<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.7.52-28.9.68</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.7.52-28.9.68</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" n="28"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28" n="7"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.7" n="52"><p>διὸ μετὰ τὴν πρὸς τὸν πατέρα εὐχαριστίαν μεγάλῃ ἐχρήσατο φωνῇ, δύναμιν ἐντιθείσῃ τῷ Λαζάρῳ, μεγάλης χρῄζοντι ὡς οὐδέπω γενομένῳ ὀξυηκόῳ τῆς προκαλουμένης αὐτὸν ἔξω τοῦ μνημείου κραυγῆς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.7" n="53"><p>καὶ τοῦτο δὲ νομιστέον ἄξιον εἶναι τοῦ Ἰησοῦ ἔργον, τὸ μὴ μόνον εὔξασθαι ἵνα ζήσῃ ὁ νεκρός, ἀλλὰ καὶ ἐμβοῆσαι αὐτῷ καὶ καλέσαι τὸν ἔνδον τοῦ σπηλαίου καὶ τοῦ μνημείου ἐπὶ τὰ ἔξω αὐτοῦ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.7" n="54"><p>χρὴ δὲ εἰδέναι ὅτι εἰσίν τινες καὶ νῦν Λάζαροι, μετὰ τὴν φιλίαν Ἰησοῦ ἀσθενήσαντες καὶ ἀποθανόντες καὶ ἐν μνημείῳ καὶ νεκρῶν χώρᾳ μείναντες μετὰ νεκρῶν νεκροί, καὶ μετὰ τοῦτο τῇ εὐχῇ τοῦ Ἰησοῦ ζωοποιηθέντες καὶ ἀπὸ τοῦ μνημείου ἐπὶ τὰ ἔξω αὐτοῦ ὑπὸ Ἰησοῦ τῇ μεγάλῃ αὐτοῦ φωνῇ καλούμενοι· ᾧ ὁ πειθόμενος ἐξέρχεται, τοὺς ἀξίους τῆς νεκρότητος δεσμοὺς ἐκ τῶν προτέρων ἁμαρτημάτων περικείμενος καὶ τὴν ὄψιν περιδεδεμένος ἔτι, καὶ μήτε βλέπων μήτε πορευθῆναι δυνάμενος μήτε τι ἐνεργῆσαι διὰ τοὺς τῆς νεκρότητος δεσμούς, ἕως Ἰησοῦς κελεύσῃ τοῖς λῦσαι αὐτὸν δυναμένοις καὶ ἀφιέναι αὐτὸν ἀπιέναι. καὶ πειράσθω γε πᾶς ὁ δυνάμενος λέγειν· »Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος »χριστοῦ;« τοιοῦτος γενέσθαι, ἵνα [μὲν] αὐτῷ Χριστὸς φωνῇ μεγάλῃ εἴπῃ κραυγάσας τῷ μετὰ τὸ ἀποθανεῖν † κιρήσαντι μέν, οὐκ ὀξέως δέ, καὶ διὰ τοῦτο δεομένῳ τῆς Ἰησοῦ κραυγῆς τὸ »Λάζαρε, δεῦρο »ἔξω«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.7" n="55"><p>καὶ νόμισον εἶναι ἐν ᾅδου μετὰ τῶν σκιῶν καὶ τῶν νεκρῶν καὶ ἐν χώρᾳ νεκρῶν ἢ μνημείοις τὸν μετὰ τὸ λαβεῖν ἐπίγνωσιν ἀληθείας καὶ φωτισθέντα, γευσάμενόν τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μέτοχον γενόμενον πνεύματος ἁγίου καὶ καλὸν γευσάμενον θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, ἀποστατήσαντα τοῦ χριστοῦ καὶ ἐπὶ τὸν ἐθνικὸν παλινδρομήσαντα βίον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.7" n="56"><p>ἐπὰν οὖν περὶ <pb facs="uiuc-2850082v4-1622047771_0510"/> τοῦ τοιούτου ἐλθὼν αὐτοῦ εἰς τὸ μνημεῖον καὶ ἔξω αὐτοῦ στὰς ὁ Ἰησοῦς εὔξηται καὶ | ἐπακουσθῇ, αἰτήσας ἐγγενέσθαι δύναμιν τῇ φωνῇ καὶ τοῖς λόγοις αὐτοῦ, φωνῇ μεγάλῃ κραυγάζει, ἐπὶ τὰ ἔξω τοῦ τῶν ἐθνικῶν. βίου καὶ τοῦ μνημείου αὐτῶν καὶ τοῦ σπηλαίου καλῶν γενόμενον οὕτω φίλον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.7" n="57"><p>ὅτε ἔστιν ἰδεῖν τὸν ἀκολουθοῦντα τῷ Ἰησοῦ τίνα τρόπον ὁ τοιοῦτος ἐξέρχεται μὲν διὰ τὴν Ἰησοῦ φωνήν, ἔτι δὲ σειραῖς τῶν ἰδίων ἁμαρτημάτων δεδεμένος καὶ ἐσφιγμένος, διὰ μὲν τὴν μετάνοιαν καὶ τὸ ἀκηκοέναι τῆς Ἰησοῦ φωνῆς ζῶν, διὰ δὲ τὸ μηδέπω ἀπολελύσθαι τῶν τῆς ἁμαρτίας δεσμῶν μηδὲ ἤδη δύνασθαι ἐλευθέροις ἐπιβαίνειν τοῖς ποσίν, ἀλλὰ μηδὲ ἐνεργεῖν ἀπολελυμένως τὰ διαφέροντα, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας δεσμοῖς νεκρῶν κειρίαις. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.7" n="58"><p>καὶ ὁ τοιοῦτός γε διὰ τὴν ἐγγενομένην αὐτῷ νεκρότητα πρὸς τοῖς ἐπὶ τῶν χειρῶν καὶ τῶν ποδῶν δεσμοῖς καὶ τὴν ὄψιν τῇ ἀγνοίᾳ κεκάλυπται καὶ περιδέδεται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.7" n="59"><p>εἴτ’ ἐπεὶ † μὴ μόνον ζῆσαι αὐτὸν βεβούληται ὁ Ἰησοῦς καὶ ἐν τῷ μνημείῳ μένειν, ἐπὶ τὰ ἔξω τοῦ μνημείου οὗτος ἐλθὼν δέδεται, καθὼς προείρηται, τῆς ζωῆς· καὶ τῷ ἐξεληλυθέναι ἀπὸ τοῦ μνημείου μὴ δύνασθαι, ὅσον δέδεται, λέγει τοῖς δυναμένοις ὑπηρετήσασθαι αὐτῷ ὁ Ἰησοῦς· »Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν« νομίζω ὅτι μὴ συγκαταθέμενος μὲν τῷ περὶ τῆς ἐπιστροφῆς μετὰ τὸ ἡμαρτηκέναι λόγῳ· ἔτι δὲ ἀτονῶν κατ’ αὐτὸν βιοῦν, τῷ κατέχεσθαι αὐτοῦ τὰς τῆς ψυχῆς πορευτικὰς καὶ δραστικὰς καὶ θεωρητικὰς δυνάμεις, ὁ τοιοῦτος ἐξῆλθεν ἀπὸ τοῦ μνημείου· καὶ ἔτι ἐστὶν δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιδέδεται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.7" n="60"><p>ἀλλ’ ἐπὰν εἰπόντος Ἰησοῦ τοῖς λῦσαι αὐτὸν δυναμένοις, διὰ τὴν πρόσταξιν ὡς δεσπότου τοῦ χριστοῦ, τὸ »Λύσατε αὐτὸν καὶ »ἄφετε αὐτὸν ὑπάγειν« λυθῇ τοὺς πόδας καὶ τὰς χεῖρας, καὶ ἀποθῆται τὸ ἐπικείμενον αὐτοῦ τῇ ὄψει κάλυμμα ἀφαιρεθέν, πορεύεται τοιαύτην πορείαν, ὥστε φθάσαι αὐτὸν ἐπὶ τὸ ἕνα καὶ αὐτὸν γενέσθαι τῶν συνανακειμένων τῷ Ἰησοῦ.</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28" n="8"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.8" n="61"><p rend="indent">(7) Μετὰ τοῦτο διὰ τὸ »Ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος »τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις« λεκτέον ὅτι διαφορά ἐστι καὶ τῶν δεδεμένων τοὺς πόδας καὶ τὰς χεῖρας, ⟨καὶ οὐ⟩ ταὐτόν ἐστιν τὴν ἀρχὴν τοῦ δεδέσθαι ἐκ τοῦ νενεκρῶσθαι εἰληφέναι, ὥστε καὶ τοὺς δεσμοὺς ἐπιφέρεσθαι τὸ ὄνομα τῆς νεκρότητος (νῦν γὰρ αἱ κειρίαι νεκρῶν εἰσιν δεσμοί), τῷ 〈τὸ〉 δεδέσθαι κρίσει κυρίου γενέσθαι, <pb facs="uiuc-2850082v4-1622047771_0511"/> τοῦ εἰσελθόντος θεάσασθαι τοὺς ἀνακειμένους καὶ ἰδόντος τὸν μὴ ἐνδεδυμένον ἔνδυμα γάμου, καὶ περὶ αὐτοῦ εἰπόντος· »Δήσαντες »αὐτοῦ πόδας καὶ χεῖρας, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ | »ἐξώτερον«.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.8" n="62"><p>ἔστιν δέ τι ἐν τῷ τόπῳ δεόμενον διακρίσεως, ἐν τῷ » Καὶ »ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο« καὶ ἐν τῷ κάλυμμα ἐπικεῖσθαι τῷ προσώπῳ Μωσέως, ἡνίκα ἐλάλει τῷ λαῷ· τὸ μὲν γὰρ ἐπικείμενον τῇ ὄψει τοῦ Λαζάρου σουδάριον ἐκάλυπτεν αὐτοῦ νενεκρωμένας τὰς ὁράσεις· τὸ δὲ Μωσέως κάλυμμα κατ’ οἰκονομίαν ἦν τῷ προσώπῳ αὐτοῦ περικείμενον διὰ τοὺς μὴ χωροῦντας ἀπὸ τοῦ λαοῦ ἐνορᾶν τῇ δόξῃ αὐτοῦ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.8" n="63"><p>ζητήσεις δὲ περὶ τοῦ 〈μὴ〉 ἐνδεδυμένου ἔνδυμα γάμου, περὶ οὗ εἴρηται· »Δήσαντες αὐτὸν ποδῶν καὶ χειρῶν, »ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον« πότερον εἰσαεὶ μένει δεδεμένος καὶ ἐν τῷ ἐξωτέρω σκότῳ (οὐ γὰρ πρόσκειται τὸ »Εἰς τὸν αἰῶνα« ἢ » Εἰς τοὺς αἰῶνας«), ἢ λυθήσεταί ποτε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.8" n="64"><p>οὐ γὰρ ἐμφαίνεται ἐκ τῆς περὶ αὐτοῦ λέξεως τινὰ περὶ ἀπολύσεως ἐσομένης γεγραμμένα περὶ αὐτοῦ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.8" n="65"><p>οὐ δοκεῖ δέ μοι ἀσφαλὲς εἶναι μὴ καταλαβόντα ὁτιποτοῦν, μάλιστα τῷ μὴ γεγράφθαι περὶ αὐτοῦ, ἀποφήνασθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.8" n="66"><p>ζητήσεις δὲ διὰ τὸ »Λέγει Ἰησοῦς αὐτοῖς· Λύσατε αὐτόν« τίσιν αὐτοῖς; οὔτε γὰρ ὅτι μαθηταῖς ἀναγέγραπται οὐθ’ ὅτι τῷ περιεστῶτι ὄχλῳ, ἀλλ’ οὐδὲ ὅτι τοῖς μετὰ τῆς Μαρίας οὖσιν Ἰουδαίοις καὶ παραμυθουμένοις αὐτήν· ὑπονοήσαι δ’ ἄν τις διὰ τὸ »Ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ« καὶ διὰ τὴν κατὰ τὸν τόπον ἀναγωγήν, ὅτι μήποτε κἀκείνοις δύναται εἰρῆσθαι τὸ »Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν«.</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28" n="9"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.9" n="67"><p rend="indent">(8) Ἔτι ζητῶ εἰ πεπλήρωκεν ὁ Ἰησοῦς τὸ ἐπιφερόμενον τῷ »Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται«, τὸ »Ἀλλὰ πορεύομαι, ἵνα »ἐξυπνίσω αὐτόν«.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.9" n="68"><p>ἐφίστημι οὖν μήποτε ἐν τῷ εἰρηκέναι αὐτὸν φωνῇ μεγάλῃ κραυγάσαντα· »Λάζαρε, δεῦρο ἔξω« (ἡ γὰρ μεγάλη φωνὴ καὶ ἡ κραυγὴ οὐκ ἂν ἀτόπως λέγοιτο ἐξυπνικέναι αὐτόν) καὶ ἤδη δύνασθαι ἀποφήνασθαι ἐν τούτῳ μᾶλλον πεπληρῶσθαι τὸ »Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν«, ἤπερ ἐν τῷ τῆς εὐχῆς τοῦ υἱοῦ ἀκούσαντος τὸν πατέρα πεποιηκέναι τὴν Λαζάρου ψυχὴν ἐπανελθεῖν ἐπὶ τὸ ἐν τῷ μνημείῳ ἀποκείμενον αὐτοῦ σῶμα· </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>