<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.11.77-28.11.83</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.11.77-28.11.83</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" n="28"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28" n="11"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.11" n="77"><p>ἔχει μέν τι ἡ λέξις ἀμφίβολον, πότερον οἱ ἀπελθόντες πρὸς τοὺς Φαρισαίους καὶ εἰπόντες αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς ἀπὸ τῶν πολλῶν Ἰουδαίων ἦσαν, τῶν θεασαμένων ἃ ἐποίησεν καὶ πιστευσάντων εἰς αὐτόν, βουλόμενοι καὶ τοὺς ἐχθρῶς διακειμένους πρὸς αὐτὸν δυσωπῆσαι διὰ τῆς περὶ τοῦ Λαζάρου ἀπαγγελίας· ἢ οἱ λοιποὶ παρὰ τοὺς πολλοὺς καὶ πιστεύσαντας, ὡς μὴ κινηθέντες ἐκ τοῦ γενομένου εἰς τὴν περὶ Ἰησοῦ πίστιν, ὅτι τὸ ὅσον ἐφ’ ἑαυτοῖς καὶ πρὸς * κατ’ αὐτοῦ τοὺς Φαρισαίους τὸν ἐν αὐτοῖς πονηρὸν ζῆλον ἐγείροντες διὰ τῆς περὶ τοῦ Λαζάρου ἀπαγγελίας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.11" n="78"><p>καὶ δοκεῖ μοι τοῦτο μᾶλλον βούλεσθαι σημαίνειν ὁ εὐαγγελιστής.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.11" n="79"><p>διὸ καὶ ἐπιφέρεται τὸ »Συνήγαγον οὖν οἱ ἀρχιερεῖς »καὶ οἱ Φαρισαίοι« καὶ τὰ ἑξῆς. πολλοὺς μὲν οὖν εἶπεν τοὺς διὰ τὸ θεάσασθαι τὰ περὶ τὸν Λάζαρον πιστεύσαντας· ὡσπερεὶ δὲ ὀλιγωτέρους ἔφησεν εἶναι τοὺς μὴ τοιούτους, εἰπών· »Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον« καὶ τὰ ἑξῆς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.11" n="80"><p>πρόσχες δὲ καὶ τοῖς λεχθησομένοις εἰ δύναται ἡμᾶς κινῆσαι πρὸς συγκατάθεσιν, ἐπεὶ μὴ εἴρηται μέν· πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων τῶν ἐλθόντων πρὸς τὴν Μαριὰμ καὶ θεασαμένων ἃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν· γέγραπται δέ· »Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων »οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν ἐπίστευσαν εἰς »αὐτόν«.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.11" n="81"><p>καὶ μάλιστα διὰ τὴν ἀναγωγὴν κινοῦμαι μήποτε πάντες οἱ θεασάμενοι, τουτέστιν θεωρήσαντες καὶ συνέντες ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν· οἱ μέντοι γε ἀπελθόντες πρὸς τοὺς Φαρισαίους καὶ εἰπόντες αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς ἐπεὶ μὴ μεμαρτύρηνται ὅτι ἐθεάσαντο, μήποτε τὸ ἐν ἐπαίνῳ λεγόμενον περὶ τῶν πιστευσάντων οὐκ ἔσχον, τὸ ›Ἐθεάσαντο‹. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.11" n="82"><p>ἐδύνατο γάρ, εἴπερ καὶ οὗτοι ἐθεάσαντο, γεγράφθαι ὅτι τινὲς ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ἃ ἐθεάσαντο πεποιηκότα τὸν Ἰησοῦν, ἢ ἃ ἐθεάσαντο καὶ ἐποίησεν ὁ Ἰησοῦς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:28.11" n="83"><p>νυνὶ δὲ τὸ ›Ἐθεάσαντο‹ ἐπὶ τούτων μὲν οὐδαμῶς εἴρηται, ἐπὶ δὲ τῶν πιστευσάντων, οἵτινες καὶ ἐλθόντες ἦσαν πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς· δι’ οὓς, οἶμαι, καὶ εἶπε τὸ »Ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα »εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας«.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>