<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:7.19.1-7.19.12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:7.19.1-7.19.12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="7"><div type="textpart" subtype="chapter" n="19"><div type="textpart" subtype="section" n="1"><p> Αἵδε μὲν περὶ ταύτης τῆς ἑορτῆς αἱ διαφοραί. Σοφώτατα δέ πως οἶμαι
                                καταλῦσαι τὴν συμβᾶσαν πάλαι περὶ ταύτης φιλονεικίαν, τοὺς ἀμφὶ
                                Βίκτωρα τὸν τότε τῆς Ῥώμης ἐπίσκοπον καὶ Πολύκαρπον τὸν Σμυρναῖον.
                                Ἐπεὶ γὰρ οἱ πρὸς δύσιν ἱερεῖς οὐκ ᾤοντο δεῖν Παύλου καὶ Πέτρου τὴν
                                παράδοσιν ἀτιμάζειν: οἱ δὲ ἐκ τῆς Ἀσίας Ἰωάννῃ τῷ εὐαγγελιστῇ
                                ἀκολουθεῖν ἰσχυρίζοντο: τοῦτο κοινῇ δόξαν, ἕκαστοι ὡς <pb n="742"/>
                                εἰώθεσαν ἑορτάζοντες τῆς πρὸς σφᾶς κοινωνίας οὐκ ἐχωρίσθησαν.
                                    <milestone unit="altedition" n="307"/>Εὔηθες γὰρ καὶ μάλα
                                δικαίως ὑπέλαβον, ἐθῶν ἕνεκεν ἀλλήλων χωρίζεσθαι, περὶ τὰ καίρια τῆς
                                θρησκείας συμφωνοῦντες.</p></div><div type="textpart" subtype="section" n="2"><p> Οὐ γὰρ δὴ τὰς αὐτὰς παραδόσεις περὶ πάντα ὁμοίας, κἂν ὁμόδοξοί εἶεν,
                                ἐν πάσαις ταῖς ἐκκλησίαις εὑρεῖν ἐστίν. Ἀμέλει Σκύθαι πολλαὶ πόλεις
                                ὄντες, ἕνα πάντες ἐπίσκοπον ἔχουσιν: ἐν ἄλλοις δὲ ἔθνεσιν ἐστὶν ὅπη
                                καὶ ἐν κώμαις ἐπίσκοποι ἱεροῦνται, ὡς παρὰ Ἀραβίοις καὶ Κυπρίοις
                                ἔγνων, καὶ παρὰ τοῖς ἐν Φρυγίαις Ναυατιανοῖς, καὶ Μοντανισταῖς.</p></div><div type="textpart" subtype="section" n="3"><p> Διάκονοι δὲ παρὰ Ῥωμαίοις εἰσέτι νῦν οὐ πλείους εἰσὶν ἑπτὰ, καθ̓
                                ὁμοιότητα τῶν ὑπὸ τῶν ἀποστόλων χειροτονηθέντων, ὧν ἦν Στέφανος ὁ
                                πρῶτος μαρτυρήσας: παρὰ δὲ τοῖς ἄλλοις ἀδιάφορος ὁ τούτων
                                ἀριθμός.</p></div><div type="textpart" subtype="section" n="4"><p> Πάλιν αὖ ἑκάστου ἔτους ἅπαξ ἐν Ῥώμῃ τὸ Ἀλληλούϊα ψάλλουσι, κατὰ τὴν
                                πρώτην ἡμέραν τῆς Πασχαλίου ἑορτῆς, ὡς πολλοῖς Ῥωμαίων ὅρκον εἶναι,
                                τοῦτον τὸν ὕμνον ἀ ξιωθῆναι ἀκοῦσαί τε καὶ ψάλαι.</p></div><div type="textpart" subtype="section" n="5"><p> Οὔτε δὲ ὁ ἐπίσκοπος, οὔτε ἄλλος τις <pb n="743"/> ἐπ̓ ἐκκλησίας
                                ἐνθάδε διδάσκει. Παρὰ δὲ Ἀλεξανδρεῦσι μόνος ὁ τῆς πόλεως ἐπίσκοπος.
                                Φασὶ δὲ τοῦτο οὐ πρότερον εἰωθὸς ἐπιγενέσθαι, ἢ ἀφ̓ οὗ Ἄρειος
                                πρεσβύτερος ὢν, περὶ τοῦ δόγματος διαλεγόμενος ἐνεωτέρισε.</p></div><div type="textpart" subtype="section" n="6"><p> Ξένον δὲ κἀκεῖνο παρὰ Ἀλεξανδρεῦσι τούτοις: <milestone unit="altedition" n="308"/>ἀναγινωσκομένων γὰρ τῶν εὐαγγελίων,
                                οὐκ ἐπανίσταται ὁ ἐπίσκοπος: ὃ παῤ ἄλλοις οὔτ̓ ἔγνων οὔτ̓ ἀκήκοα.
                                Ταύτην δὲ τὴν ἱερὰν βίβλον ἀναγινώσκει ἐνθάδε μόνος ὁ ἀρχιδιάκονος:
                                παρὰ δὲ ἄλλοις, διάκονοι: ἐν πολλαῖς δὲ ἐκκλησίαις, οἱ ἱερεῖς μόνοι:
                                ἐν δὲ ἐπισήμοις ἡμέραις, ἐπίσκοποι, ὡς ἐν Κωνσταντινουπόλει κατὰ τὴν
                                πρώτην ἡμέραν τῆς ἀναστασίμου ἑορτῆς.</p></div><div type="textpart" subtype="section" n="7"><p> Καὶ τὴν πρὸ ταύτης δὲ καλουμένην τεσσαρακοστὴν, ἐν ᾗ νηστεύει τὸ
                                πλῆθος, οἱ μὲν εἰς ἓξ ἑβδομάδας ἡμερῶν λογίζονται, ὡς Ἰλλυριοὶ καὶ
                                οἱ πρὸς δύσιν, Λιβύη τε πᾶσα καὶ Αἴγυπτος σὺν τοῖς Παλαιστινοῖς: οἱ
                                δὲ, ἑπτὰ, ὡς ἐν Κωνσταντινουπόλει καὶ τοῖς πέριξ ἔθνεσι, μέχρι
                                Φοινίκων: <pb n="744"/> ἄλλοι δὲ, τρεῖς σποράδην ἐν ταῖς ἓξ ἢ ἑπτὰ
                                νηστεύουσιν: οἱ δὲ, ἅμα τρεῖς πρὸ τῆς ἑορτῆς συνάπτουσιν: </p></div><div type="textpart" subtype="section" n="8"><p> οἱ δὲ, δύο, ὡς οἱ τὰ Μοντανοῦ φρονοῦντες. Οὐ μὴν ἀλλὰ καὶ τοῦ
                                ἐκκλησιάζειν οὐχ ὁ αὐτὸς παρὰ πᾶσι καιρὸς ἢ τρόπος. Ἀμέλει οἱ μὲν
                                καὶ τῷ Σαββάτῳ ὁμοίως τῇ μιᾷ σαββάτου ἐκκλησιάζουσιν, ὡς ἐν
                                Κωνσταντινουπόλει, καὶ σχεδὸν πανταχοῦ: ἐν Ῥώμῃ δὲ καὶ Ἀλεξανδρείᾳ,
                                οὐκέτι: παρὰ δὲ Αἰγυπτίοις ἐν πολλαῖς πόλεσι καὶ κώμαις, παρὰ τὸ
                                κοινῇ πᾶσι νενομισμένον, πρὸς ἑσπέραν τῷ Σαββάτῳ συνιόντες,
                                ἠριστηκότες ἤδη, μυστηρίων μετέχουσι. </p></div><div type="textpart" subtype="section" n="9"><p> Καὶ εὐχαῖς δὲ καὶ ψαλμῳδίαις ταῖς αὐταῖς ἢ ἀναγνώσμασι, κατὰ τὸν
                                αὐτὸν καιρὸν, οὐ πάντας κεχρημένους εὑρεῖν ἐστίν. Οὕτω γοῦν τὴν
                                καλουμένην Ἀποκάλυψιν Πέτρου, ὡς νόθον παντελῶς πρὸς τῶν ἀρχαίων
                                δοκιμασθεῖσαν, ἔν τισιν ἐκκλησίαις τῆς Παλαιστίνης εἰσέτι νῦν ἅπαξ
                                ἑκάστου ἔτους ἀναγινωσκομένην ἔγνωμεν, ἐν τῇ ἡμέρᾳ παρασκευῆς, ἣν
                                εὐλαβῶς <pb n="745"/> ἄγαν ὁ λαὸς νηστεύει ἐπὶ ἀναμνήσει τοῦ
                                σωτηρίου πάθους.</p></div><div type="textpart" subtype="section" n="10"><p> Τὴν δὲ νῦν ὡς Ἀποκάλυψιν Παύλου τοῦ ἀποστόλου φερομένην, ἣν οὐδεὶς
                                ἀρχαίων εἶδε, πλεῖστοι μοναχῶν ἐπαινοῦσιν. Ἐπὶ ταύτης δὲ τῆς
                                βασιλείας ἰσχυρίζονταί τινες ταύτην ηὑρῆσθαι τὴν βίβλον. Λέγουσι γὰρ
                                ἐκ θείας ἐπιφανείας ἐν Ταρσῷ τῆς Κιλικίας κατὰ τὴν οἰκίαν Παύλου,
                                μαρμαρίνην λάρνακα ὑπὸ γῆν εὑρεθῆναι, καὶ ἐν αὐτῇ τὴν βίβλον
                                εἶναι.</p></div><div type="textpart" subtype="section" n="11"><p> Ἐρομένῳ δέ μοι περὶ τούτου, ψεῦδος ἔφησεν εἶναι Κίλιξ πρεσβύτερος
                                τῆς ἐν Ταρσῷ ἐκκλησίας: γεγονέναι μὲν γὰρ πολλῶν ἐτῶν καὶ ἡ πολιὰ
                                τὸν ἄνδρα ἐδείκνυεν. Ἔλεγε δὲ μηδὲν τοιοῦτον ἐπίστασθαι παῤ αὐτοῖς
                                συμβάν: <milestone unit="altedition" n="309"/>θαυμάζειν τε, εἰ μὴ
                                τάδε πρὸς αἱρετικῶν ἀναπέπλασται. Ἀλλὰ περὶ μὲν τούτου τάδε. </p></div><div type="textpart" subtype="section" n="12"><p> Πολλὰ δ̓ ἂν εὕροι τις ἔθη κατὰ πόλεις καὶ κώμας, ἅπερ αἰδοῖ τῶν ἐξ
                                ἀρχῆς παραδεδωκότων, ἢ τῶν τούτους διαδεξαμένων, οὐχ ὅσιον οὐδὲ
                                ἀνεκτὸν ἡγοῦνται <pb n="746"/> παραβαίνειν οἱ τούτοις ἐντραφέντες.
                                Ταυτὸν δὲ τοῦτο πεπονθέναι νομιστέον τοὺς ἀνθρώπους καὶ περὶ ταύτην
                                τὴν ἑορτὴν, ἧς ἕνεκεν εἰς τοὺς περὶ τούτων ἐξήχθη λόγους. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>