<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.12.96-28.13.107</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.12.96-28.13.107</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" n="28"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28" n="12"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.12" n="96"><p>ἀλλ’ ἰσχυρότερον ὂν τὸ ἐπιθυμοῦν κατὰ τῆς σαρκὸς πνεῦμα καὶ ἡ ἀληθὴς τοῦ σωτῆρος ἡμῶν ἀρχιερωσύνη καὶ ἡ πνευματικὴ αὐτοῦ διδασκαλία διαλύει τὸ τῶν κατ’ αὐτοῦ βουλευομένων ἀρχιερέων καὶ Φαρισαίων συνέδριον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.12" n="97"><p>ταῦτα δὲ ὑποληπτέον καὶ νῦν γίνεσθαι, ὅπερ ἔστιν ἰδεῖν ἐν τοῖς διὰ τῆς τοῦ σωματικοῦ | Ἰουδαϊσμοῦ συστάσεως [καὶ] καταλύειν ἐθέλουσιν τὴν πνευματικὴν Χριστοῦ διδασκαλίαν.</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28" n="13"><head rend="center"><emph rend="bold">XI, 49.</emph> Εἷς δέ τις ἐξ αὐπῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν, οὐδὲ λογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ’ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυυοῖ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ῾υπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.</head><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.13" n="98"><p rend="indent">(12) Οὐχὶ εἴ τις προφητεύει, προφήτης ἐστὶν ἐκεῖνος. ὁ γοῦν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν μὲν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν, οὐ μὴν καὶ προφήτης ἦν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.13" n="99"><p>εἰ δὲ καὶ Βαλαὰμ προεφήτευσεν τὰ ἐν τοῖς Ἀριθμοῖς ἀναγεγραμμένα φάσκων· »Τὸ ῥῆμα »ὃ ἐὰν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω«, καὶ εἰπὼν τὰ ἀπὸ τοῦ· »Ἐκ Μεσοποταμίας μετεπέμψατό με« καὶ τὰ ἑξῆς, σαφὲς ὅτι προφήτης οὐκ ἦν· μάντις γὰρ εἶναι ἀναγέγραπται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.13" n="100"><p>εἴ τις μὲν οὖν προφήτης ἐστίν, πάντως προφητεύει· εἰ δέ τις προφητεύει, οὐ πάντως ἐστὶν προφήτης. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.13" n="101"><p>ὡς εἰ καὶ ἐπὶ ἑτέρου τινὸς τῶν κρειττόνων <pb facs="uiuc-2850082v4-1622047771_0517"/> τοιοῦτον ἔλεγον· εἰ μέν τίς ἐστιν δίκαιος, τὸ δίκαιον διώκει· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.13" n="102"><p>οὐ μὴν εἴ τις τὸ δίκαιον διώκει, δίκαιός ἐστιν ἐκεῖνος· ὅπερ συνήσεις ἐπιστήσας τῷ »Δικαίως τὸ δίκαιον διώξῃ«, εἴπερ μὴ μάτην τὸ »Δικαίως« προτέτακται τοῦ »Τὸ δίκαιον διώξῃ«. δυνατὸν γάρ, οἶμαι, τὸ δίκαιον διώκειν ἀλλ’ οὐ δικαίως· καὶ γὰρ οἱ ποιοῦντες πρὸς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων ἔργον καθ’ αὑτὸ καθῆκον, φέρε εἰπεῖν, εἰς πένητας, δίκαιον μέν τι πεποιήκασιν, οὐ μὴν ἀπὸ ἕξεως δικαιοσύνης ἀλλ’ ἀπὸ κενοδοξίας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.13" n="103"><p>οἶμαι δ’ ὅτι ἀνάλογον τῷ »Δικαίως τὸ δίκαιον διώξῃ« λέγοιτ’ ἄν· ›σωφρόνως τὸ σῶφρον διώξῃ‹· καὶ ›ἀνδρείως |τὸ ἀνδρεῖον διώξῃ‹ καὶ ›σοφῶς τὸ σοφὸν διώξῃ‹ καὶ τὰ ἀνὰ λόγον ἐπὶ τῶν λοιπῶν ἀρετῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.13" n="104"><p>ταῦτα δ’ εἴπομεν ὑπὲρ τοῦ παραβαλεῖν ὅμοιόν τι τῷ προφητεύειν μέν τινα, οὐ μὴν προφήτην εἶναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.13" n="105"><p>διὰ τοῦτο δ’ οἶμαι συνεχῶς ἐν ταῖς προφητείαις περὶ τῶν προφητῶν λέγεται τὸ »Εἶπεν Ἱερεμίας ὁ προφήτης« καὶ εἴ τι τούτοις ὅμοιον· οἱ δὲ περὶ τὰ ὀνόματα δεινοί φασιν ὅτι οὐχὶ εἴ τις | ἰατρικόν τι ἐποίησεν ἢ τῶν πρὸς ὑγιείαν συμβαλλομένων ἕν, ἰατρός ἐστιν ἐκεῖνος, οὐδὲ εἴ τις οἰκοδομικόν τι πεποίηκεν, οἰκοδόμος ἐστὶν ἐκεῖνος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.13" n="106"><p>ἐκ δὲ τῶν περὶ τὸν Καϊάφαν ἀναγεγραμμένων, προφητεύσαντα περὶ τοῦ σωτῆρος, ἔστιν ⟨σαφηνίσαι〉 ὅτι καὶ μοχθηρὰ ψυχὴ ἐπιδέχεταί ποτε τὸ προφητεύειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.13" n="107"><p>κατηγορεῖται γὰρ ἡ τοῦ Καϊάφα μοχθηρία, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου ὅτε ὁ σωτὴρ ἡμῶν τὴν ἐν τῷ πάσχειν ὑπὲρ ἀνθρώπων ἐπιτελεῖ οἰκονομίαν, ὑπὸ τῶν εὐαγγελιστῶν· Ματθαῖος μὲν γάρ φησι· »Τότε πορευθεὶς εἷς τῶν »δώδεκα, λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν· Τί »θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν »αὐτῷ τριάκοντα ἀργύρια«· καὶ μετ’ ὀλίγα· »Ἰδοὺ Ἰούδας, φησίν, εἷς »τῶν δώδεκα ἦλθεν, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν »καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοὺ«.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>