<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.16.130-28.16.135</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.16.130-28.16.135</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" n="28"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28" n="16"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.16" n="130"><p rend="indent">Καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων γέγραπται ταῦτα· »Ἐγένετο πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ »ἔχουσαν πνεῦμα πύθωνα ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν »παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη. αὕτη κατακολουθήσασα »Παύλῳ καὶ ἡμῖν † ἔκραξεν λέγουσα ὅτι Οὗτοι οἱ ἄνθρωποι δοῦλοι »τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν »σωτηρίας«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.16" n="131"><p>φήσει οὖν ὁ τούτοις συγχρώμενος ὅτι οὐδὲν ἀποδεῖ προφητείας ὁ τοῦ πύθωνος λόγος, μαρτυρῶν τοῖς ἀποστόλοις καὶ προτρέπων ὡς ἐπὶ ὁδὸν σωτηρίας καταγγελλομένην πιστεύειν τοὺς ἀκούσαντας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.16" n="132"><p>ἐπεὶ δὲ καὶ τὰ τοῦ Βαλαὰμ παρεθέμεθα, πρόσχες εἰ δύναται καὶ περὶ αὐτοῦ λέγεσθαι ὅτι οὐ θεόθεν ἐλάλησεν ἀλλ’ ἀπὸ ἀγγέλου· »Ἔστη, γάρ φησιν, ὁ ἄγγελος τοῦ θεοῦ ἐν τῇ ὁδῷ ἐνδιαβάλλειν »αὐτόν. καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ καὶ οἱ δύο παῖδες »αὐτοῦ μετ’ αὐτοῦ. καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ »ἀνθεστηκότα ἐν τῇ ὁδῷ, καὶ τὴν ῥομφαίαν αὐτοῦ ἐσπασμένην ἐν τῇ »χειρὶ αὐτοῦ, καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπο|ρεύετο εἰς »τὸ πεδίον. καὶ ἐπάταξεν Βαλαὰμ τὴν ὄνον ἐν τῇ ῥάβδῳ τοῦ »εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ· καὶ ἔστη ὁ ἄγγελος τοῦ θεοῦ ἐν ταῖς αὔλαξι »τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν«. εἶτα μετ’ ὀλίγα· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.16" n="133"><p>»Ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ συνεκάθισεν ὑποκάτω »Βαλαάμ«. καὶ πάλιν μετ’ ὀλίγα· »Εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ θεοῦ· Διατί »ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς »διαβολήν σου, ὅτι οὐκ εὐθεῖα ἡ ὁδός σου ἐναντίον μου· καὶ ἰδοῦσά με »ἡ ὄνος ἐξέκλινεν ἀπ’ ἐμοῦ τοῦτο τρίτον· καὶ εἰ μὴ ἐξέκλινεν ἀπ’ »ἐμοῦ, νῦν σὲ μὲν ἂν ἀπέκτεινα ἐκείνην δ’ ἂν περιεποιησάμην. καὶ <pb facs="uiuc-2850082v4-1622047771_0522"/> »εἶπεν Βαλαὰμ τῷ ἀγγέλῳ· Κύριε, ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι »σὺ ἀνθέστηκας εἰς συνάντησίν μοι ἐν τῇ ὁδῷ· καὶ νῦν εἰ μή σοι »ἀρέσκει, ἀποστραφήσομαι. καὶ εἶπεν ὁ ἄγγελος τοῦ θεοῦ πρὸς »Βαλαάμ· Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ῥῆμα ὃ »ἐὰν εἴπω πρὸς σὲ τοῦτο φυλάξῃ λαλῆσαι«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.16" n="134"><p>παρατήρει γὰρ ὅτι ἄγγελός ἐστιν ὁ λέγων· »Τὸ ῥῆμα ὃ ἐὰν εἴπω πρὸς σὲ τοῦτο »φυλάξῃ λαλῆσαι«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.16" n="135"><p>ἀλλὰ φήσεις ὅτι μετ’ ὀλίγα ἐφάνη ὁ θεὸς τῷ Βαλαὰμ καὶ εἶπεν πρὸς αὐτὸν Βαλαάμ· » Τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα »καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. καὶ ἐνέβαλεν ὁ »θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν· Ἐπιστραφεὶς πρὸς »Βαλαὰμ οὕτω λαλήσεις.« </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>