<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.32.286-20.34.305</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.32.286-20.34.305</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" n="20"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20" n="32"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.32" n="286"><p>καὶ ἀπὸ τῆς ἐνεργείας δὲ ἐπιστήσαντι σαφὲς ἔσται ὅτι οὐχ ἡ τυχοῦσα δωρεά ἐστιν τοῦ θεοῦ, πλειόνων δογμάτων διαφόρων ὑπὸ πολλῶν κηρυσσομένων τῶν διδάσκειν τὰ ἀληθῆ ἐπαγγελλομένων, τὸ μηδενὶ ἢ μόνῳ τῷ ἀληθεῖ πιστεῦσαι· τοῦτο γὰρ | ἤδη καὶ δοκίμου τραπεζίτου ἔργον τυγχάνει, ὃν τέλειον ὀνομάζων οὐκ ἂν ἁμάρτοις, ἅτε καὶ ἐν τῇ πρὸς Ἑβραίους γεγραμμένου <pb facs="uiuc-2850082v4-1622047771_0482"/> τοῦ » Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ »αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ«.</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20" n="33"><head rend="center"><emph rend="bold">VIII, 47.</emph> Ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ.</head><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.33" n="287"><p rend="indent">(27) Δοκοῦσιν οἱ τὴν περὶ διαφόρων φύσεων εἰσάγοντες μυθοποιΐαν καὶ λέγοντες εἶναι φύσει καὶ ἐκ πρώτης κατασκευῆς υἱοὺς θεοῦ, μόνον διὰ τὸ πρὸς θεὸν συγγενὲς δεκτικοὺς τῶν τοῦ θεοῦ ῥημάτων, καὶ ἐντεῦθεν ἀποδεικνύναι τὸ προκείμενον αὐτοῖς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.33" n="288"><p>συναρπάζουσίν γέ τοι καὶ ἀπὸ τούτου τοῦ ῥητοῦ, προσδιατρίβοντες αὐτῷ, τοὺς ἀκρίτους καὶ μὴ δυναμένους πρὸς τὴν πιθανότητα τῆς χρήσεως τοῦ ῥητοῦ ἀπαντᾶν, μηδὲ βλέποντας αὐτοῦ τὴν λύσιν οὕτως ἔχουσαν· εἴπερ ὅσοι ἔλαβον »τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον »ἐρχόμενον εἰς τὸν κόσμον«, οὐ τῷ εἶναι [καὶ] ἐκ τοῦ θεοῦ εἰλήφασιν αὐτό (εἰ γὰρ τῷ εἶναι ἐκ τοῦ θεοῦ εἰλήφεισαν αὐτό, οὐκ ἂν περὶ αὐτῶν ἀναγέγραπτο· »Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα »θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ«), δῆλον ὅτι οἱ μὴ ὄντες ἐκ τοῦ θεοῦ, πρὶν μὲν λαβεῖν τὸ 〈φῶς τὸ〉 ἀληθινόν, οὐδὲ ἐξουσίαν πως ἔχουσιν τοῦ τέκνα θεοῦ γενέσθαι· ἐπὰν δὲ λάβωσιν αὐτό, τέκνα μὲν οὐδέπω γίνονται θεοῦ, ἀλλ’ ἐξουσίαν λαμβάνουσιν διὰ τοῦ εἰληφέναι τὸ φῶς γενέσθαι τέκνα θεοῦ. τότε γενόμενοι ἐκ τοῦ θεοῦ καὶ τὰ ῥήματα ἀκούουσιν αὐτοῦ, οὐκέτι ἁπλούστερον πιστεύοντες μόνον ἀλλ’ ἤδη καὶ διορατικώτερον κατανοοῦντες τὰ τῆς θεοσεβείας πράγματα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.33" n="289"><p>οἱ 〈δὲ〉 μὴ τοιοῦτοι φιλοτιμησάμενοι εἶναι τέκνα μὲν οὐ γίνονται θεοῦ, οὐδὲ ἐκ τοῦ θεοῦ, καὶ διὰ τοῦτο οὐκ ἀκούουσιν τὰ ῥήματα αὐτοῦ οὐδὲ συνιᾶσιν τοῦ βουλήματος αὐτῶν· μένουσιν δὲ ἐν τῇ πρὸ τῶν τέκνων τοῦ θεοῦ καταστάσει τῶν πεπιστευκότων μόνον, δοῦλοι θεοῦ τῷ εἰληφέναι τὸ τῆς δουλείας εἰς φόβον πνεῦμα καὶ μὴ ἐσπουδακέναι προβῆναι καὶ προκόψαι ὥστε καὶ τὸ τῆς υἱοθεσίας χωρῆσαι, ἐν ᾧ κράζουσιν οἱ ἔχοντες αὐτό· »Ἀββᾶ, ὁ πατήρ«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.33" n="290"><p>ὅτι γὰρ καθόλου οὐδεὶς ἀνθρώπων ἀρχῆθεν υἱός ἐστιν θεοῦ, δῆλον μὲν καὶ ἐκ τοῦ »Ἤμεθα τέκνα φύσει ὀργῆς« [ὑπὸ] Παύλου καὶ περὶ ἑαυτοῦ τοῦτο εἰρηκότος· σαφὲς δὲ καὶ ἐκ τοῦ »Ἐγὼ δὲ λέγω ὑμῖν· »Ἀγαπήσατε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων <pb facs="uiuc-2850082v4-1622047771_0483"/> »ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.33" n="291"><p>εἰ γὰρ Παῦλος »φύσει ὀργῆς υἱός«, τίς ὑπὲρ Παῦλον, ὅσον ἐπὶ τῇ κατασκευῇ, οὐκ ὀργῆς υἱὸς πρὸ τοῦ λαβεῖν ἐξουσίαν τέκνον θεοῦ γενέσθαι καὶ πρὸ τοῦ τέκνον γενέσθαι θεοῦ; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.33" n="292"><p>καὶ εἰ οὐκ ἄλλως γίνεταί τις υἱὸς τοῦ ἐν οὐρανοῖς πατρὸς ἢ ἐκ τοῦ ἀγαπᾶν τοὺς ἐχθροὺς ἑαυτοῦ | καὶ προσεύχεσθαι ὑπὲρ τῶν διωκόντων αὐτόν, δῆλον ὅτι οὐδεὶς τῷ φύσει εἶναι ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει, ἀλλὰ τῷ λαβεῖν ἐξουσίαν τέκνον θεοῦ γενέσθαι καὶ κεχρῆσθαι εἰς δέον τῇ ἐξουσίᾳ, καὶ τῷ ἠγαπηκέναι τοὺς ἐχθροὺς καὶ προσεύχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων γενόμενος υἱὸς τοῦ ἐν οὐρανοῖς πατρός. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.33" n="293"><p>τότε ἐστὶ καὶ ἐκ τοῦ θεοῦ, καὶ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει, συνιεὶς αὐτῶν καὶ ἐπιστήμην αὐτῶν ἀναλαμβάνων· ὅπερ ἴδιον οὐ δούλων ἀλλὰ τέκνων ἐστὶν θεοῦ, τῶν πᾶσαν μὲν καταργησάντων * * γένεσιν, τὴν δὲ ἀπὸ θεοῦ ἀνειληφότων διὰ »τοῦ τῆς υἱοθεσίας πνεύματος«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.33" n="294"><p>ἅμα δὲ ἐπιμελέστερον κατανοητέον πῶς δεῖ δέχεσθαι τὸ »Τὰ ῥήματα »τοῦ θεοῦ ἀκούει«, ᾧ ὅμοιόν ἐστιν καὶ τὸ »Τὰ ἐμὰ πρόβατα τῆς »ἐμῆς φωνῆς ἀκούουσι«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.33" n="295"><p>εἰ γὰρ ἐπὶ ψιλῆς συγκαταθέσεως τὸ ἀκούειν λάβοιμεν, καὶ οἱ ψυχικοὶ πρὸς χρόνον πιστεύοντες ἔσονται ἐκ τοῦ θεοῦ, μεμαρτυρημένοι ὑπὸ τοῦ λόγου ὅτι πρὸς καιρόν τινες πιστεύουσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.33" n="296"><p>εἰ δὲ καὶ τὸ »Ἀκούει« ἐκλάβοιμεν ἐπὶ τοῦ τηρεῖν τὰς ἐντολάς, δῆλον ὅτι κἂν ἐν ἑνὶ ἁμαρτάνων οὐκ ἔσται υἱὸς θεοῦ· ὅπερ ἡμᾶς μὲν οὐ θλίψει τοὺς λέγοντας ἐκ μεταβολῆς γίνεσθαί τινα υἱὸν θεοῦ, ἐκείνους δέ, μὴ πάνυ δεῖξαι δυναμένους ἀναμαρτήτους ἑαυτοὺς καὶ τοὺς ἐν τοῖς αὐτοῖς μαθήμασι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.33" n="297"><p>εἰ δὲ τὸ »Ἀκούει« λαμβάνοιμεν ἐπὶ τοῦ συνιέναι καὶ νοεῖν, δεικνύτωσάν τινα πάντων ἀκούοντα οὕτως τῶν τῆς καινῆς διαθήκης λόγων, ἵνα ἐκεῖνον εἴπωμεν υἱὸν θεοῦ, εἰ μὴ ἐπιδέχοιτο ἀνατροπὴν εἰς τὰ ἅγια γράμματα ἡ ἐκδοχὴ αὐτοῦ· ἡμεῖς γὰρ καὶ κατὰ ταῦτα μέγαν τινὰ καὶ θαυμαστὸν εἶναι φανταζόμενοι τὸν ἤδη υἱὸν θεοῦ, οὐκ ἐλεγχθησόμεθα ἀναξίως τῶν ἐκ τοῦ θεοῦ ἐξειληφότες τὸ »Ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ »ῥήματα τοῦ θεοῦ ἀκούει«.</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20" n="34"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.34" n="298"><p rend="indent">Ἤδη δὲ καὶ ἐκ τῶν ἐναντίων παράδοξον ἄν τι φανὲν ἀποδειχθῆναι δυνατὸν ἔσται. τί δὲ τὸ παράδοξον ἢ τὸ εἶναί τινα ἑτέρου υἱοῦ θεοῦ μᾶλλον υἱὸν θεοῦ, καὶ διπλασιόνως ἕτερον ἑτέρου <pb facs="uiuc-2850082v4-1622047771_0484"/> εἶναι υἱὸν θεοῦ;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.34" n="299"><p>πῶς δὲ τοῦτο ἀπὸ τοῦ ἐναντίου δείκνυται οὕτω παραστήσομεν· ἐν τῷ κατὰ Ματθαῖον ὁ πρὸς τοὺς γραμματεῖς καὶ Φαρισαίους δεύτερος ταλανισμὸς οὕτως ἔχει· »Οὐαὶ ὑμῖν, γραμματεῖς »καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν »ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν »γεέννης διπλότερον ὑμῶν«.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.34" n="300"><p>οὐκοῦν κατὰ τοῦτο οὔτε φύσει υἱοὶ γεέννης εἰσίν τινες, οὔτε ἐπ’ ἴσης οἱ τῆς γεέννης υἱοὶ υἱοί εἰσιν αὐτῆς, εἴγε ἕτερος ἑτέρου διπλότερος υἱός ἐστιν αὐτῆς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.34" n="301"><p>εἰ δὲ ἕτερος ἑτέρου διπλότερός ἐστιν υἱὸς τῆς γεέννης, διὰ τί οὐχὶ καὶ τῆς ἀπωλείας καὶ τοῦ θανάτου καὶ τοῦ σκότου καὶ τῶν λοιπῶν, | ὧν οἱ διαφόρως ἁμαρτάνοντές εἰσιν υἱοί;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.34" n="302"><p>εἰ δὲ ἐπὶ τούτων, διὰ τί καὶ οὐχὶ υἱοὶ φωτὸς διπλότεροι ἕτεροι ἑτέρων ἔσονται καὶ υἱοὶ ζωῆς καὶ υἱοὶ σοφίας, οὕτω δὲ υἱοὶ θεοῦ; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.34" n="303"><p>εἰ δὲ διπλασιόνως ἕτερος παρ’ ἕτερον υἱὸς γίνεται θεοῦ, διὰ τί οὐχὶ καὶ πολλαπλασιόνως καὶ τοσαυταπλασιόνως ὁποσαπλασιόνως ἄξιον νοεῖν εἶναι τὸν πρωτότοκον πάσης κτίσεως υἱὸν τοῦ θεοῦ παρὰ τοὺς λοιποὺς υἱοὺς τοῦ θεοῦ καὶ τοὺς μηκέτι πνεῦμα δουλείας ἔχοντας εἰς φόβον, ἀλλ’ εἰληφότας πνεῦμα υἱοθεσίας; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.34" n="304"><p>τάχα οὖν οὕτως πλειόνων ὄντων τῶν ῥημάτων τοῦ θεοῦ, οὐ μόνον τῶν ἀναγεγραμμένων ἀλλὰ καὶ τῶν ἀρρήτων, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, καὶ τούτων περὶ ὧν φησὶν ὁ Ἰωάννης· »Οὐδ’ »αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία«· πᾶς μὲν οἱωντινωνοῦν ῥημάτων ἀκούων τοῦ θεοῦ ἤδη ἐστὶν ἐκ τοῦ θεοῦ· ὅσῳ δὲ πλειόνων ἀκούει ῥημάτων τοῦ θεοῦ, τοσαυταπλειόνως γενήσεται ἐκ τοῦ θεοῦ· ὡς, εἰ δεῖ οὕτως ὀνομάσαι, πάντων ἀκούσας τις τῶν ῥημάτων τοῦ θεοῦ, ἐάν γε τοῦτο φθάνῃ ἐπί τινα τῶν λαμβανόντων τὸ τῆς υἱοθεσίας πνεῦμα, τελείως καὶ ἀνυπερβλήτως γίνεται υἱὸς θεοῦ, καὶ πάντη καὶ ἐξ ὅλων καὶ ὅλος ἐκ τοῦ θεοῦ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.34" n="305"><p>εὐγνωμονέστερον δὲ ἀκουστέον τοῦ ›ἐξ ὅλων καὶ ὅλος‹, ἀνάλογον ὅλοις τοῖς δόγμασι καὶ πάσῃ τῇ γνώσει καὶ πᾶσι τοῖς μυστηρίοις, ὥστ’ ἂν εἰπεῖν ὅλον καὶ ἐξ ὅλων γεγονέναι ἐκ τοῦ θεοῦ τὸν εἰδότα πάντα τὰ μυστήρια καὶ πᾶσαν τὴν γνῶσιν, καὶ μετὰ τούτων τὰ τῆς τελείας ἀγάπης κατορθωκότα. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>