<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.39.377-20.41.387</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.39.377-20.41.387</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" n="20"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20" n="39"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.39" n="377"><p>καὶ οἶμαί γε διὰ τοῦτο οἱ τυφλοί, ὧν σύμβολον ἦσαν οἱ ἐν τῷ εὐαγγελίῳ τυφλοί, τὰς ὄψεις ἀπολωλέκασιν, ἐπείπερ τὸν λόγον μὴ τηρήσαντες τὸν θάνατον ἐθεώρησαν.</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20" n="40"><head rend="center"><emph rend="bold">VIII, 52.</emph> Εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις.</head><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.40" n="378"><p rend="indent">(32) Οἱ μὲν πολλοὶ καὶ τῶν σοφῶν πᾶν γένος ἁμαρτήματος, οὗ ἐν εἴδει ἐστὶν καὶ τὸ ἐν λόγῳ ἁμάρτημα, οὐκ ἄλλοθεν ἢ ἀπὸ κριμάτων <pb facs="uiuc-2850082v4-1622047771_0495"/> μοχθηρῶν οἴονται γίνεσθαι· οἱ δὲ ταῖς ἁγίαις γραφαῖς ὡς θείαις πεπιστευκότες διαλαμβάνουσιν περὶ τῶν παρὰ τὸν ὀρθὸν λόγον ὑπ’ ἀνθρώπων πραττομένων, ὡς οὐ χωρὶς δαιμονίων ἢ ὁποιωνδήποτε δυνάμεων ἀντικειμένων τῶν τοιούτων ἐπιτελουμένων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.40" n="379"><p>καὶ οἱ Ἰουδαῖοι τοίνυν δαιμονίου ἐνεργείᾳ ὑπελάμβανον εἰρηκέναι τὸν Ἰησοῦν τὸ »Ἀμὴν ἀμὴν λέγω ὑμῖν· Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, »θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.40" n="380"><p>καὶ τοῦτ’ ἐπεπόνθεισαν μήτε τὸν λόγον τηρήσαντες μήτε τοῦ λεγομένου τὴν δύναμιν θεωρήσαντες· ὁ μὲν γὰρ θάνατόν τινα ἐχθρὸν τῷ λόγῳ ἐπιστάμενος, ὃν ἀποθνή σκουσιν οἱ ἁμαρτάνοντες, τοῦτον ἔφασκεν μὴ θεωρεῖσθαι εἰς τὸν αἰῶνα ὑπὸ τοῦ τὸν λόγον αὐτοῦ τηρήσαντος· οἱ δὲ περὶ τοῦ κοινοτέρου θανάτου νομίσαντες εἶναι τὸ λεγόμενον παραπαίειν ᾤοντο τὸν λέγοντα, ἀποθανόντος Ἀβραὰμ καὶ τῶν προφητῶν, μὴ ἀποθανεῖσθαι εἰς τὸν αἰῶνα πάντα τὸν τηρήσαντα αὐτοῦ τὸν λόγον.</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20" n="41"><head rend="center"><emph rend="bold">VIII, 52f.</emph> Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις· Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, οὐ μὴ γεύσηται θάνατον εἰς τὸν αἰῶνα. μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς;</head><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.41" n="381"><p rend="indent">(33) Εἰ κατὰ τὴν ἁπλουστέραν ἐκδοχήν, ὡς καὶ αὐτοὶ ἀποδεδώκαμεν, δοκεῖ εἶναι σαφὲς τὸ τῆς ὑπολήψεως τῶν Ἰουδαίων. ἀποκριναμένων πρὸς τὸν τοῦ σωτῆρος λόγον περὶ τοῦ Ἀβραὰμ καὶ τῶν προφητῶν ὡς ἀποτεθνηκότων, οὐδὲν ἧττον οὐκ ἀπαρασήμαντον τὴν ἐξέτασιν μετὰ συγκρίσεως τῆς πρὸς ἕτερα παρα|πλήσια ἐατέον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.41" n="382"><p>ἀρα γὰρ ᾤοντο σὺν οὐδενὶ λόγῳ τὸν σωτῆρα εἰρηκέναι τὸ »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν »αἰῶνα«, καὶ διὰ τοῦτο σαφές τι πρὸς τὸν λόγον αὐτοῦ ἀπεκρίναντο;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.41" n="383"><p>ἢ ἐνόησαν οὐ περὶ τοῦ κοινοτέρου θανάτου αὐτὸν λελαληκέναι, καὶ διαλαμβάνοντες περὶ Ἀβραὰμ καὶ τῶν προφητῶν, ὡς καὶ αὐτῶν ἐν τῷ χείρονι θανάτῳ γεγενημένων ποτέ, τὸν λόγον αὐτοῦ μὴ παραδεξάμενοι μηδὲ ὑπολαμβάνοντες αὐτὸν εἶναι τηλικοῦτον ὁποῖον ἐπηγγείλατο ὁ λέγων, φασίν· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.41" n="384"><p>»Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον »ἔχεις«; τὸ δ’ ὅμοιον καὶ ἐπ’ ἄλλων αὐτοῦ λόγων καὶ τῶν πρὸς αὐτοὺς ἀποκρίσεων ἐπὶ πλειόνων ἐν τοῖς ἀνωτέρω ἐξητάσαμεν· οἷον <pb facs="uiuc-2850082v4-1622047771_0496"/> ἐπὶ τῆς Σαμαρείτιδος, ὅτι εἰπὼν αὐτῇ ὁ Ἰησοῦς· »⟨Δός μοι⟩ πιεῖν« μεθ’ ἕτερα προσέθηκεν τοιαῦτα· »Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, »καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ »ἔδωκεν ⟨ἄν⟩ σοι ὕδωρ ζῶν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.41" n="385"><p>καὶ λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε »ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ »τὸ ζῶν;« καὶ πάλιν· » Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ »μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν«.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.41" n="386"><p>οὐ γὰρ πιθανὸν ἦν περὶ αἰσθητοῦ ὕδατος ἀποκρίνεσθαι αὐτῷ τὴν Σαμαρεῖτιν, καὶ ᾐτηκέναι αὐτὸν σωματικὸν ὕδωρ ἐπὶ τῷ μηκέτι διψῆσαι μηδὲ διέρχεσθαι ἀντλεῖν ἀπὸ τῆς τοῦ Ἰακὼβ αἰσθητῆς πηγῆς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.41" n="387"><p>ἀλλὰ καὶ εἰπόντος τοῦ κυρίου· »Ὁ ἄρτος, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου »ζωῆς«· ὅτε »ἐμάχοντο πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς »δύναται ἡμῖν οὗτος δοῦναι τὴν σάρκα φαγεῖν;« ἀπεδείκνυμεν ὅτι οὐκ ἂν τοσοῦτον ἀνόητοι ἦσαν οἱ ἀκούοντες ὡς ὑπολαμβάνειν ὅτι προκαλεῖται ὁ λέγων τοὺς ἀκροατὰς εἰς τὸ προσελθεῖν καὶ ἐμφαγεῖν τῶν σαρκῶν αὐτοῦ.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>