<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.7.79-32.8.95</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.7.79-32.8.95</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" n="32"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32" n="7"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.7" n="79"><p>εἰ δὲ πόδας μαθητῶν νίπτων ὡραίους αὐτοὺς ποιεῖ, τί φήσομεν ἀπὸ τοῦ ἀληθινοῦ κάλλους ἐγγίνεσθαι τοῖς ὑπὸ Ἰησοῦ βαπτισαμένοις ὅλοις ἐν πνεύματι ἁγίῳ καὶ πυρί; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.7" n="80"><p>ὡραῖοι δὲ οἱ πόδες ἐγένοντο τῶν εὐαγγελιζομένων τὰ ἀγαθά, ἵνα νιψάμενοι καὶ καθηράμενοι καὶ ἐκμαξάμενοι ὑπὸ τῶν Χριστοῦ χειρῶν, ἐπιβῆναι δυνηθῶσιν τῆς ἁγίας ὁδοῦ καὶ ὁδεύειν τὸν εἰπόντα τὸ »Ἐγώ εἰμι ἡ »ὁδός«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.7" n="81"><p>μόνος γὰρ καὶ πᾶς ὁ νιψάμενος τοὺς πόδας ἀπὸ τοῦ Ἰησοῦ ὁδεύει τὴν ὁδὸν ταύτην τὴν ζῶσαν καὶ φέρουσαν πρὸς τὸν πατέρα, καὶ οὐ χωρεῖ ἡ ὁδὸς αὕτη πόδας μεμολυσμένους καὶ τοὺς ἔτι μὴ καθαρούς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.7" n="82"><p>Μωσῆς μὲν οὖν ἐδεῖτο ὑπολύσασθαι τὸ ὑπόδημα ἀπὸ τῶν ποδῶν αὐτοῦ ἐπείπερ ἐφ’ ὃν ἐφθάκει τόπον, ἐν ᾧ εἰστήκει, γῆ ἁγία ἦν· ὁμοίως δὲ ὁ τοῦ Ναυῆ Ἰησοῦς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.7" n="83"><p>οἱ δὲ μαθηταὶ τοῦ Ἰησοῦ, ἵνα ὁδεύσωσιν τὴν ζῶσαν καὶ ἔμψυχον ὁδόν, οὐ μόνον ἀρκοῦνται τῷ μὴ ἔχειν ὑποδήματα κατὰ τὴν ὁδόν, τοῦτο τοῖς ἀποστόλοις αὐτοῦ ἐντειλαμένου τοῦ Ἰησοῦ, ἀλλὰ γὰρ ἔδει πρὸς τὸ ὁδεῦσαι τὴν ὁδὸν ταύτην αὐτοῖς καὶ τὸ νίψασθαι ὑπὸ τοῦ Ἰησοῦ ἀποθεμένου τὰ ἱμάτια, τάχα μὲν ἵνα καθαροὺς αὐτῶν τοὺς πόδας ποιήσῃ καθαρωτέρους, τάχα δὲ ἵνα τὸν ἐν τοῖς ποσὶ τῶν μαθητῶν ῥύπον ἀναλάβῃ εἰς τὸ ἑαυτοῦ σῶμα διὰ τοῦ λεντίου, ᾧ μόνῳ περιεζωσμένος ἦν. Αὐτὸς γὰρ τὰς ἀσθενείας ἡμῶν φέρει.</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32" n="8"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.8" n="84"><p rend="indent">Ὅρα γοῦν ὅτι μέλλων νίπτειν | τοὺς πόδας τῶν μαθητῶν οὐκ ἄλλον καιρὸν ἐπελέξατο ἢ ὅτε ὁ διάβολος ἤδη βεβλήκει εἰς τὴν καρδίαν, ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης, καὶ ἡ ὑπὲρ ἀνθρώπων ἔμελλεν γίνεσθαι οἰκονομία. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.8" n="85"><p>πρὸ γὰρ τούτου εὔκαιρον οὐκ ἦν νίψασθαι τοὺς πόδας ὑπὸ τοὺ Ἰησοῦ τοὺς μαθητάς. τίς γὰρ ἂν τὸν ἐν τῷ μεταξὺ ἕως τοῦ πάθους ῥύπον τῶν ποδῶν αὐτῶν ἀπένιψεν ἄν; ἀλλ’ οὐδὲ ἐν τῷ καιρῷ τοῦ πάθους· ἄλλος γὰρ Ἰησοῦς οὐκ ἦν ὁ νίπτων αὐτῶν τοὺς πόδας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.8" n="86"><p>ἀλλ’ οὐδὲ μετὰ τὴν οἰκονομίαν· ἤδη γὰρ ὥρα τοῦ ἁγίου πνεύματος ἐπιδημήσαντος τοῖς μαθηταῖς ἦν, γενομένοις καθαροῖς καὶ νιψαμένοις τοὺς πόδας, καὶ ἤδη ἔχουσιν ἑτοίμους αὐτοὺς καὶ ὡραίους πρὸς τὸ ἐν τῷ πνεύματι εὐαγγελίζεσθαι τὰ ἀγαθά. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.8" n="87"><p>τοιοῦτον οὖν ἐστιν τὸ »Ὃ ἐγὼ ποιῶ σὺ <pb facs="uiuc-2850082v4-1622047771_0550"/> »οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα«· σύμβολόν ἐστιν τὸ νίψασθαι ὑμῶν τοὺς πόδας ὑπ’ ἐμοῦ τοῦ καθαρθῆναι τὰς βάσεις τῶν ψυχῶν ὑμῶν, ἵνα γένωνται ὡραῖοι, μελλόντων ὑμῶν εὐαγγελίζεσθαι τὰ ἀγαθὰ καὶ καθαροῖς τοῖς ποσὶν ἐπιβαίνειν ταῖς τῶν ἀνθρώπων ψυχαῖς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.8" n="88"><p>τοῦτο δὲ τὸ μυστήριον σὺ νῦν μὲν οὐκ οἶδας, ἅτε μηδέπω χωρῶν τὴν γνῶσιν αὐτοῦ, εὐκαιρότερον ἐσομένην ἐν σοὶ ἐπὰν νίψῃ τοὺς πόδας ὑπ’ ἐμοῦ· μετὰ δὲ ταῦτα γνώσει ἐν τῷ τοῦτο συνιέναι φωτιζόμενος τῇ περὶ οὐκ εὐκαταφρονήτου καὶ βραχέος τινὸς γνώσει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.8" n="89"><p>ταῦτα δὲ λέγοντος τῷ Πέτρῳ τοῦ Ἰησοῦ, ὁ μαθητὴς ἀποκρίνεται οὐκ ἐπιστημονικὴν ἀπόκρισιν, πλὴν φαντασίαν ἐξαποστέλλουσαν τοῦ πρὸς τὸν Ἰησοῦν τιμητικοῦ καὶ σεβασμίου, φαντασίαν διεψευσμένην ἔτι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.8" n="90"><p>διόπερ, ἐπεὶ μὴ συμφέρουσα ἦν τῷ Πέτρῳ ἡ ἀπόκρισις αὐτοῦ, οὐκ ἐᾷ αὐτὴν γενέσθαι ἀληθῆ ὁ τὰ ἐπὶ βλάβῃ ἀληθευσόμενα τῇ τοῦ λέγοντος πρεπόντως ἑαυτοῦ τῇ χρηστότητι κωλύων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.8" n="91"><p>ὁ μὲν γὰρ Πέτρος φησίν· »Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα« καὶ ἀπεφήνατο, κρίναντος τοῦ Ἰησοῦ νίπτειν αὐτοῦ τοὺς πόδας, τὸ μὴ νιφθήσεσθαι ὑπ’ αὐτοῦ καὶ μὴ νιφθήσεσθαι εἰς τὸν ἅπαντα αἰῶνα· ὁ δὲ βλέπων λυσιτελέστερον εἶναι τὸ ἐν τούτῳ ψεύσασθαι τὸν Πέτρον τοῦ ἀληθεῦσαι αὐτὸν ὑποδείκνυσι τὸ ἐν τῷ μὴ δεῖν ἀληθεύειν τοῦτο εἰρηκότα λυσιτελές, φήσας· »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος »μετ’ ἐμοῦ«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.8" n="92"><p>εἴπερ οὖν ὁ Πέτρος ἔμελλεν ἀποφηνάμενος μὲν τὸ »Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα«, καὶ ἀληθεύων ἐν τούτῳ μὴ ἕξειν μετὰ τοῦ Ἰησοῦ μέρος, ἔμελλεν δὲ ἔχειν μέρος μὴ ἀληθεύων, ἐφ’ ᾧ φθάσας εἶπεν προπετῶς, τί ἄλλο πράττειν ἐχρῆν ἢ μὴ ἀληθεύειν; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.8" n="93"><p>ἵνα μὴ τὸ ἀληθεύειν τοῦτο ποιήσῃ αὐτὸν μὴ ἔχειν μετὰ τοῦ Ἰησοῦ μέρος, ψεύστην αὐτὸν ἀποδείξαντος ἐν τῷ νίψασθαι τοὺς πόδας αὐτοῦ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.8" n="94"><p>γέγραπται γάρ· »Πᾶς ἄνθρωπος ψεύστης«· εὐκαίρως δέ ποτε χρησόμεθα τῷ ῥητῷ ἐπὶ τῶν προπετέστερον καὶ ἀκρίτως εἰπόντων τι ποιήσειν ὅπερ αὐτοῖς μὴ λυσιτελεῖ ἐμμένουσι τῷ κακῶς κεκριμένῳ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:32.8" n="95"><p>ὑποδεικνύντες γὰρ αὐτοῖς ὅτι οὐχ <pb facs="uiuc-2850082v4-1622047771_0551"/> ἕξουσιν μὲν μετὰ τοῦ Ἰησοῦ μέρος, τὴν προπετῆ ἐν ἐπαγγελείᾳ τηρήσαντες φωνήν, δυνήσονται δὲ ἀθετηθέντος τοῦ προειρημένου ἐλπίδα ἔχειν ἀγαθήν, ἀποστήσομεν αὐτοὺς τοῦ ἐμμένειν τοῖς κακῶς κεκριμένοις, κἂν μετὰ ὅρκου διὰ πολλὴν προπέτειαν τὸ τοιοῦτόν ποτε γένηται. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>