<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:2.13.1-2.13.7</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:2.13.1-2.13.7</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="13"><div type="textpart" subtype="section" n="1"><p> Ὑπὸ δὲ τοῦτον τὸν χρόνον καὶ Ἀκεψιμᾶν τὸν ἐπίσκοπον συνελάβοντο, καὶ
                                πολλοὺς τῶν ὑπ̓ αὐτὸν κληρικῶν. Ἐπιλογισάμενοι δὲ, τῇ ἄγρᾳ τοῦ
                                ἡγουμένου ἠρκέσθησαν: τοὺς δὲ ἄλλους ἀφῆκαν, τὰς οὐσίας αὐτῶν
                                ἀφελόμενοι.</p></div><div type="textpart" subtype="section" n="2"><p> Ἰάκωβος δέ τις πρεσβύτερος ἑκοντὴς εἵπετο τῷ Ἀκεψιμᾷ, καὶ δεηθεὶς
                                τῶν Μάγων, ὑπὸ τὸν αὐτὸν ἐγένετο δεσμόν: καὶ οἷα γηραλέῳ προθύμως
                                ὑπηρετεῖτο, καὶ τὰς συμφορὰς αὐτῷ ἐκούφιζεν, ὡς ἐνῆν, καὶ τὰς πληγὰς
                                ἐθεράπευε. Μετ̓ οὐ πολὺ γὰρ τῆς συλλήψεως, ἱμάσιν ὠμοῖς χαλεπῶς
                                αὐτὸν ἐβασάνισαν οἱ Μάγοι, βιαζόμενοι προσκυνῆσαι τὸν ἥλιον: ὡς δὲ
                                οὐκ εἶξε, πάλιν αὐτὸν ἐν δεσμοῖς εἶχον.</p></div><div type="textpart" subtype="section" n="3"><p> Κατ̓ ἐκεῖνο δὲ καιροῦ καὶ Ἀειθαλᾶς καὶ Ἰάκωβος πρεσβύτεροι, Ἀζαδάνης
                                τε καὶ Ἀβδιησοῦς διάκονοι, διὰ δόγμα δεσμωτήριον ᾤκουν, χαλεπώτατα
                                ὑπὸ τῶν Μάγων μαστιγωθέντες. Χρόνου δὲ πολλοῦ παρελθόντος, <pb n="148"/> ἐκοινώσατο περὶ αὐτῶν τῷ βασιλεῖ ὁ μέγας ἀρχιμάγος.
                                Καὶ ἐπιτραπεὶς ὡς βούλεται τιμωρήσασθαι αὐτοὺς, εἰ μὴ τὸν ἥλιον
                                προσκυνήσουσι, δήλην τοῖς ἐν δεσμωτηρίῳ ἐποιήσατο τὴν Σαβώρου
                                πρόσταξιν. </p></div><div type="textpart" subtype="section" n="4"><p> Ὡς δὲ ἀναφανδὸν ἀπεκρίναντο, μήποτε σφᾶς προδότας γενέσθαι τοῦ
                                Χριστοῦ, μηδὲ τὸν ἥλιον προσκυνήσειν, ἀφειδῶς αὐτοὺς ἐβασάνισε. Καὶ
                                Ἀκεψιμᾶς μὲν ἐν ταῖς τοῦ δόγματος ὁμολογίαις ἀνδρείως διαμείνας
                                ἐτελεύτησε. Τινὲς δὲ τῶν ἐξ Ἀρμενίας παρὰ Πέρσαις ὁμήρων τὸ λείψανον
                                αὐτοῦ λάθρα</p></div><div type="textpart" subtype="section" n="5"><p> ἀνελόμενοι ἔθαψαν. Οἱ δὲ ἄλλοι, καίπερ οὐχ ἧττον μαστιγωθέντες,
                                παραδόξως ἔζων: καὶ μὴ μεταθέμενοι τῆς γνώμης, πάλιν ἐν δεσμοῖς
                                ἐγένοντο. Σὺν αὐτοῖς δὲ ἦν καὶ Ἀειθαλᾶς, ὃς ἐν τῷ τύπτεσθαι
                                τεινόμενος, ὑπὸ τοῦ ἄγαν ἑλκυσμοῦ ἀπὸ τῶν ὤμων διεσπάσθη τοὺς
                                βραχίονας, καὶ νεκρὰς μόνον καὶ ᾐωρημένας τὰς χεῖρας περιέφερεν, ὡς
                                ἄλλους τῷ στόματι αὐτοῦ τὴν τροφὴν προσάγειν.</p></div><div type="textpart" subtype="section" n="6"><p> Ἐπὶ ταύτης τῆς ἡγεμονίας μαρτύρια <pb n="149"/> τοῦ βίου
                                περιέστησαν, πρεσβυτέρων τε καὶ διακόνων, καὶ μοναχῶν καὶ ἱερῶν
                                παρθένων, καὶ τῶν ἄλλων περὶ τὰς ἐκκλησίας ὑπηρετουμένων, καὶ περὶ
                                τὸ δόγμα διακειμένων, πλῆθος ἀναρίθμητον.</p></div><div type="textpart" subtype="section" n="7"><p> Ἐπίσκοποι δὲ ὧν ἐπυθόμην Βαρβασύμης καὶ Παῦλος καὶ Γαδδιάβης καὶ
                                Σαβῖνος καὶ Μαρέας καὶ Μώκιος καὶ Ἰωάννης καὶ Ὁρμίσδας, Πάπας τε καὶ
                                Ἰάκωβος, καὶ Ῥώμας καὶ Μαάρης καὶ Ἄγας καὶ Βόχρης καὶ Ἀβδᾶς καὶ
                                Ἀβδιησοῦς, Ἰωάννης τε καὶ Ἀβράμιος, καὶ Ἀγδελᾶς καὶ Σαβώρης καὶ
                                Ἰσαὰκ, καὶ Δαῦσας, ὃς αἰχμάλωτος ἦν γενόμενος ὑπὸ Περσῶν ἀπὸ
                                Ζαβδαίου, <milestone unit="altedition" n="62"/>χωρίου ὧδε
                                προσαγορευομένου, κατ̓ ἐκεῖνο δὲ καιροῦ ὑπὲρ τοῦ δόγματος τέθνηκεν,
                                ἅμα Μαρεάβδῃ χωρεπισκόπῳ, καὶ κληρικοῖς τοῖς ὑπ̓ αὐτὸν, ἀμφὶ <pb n="150"/> διακοσίοις πεντήκοντα, οἳ παρὰ Περσῶν αἰχμάλωτοι
                                συνελήφθησαν. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>