<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.37.346-20.39.365</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.37.346-20.39.365</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" n="20"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20" n="37"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.37" n="346"><p>ἀλλὰ καὶ εἰ δέον τὸ ἐξ αὐτοῦ τινα μετὰ πάντων ἀνθρώπων εἰρηνεύειν, ὥστ’ ἂν εἰπεῖν τὸ προφητικὸν ἐκεῖνο· » Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός«, καὶ δέον ἀναλαβεῖν τὴν ὑπερέχουσαν θεοῦ πάντα νοῦν εἰρήνην, φρουροῦσαν τὴν καρδίαν καὶ τὰ νοήματα τοῦ ἀνειληφότος αὐτήν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.37" n="347"><p>εἰ δὲ πολεμικός τις εἴη καὶ δάκνων καὶ καταιτιώμενος καὶ κατεσθίων τὸν πλησίον καὶ πεπληρωμένος τῆς ἐν τῷ ἡγεμονικῷ ἑαυτοῦ στάσεως τῶν παθῶν, καὶ τούτῳ ἂν λεχθείη τὸ »Ὑμεῖς ἀτιμάζετέ με«. Χριστὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.37" n="348"><p>ἔτι δὲ ἐπείπερ »Πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ »φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς«, φῶς δέ ἐστιν ὁ εἰπών· »Ἐγώ »εἰμι τὸ φῶς τοῦ κόσμου«, δῆλον ὅτι 〈ὁ〉 φαῦλα πράσσων, ἀτιμάζων <pb facs="uiuc-2850082v4-1622047771_0491"/> τὸ φῶς ἀτιμάζει Χριστόν, καὶ αὐτὸς | ἀκουσόμενος τὸ » Καὶ ὑμεῖς »ἀτιμάζετέ με«.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.37" n="349"><p>καὶ τί με δεῖ ἐπὶ πλέον μηκύνειν τὸν λόγον, ἀναπτύσσοντα καὶ δεικνύντα τίνες εἰσὶν οἱ ἐλεγχόμενοι ὑπὸ τοῦ Ἰησοῦ καὶ ἀκούοντες ὑπ’ αὐτοῦ τὸ »Ὑμεῖς ἀτιμάζετέ με«, σαφῶν ὄντων ἐκ τῶν ἀποδεδομένων καὶ τῶν δυναμένων τούτοις ἀκολούθως αὐτοῖς συνάπτεσθαι;</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20" n="38"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.38" n="350"><p rend="indent">(30) Μετὰ ταῦτα ἴδωμεν, τί ἐστιν τὸ »Ἐγὼ δὲ οὐ »ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων«. ζητεῖ ὁ θεός, δοὺς ἡμῖν τὸν υἱὸν ἑαυτοῦ, ἐν ἑκάστῳ τῶν εἰληφότων αὐτὸν τὴν δόξαν τοῦ χριστοῦ· ἥντινα εὑρήσει μὲν ἐν τοῖς ἐπιμελουμένοις ἑαυτῶν, καὶ ἐξεργαζομένοις τὰς ἐγκαταφυτευθείσας ἐπ’ ἀρετῇ ἀφορμάς· οὐχ εὑρήσει δὲ ἐν τοῖς μὴ τοιούτοις, καὶ μὴ εὑρίσκων κρινεῖ ἐκείνους ἐν οἷς οὐχ εὑρίσκει τὴν δόξαν τοῦ υἱοῦ ἑαυτοῦ, πρὸς οὓς ἐρεῖ· » Διὰ »ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.38" n="351"><p>ἐπαπορήσαι δ’ ἄν τις διὰ τὸ »Ἔστιν ὁ ζητῶν καὶ κρίνων«, εἰ χρὴ τοῦτο ἀναφέρειν ἐπὶ τὸν θεόν, σαφῶς τοῦ σωτῆρος εἰρηκότος· »Οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν »τῷ υἱῷ, ἵνα πάντες τιμῶσιν τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα«.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.38" n="352"><p>ἀλλ’ ὅρα εἰ δύνασαι πρὸς τοῦτο χρήσασθαι τῷ »Οὐ δύναμαι ἐγὼ »ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ »δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ »πέμψαντός με«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.38" n="353"><p>εἰ γὰρ καθὼς ἀκούει ὁ σωτὴρ ἡμῶν ἀπὸ τοῦ πατρὸς οὕτως κρίνει, ζητῶν οὐ τὸ ἴδιον θέλημα ἀλλὰ τοῦ πέμψαντος αὐτὸν πατρός, καὶ διὰ τοῦτο δικαία ἐστὶν ἡ κρίσις αὐτοῦ, μήποτε κυριώτερον ἡ κρίσις ἣν κρίνει ὁ ἀκούων οὐκ ἔστιν τοῦ ἀκούοντος ἀλλὰ τοῦ λέγοντος ἀκούοντι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.38" n="354"><p>κἂν λέγῃ δὲ ὅτι »Ἡ κρίσις »ἡ ἐμὴ δικαία ἐστίν«, ἄκουε ἐν τῷ αὐτῷ εὐαγγελίῳ λεγομένου τοῦ »Πάντα τὰ ἐμὰ σά ἐστιν«. εἰ γὰρ ἀληθὲς ὑπὸ τοῦ σωτῆρος εἰρημένον τὸ »Πάντα τὰ ἐμὰ σά ἐστι«, δῆλον ὅτι καὶ αὐτὴ ἡ κρίσις περὶ ἧς φησιν· »Ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν« τοῦ πατρός ἐστιν κρίσις. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.38" n="355"><p>εἰ δὲ τοῦ πατρός ἐστιν κρίσις, δύναται λελύσθαι τὸ ἐπηπορημένον περὶ 〈τοῦ〉 »Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ »κρίνων«.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.38" n="356"><p>ἔχει δέ τινα καὶ ἀτυφίας ἔμφασιν πρεπούσης τῷ σωτῆρι τὸ λεγόμενον ἐν τῷ »Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου«· οὐδὲ γὰρ πάνυ ἔπρεπεν αὐτὸν τὴν ἑαυτοῦ δόξαν ἀπαιτεῖν καὶ ἐπὶ τούτῳ κρίνειν τοὺς μὴ ἀποδεδωκότας αὐτήν, ἀλλ’ ἐχρῆν τὸν πατέρα δόξαν <pb facs="uiuc-2850082v4-1622047771_0492"/> δεδωκότα τῷ υἱῷ ἀπαιτεῖν αὐτὴν ἀπὸ τῶν ἀποστερούντων καὶ κρίνειν αὐτοὺς ἐπὶ ταύτῃ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.38" n="357"><p>τάχα δὲ καὶ ὁ σωτήρ, μιμητὴς ὢν τοῦ πατρός, ζητεῖ τὴν δόξαν τοῦ θεοῦ ἀπὸ τῶν μανθανόντων τὰ περὶ θεοῦ· καὶ εἰ μὴ εὕροι τὴν τοῦ πατρὸς δόξαν ἔν τισιν, κρίναι ἂν ἐκείνους, ὡς ἐξουσίαν λαβὼν κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.38" n="358"><p rend="blockquote">Ὁ μέντοι γε Ἡρακλέων τὸ »Ἔστιν ὁ ζητῶν καὶ κρίνων« οὐκ ἀνα|φέρει ἐπὶ τὸν πατέρα, τοιαῦτα λέγων· ὁ ζητῶν καὶ κρίνων ἐστὶν ὁ ἐκδικῶν με, ὁ ὑπηρέτης ὁ εἰς τοῦτο τεταγμένος, ὁ μὴ εἰκῇ τὴν μάχαιραν φορῶν, ὁ ἔκδικος τοῦ βασιλέως· Μωσῆς δέ ἐστιν οὗτος, καθ’ ἃ προείρηκεν αὐτοῖς λέγων· » Εἰς ὃν ὑμεῖς ἠλπίσατε «. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.38" n="359"><p rend="blockquote;merge">εἶτ’ ἐπιφέρει ὅτι ὁ κρίνων καὶ κολάζων ἐστὶν Μωσῆς, τουτέστιν αὐτὸς ὁ νομοθέτης. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.38" n="360"><p rend="blockquote;merge">καὶ μετὰ τοῦτο πρὸς ἑαυτὸν ἐπαπορεῖ ὁ Ἡρακλέων λέγων· πῶς οὖν οὐ λέγει τὴν κρίσιν πᾶσαν παραδεδόσθαι αὐτῷ; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.38" n="361"><p rend="blockquote;merge">καὶ νομίζων λύειν τὴν ἀνθυποφορὰν ταῦτά φησιν· καλῶς λέγει· ὁ γὰρ κριτὴς ὡς ὑπηρέτης τὸ θέλημα τούτου ποιῶν κρίνει, ὥσπερ καὶ ἐπὶ τῶν ἀνθρώπων φαίνεται γινόμενον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.38" n="362"><p rend="blockquote;merge">πῶς δὲ ἄλλῳ τινὶ ἀνατίθησι τὴν κρίσιν ὡς ὑποδεεστέρῳ τοῦ σωτῆρος, καθ’ ὃ νομίζει, τῷ δημιουργῷ, οὐδ’ οὕτω ἀποδεῖξαι δύναται, σαφῶς γεγραμμένου τοῦ »Οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν »δέδωκεν τῷ υἱῷ«· καὶ τοῦ »Ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν »ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν«.</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20" n="39"><head rend="center"><emph rend="bold">VIII, 51.</emph> Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.</head><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.39" n="363"><p rend="indent">(31) Ὥσπερ ἐστίν τις ζωὴ ἀδιάφορος, ἡ μήτε ἀγαθὸν μήτε κακὸν τυγχάνουσα, καθ’ ἣν λέγομεν ζῆν καὶ τοὺς ἀσεβεῖς καὶ τὰ ἄλογα ζῷα· καὶ ἑτέρα διάφορος ἀλλὰ ἀγαθόν, περὶ ἧς φησιν ὁ Παῦλος· »Ἡ ζωὴ † ἡμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ«· καὶ αὐτὸς ὁ κύριος ἡμῶν περὶ ἑαυτοῦ· »Ἐγώ εἰμι ἡ ζωή«, οὕτως τὸν μὲν ἐναντίον τῇ ἀδιαφόρῳ ζωῇ θάνατον ἀδιάφορον ἐρεῖς· τὸν δὲ ἐχθρὸν τῷ εἰπόντι· »Ἐγώ εἰμι ἡ ζωή« πονηρόν τινα καὶ χαλε <pb facs="uiuc-2850082v4-1622047771_0493"/> πὸν θάνατον, ὃν ὁ ἀποθνήσκων ἐστὶν ἐν τῷ θανάτῳ· περὶ οὗ γέγραπται· » Εσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.39" n="364"><p>καὶ περὶ τούτου γε τοῦ θανάτου νομιστέον λέγειν τὸν ἀπόστολον ταῦτα· »Διὰ »τοῦτο ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον »εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας »ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον· ἄχρι γὰρ »νόμου ἡ ἁμαρτία ἦν ἐν κόσμῳ (ἁμαρτία γὰρ οὐκ ἐλλογεῖται μὴ »ὄντος νόμου), ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως »καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως »Ἀδάμ«· καὶ μετ’ ὀλίγα· »Εἰ γὰρ ἐν ἑνὸς παραπτώματι ὁ θάνατος »ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς »χάριτος καὶ τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν »διὰ τοῦ ἑνὸς Χριστοῦ Ἰησοῦ«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.39" n="365"><p>τίς γάρ ἐστιν ὁ διὰ τῆς ἁμαρτίας θάνατος εἰς τὸν κόσμον εἰσελθών, ἢ ὁ ἔσχατος ἐχθρὸς Χριστοῦ καταργηθησόμενος; καὶ τίς ὁ εἰς πάντας ἀνθρώπους θάνατος διελθών, τῷ πάντας ἡμαρτηκέναι, ἢ αὐτὸς | οὗτος ὃς καὶ ἐβασίλευσεν ἀπὸ Ἀδὰμ μέχρι Μωσέως; </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>