος βασιλείας, οἱ μὲν,
                                προεδρίας οὐδὲν ἐφρόντισαν: ἀλλὰ τὴν ὁμόνοιαν τῶν λαῶν
                                προτιμήσαντες, μὴ καταλιπεῖν σφᾶς ἐδεήθησαν τῶν ἀπὸ τῆς Ἀρείου
                                αἱρέσεως, μηδὲ διχονοίᾳ κατατέμνειν τὴν ἐκκλησίαν, ἣν παρὰ Θεοῦ καὶ
                                ἀποστόλων μίαν παραδοθεῖσαν, φιλονεικίαι καὶ φιλοπροεδρίαι εἰς
                                πολλὰς κατεμέρισαν.</p></div><div type="textpart" subtype="section" n="6"><p> Ταύτης δὲ τῆς σπουδῆς ἐγένετο καὶ Εὐλάλιος ὁ ἐν Ἀμασείᾳ τῇ πρὸς τῷ
                                Πόντῳ ἐπίσκοπος: λέγεται γοῦν μετὰ <pb n="682"/> τὴν ἐπάνοδον εὑρεῖν
                                ἕτερον προϊστάμενον τῆς αὐτοῦ ἐκκλησίας τῶν Ἀρείου ἐπισκόπων: εἶναι
                                δὲ τοὺς πειθομένους αὐτῷ ἐν τῇ πόλει οὐδ̓ ὅλους πεντήκοντα:
                                    <milestone unit="altedition" n="281"/>προνοούμενον δὲ τῆς πάντων
                                ἑνώσεως, ἀντιβολῆσαι τοῦτον πρωτεύειν, καὶ κοινῇ τὴν ἐκκλησίαν
                                ἰθύνειν, ἄθλον ἐπὶ τῇ ὁμονοίᾳ τὴν προεδρίαν ἔχοντα. Ἀλλ̓ ὁ μὲν μὴ
                                πεισθεὶς, οὐκ εἰς μακρὰν ἔμελλεν οὐδὲ ὧν εἶχεν ὀλίγων ἡγήσεσθαι,
                                προσθεμένων τοῖς ἄλλοις. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>