<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.24.206-20.25.225</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.24.206-20.25.225</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" n="20"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20" n="24"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.24" n="206"><p>τὸ μὲν οὖν φάναι τοὺς αὐτοὺς τύπους φαντασιῶν καὶ συγκαταθέσεων καὶ διανοήσεων καὶ μνημονεύσεων γεγονέναι ἐν τοῖς ἑτεροουσίοις ἄλογον· τὸ δὲ ἐν τοῖς ὁμοουσίοις ἐκ μέρους ὡς παρὰ ταύτην εἶναί τινα καὶ ἄλλην οὐσίαν ἐν αὐτοῖς ἠλίθιον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.24" n="207"><p>παραστησάτωσαν γὰρ παρὰ τὰς δυνάμεις ταύτας ἑτέραν τινὰ οὐσίαν μὴ νοοῦσαν μηδὲ διανοουμένην μηδὲ μεμνημένην μηδὲ φαντασιουμένην ἐν οἷς φασὶν εἶναι πνευματικοῖς κρείττονα τῆς νοούσης καὶ διανοουμένης, ἢ ἐν τοῖς χοϊκοῖς ἤτοι ὁμοίαν ἢ χείρονα· οὐδὲ γὰρ φήσουσιν κρείττονα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.24" n="208"><p>ἀλλ’ εἰκὸς αὐτοὺς ἐρεῖν ὅτι ὥσπερ ἐνδέχεται ἀπὸ τῆς αὐτῆς σφραγῖδος ὁμοίως τυπωθῆναι τὴν ἀνόμοιον οὐσίαν χρυσοῦ καὶ ἀργύρου καὶ κασσιτέρου καὶ μολίβου καὶ κηροῦ, οὕτω δυνατὸν ἀπὸ τῶν αὐτῶν φαντασιῶν τοὺς παραπλησίους ἐγγενέσθαι τύπους τοῖς ἐν διαφόροις οὐσίαις τυγχάνουσιν καὶ φαντασιουμένοις· τὸ δ’ ὅμοιον καὶ ἐπὶ διανοίας καὶ νοήσεως καὶ μνημονεύσεως φήσουσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.24" n="209"><p>ἀλλ’ ὅρα μήποτε κἂν πάνυ πιθανὸς εἶναι ὁ λόγος οὗτος δοκῇ, συναρπάζειν μᾶλλον καὶ σοφίζεσθαι δύναται ἀνομοίως παραβεβλημένος ἤπερ πείθειν τὸν ἀκριβῶς τῷ παραδείγματι ἐπιστήσαντα· ἐπὶ μὲν γὰρ τῆς εἰκόνος ἔχω δεῖξαι, ἤτοι ἐν χρυσῷ ὁ τύπος ἢ ἐν ἀργύρῳ, ᾖ μὲν ὁ τύπος παραπλήσιος δείκνυται, τὴν ἰδιότητα τοῦ ἐν χρυσῷ γεγονέναι παρὰ τὸ ἐν ἀργύρῳ τετυπῶσθαι ἢ ταῖς λοιπαῖς ὕλαις. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.24" n="210"><p>οὕτω τοίνυν ἡμῖν παραστησάτωσαν ἰδίωμα τοῦ δεξαμένου τύπον κρείττονα ἢ ἐλάττονα ἢ ὑποδεέστερον, καὶ πειραθήτωσαν κἂν περιλαλῆσαι τὴν τῶν δεξαμένων τὴν ἀνάμαξιν <pb facs="uiuc-2850082v4-1622047771_0471"/> τῶν τύπων παραπλησίως διάφορον οὐσίαν· μὴ γὰρ παριστάντες ἀποφανοῦνται μέν, οὐκ ἀποδείξουσιν δέ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.24" n="211"><p rend="blockquote">Τοσαῦτα καὶ πρὸς τὸν Ἡρακλέωνος λόγον εἰπόντος· τὸ »Ἐκ τοῦ πατρὸς τοῦ διαβόλου« ἀντὶ τοῦ ›ἐκ τῆς οὐσίας τοῦ πατρός‹ εἰρήσθω. πάλιν εἰς τὸ » Τὰς »ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν« διαστέλλεται λέγων τὸν διάβολον μὴ ἔχειν θέλημα ἀλλ’ ἐπιθυμίας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.24" n="212"><p rend="blockquote;merge">καὶ ἐμφαίνεται αὐτόθεν τὸ ἀδιανόητον τοῦ λόγου· ἐθέλειν γὰρ τὰ πονηρὰ πᾶς ἄν τις ὁμολογήσαι ἐκεῖνον. συνάξεις δὲ καὶ αὐτός, εἰ καὶ ἐπὶ τοῦ παρόντος ἐν προχείρῳ οὐκ ἔχομεν παραθέσθαι, εἰ που ἐν τῇ γραφῇ τὸ θέλειν ἐπὶ τοῦ διαβόλου τέτακται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.24" n="213"><p rend="blockquote;merge">μετὰ ταῦτά φησιν ὁ Ἡρακλέων ὡς ἄρα ταῦτα εἴρηται οὐ πρὸς τοὺς φύσει τοῦ διαβόλου υἱούς, τοὺς χοϊκούς, ἀλλὰ πρὸς τοὺς ψυχικούς, θέσει υἱοὺς διαβόλου γινομένους· ἀφ’ ὧν τῇ φύσει δύνανταί τινες καὶ θέσει υἱοὶ θεοῦ χρηματίσαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.24" n="214"><p rend="blockquote;merge">καί φησί γε ὅτι παρὰ τὸ ἠγαπηκέναι τὰς ἐπιθυμίας τοῦ διαβόλου καὶ ποιεῖν τέκνα οὗτοι τοῦ διαβόλου γίνονται, οὐ φύσει τοιοῦτοι ὄντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.24" n="215"><p rend="blockquote;merge">καὶ διαστέλλεται ὡς ἄρα τριχῶς δεῖ ἀκούειν τῆς κατὰ τέκνα ὀνομασίας, πρῶτον φύσει, δεύτερον γνώμῃ, τρίτον ἀξίᾳ· καὶ φύσει μέν, φησίν, ἐστὶν τὸ γεννηθὲν ὑπό τινος γεννητοῦ, ὃ καὶ κυρίως τέκνον καλεῖται· γνώμῃ δέ, ὅτε τὸ θέλημά τις ποιῶν τινος διὰ τὴν ἑαυτοῦ γνώμην τέκνον ἐκείνου οὗ ποιεῖ τὸ θέλημα καλεῖται· ἀξίᾳ δέ, καθ’ ὃ λέγονταί τινες γεέννης τέκνα καὶ σκότους καὶ ἀνομίας, καὶ ὄφεων καὶ ἐχιδνῶν γεννήματα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.24" n="216"><p rend="blockquote;merge">οὐ γὰρ γεννᾷ, φησί, ταῦτά τινα τῇ ἑαυτῶν φύσει· φθοροποιὰ γὰρ καὶ ἀναλίσκοντα τοὺς ἐμβληθέντας εἰς αὐτά· ἀλλ’ ἐπεὶ ἔπραξαν τὰ ἐκείνων ἔργα, τέκνα αὐτῶν εἴρηται. τοιαύτην δὲ διαστολὴν δεδωκὼς οὐδὲ κἂν ἐπὶ ποσὸν ἀπὸ τῶν γραφῶν παρεμυθήσατο τὴν ἰδίαν διήγησιν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.24" n="217"><p rend="blockquote;merge">εἴποιμεν δ’ ἂν πρὸς αὐτὸν ὅτι εἰ μὴ φύσει, ἀλλὰ ἀξίᾳ γεέννης τέκνα ὀνομάζεται καὶ σκότους καὶ ἀνομίας (φθοροποιὰ γὰρ ταῦτα καὶ ἀναλίσκοντα μᾶλλον ἤπερ συνιστάντα), πῶς ὁ Παῦλός φησί που τὸ »Ἤμέθᾳ † φύσει τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποί«; ἢ λεγέτωσαν <pb facs="uiuc-2850082v4-1622047771_0472"/> ἡμῖν ὡς οὐκ ἔστιν ἀναλωτικὸν καὶ μάλιστα κατ’ αὐτὸν φθοροποιὸν ἡ ὀργή, ἧς τέκνα ἥμεθα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.24" n="218"><p rend="blockquote;merge">πάλιν φησὶν ὅτι τέκνα τοῦ διαβόλου νῦν λέγει τούτους, οὐχ ὅτι γεννᾷ τινας ὁ διάβολος, ἀλλ’ ὅτι τὰ ἔργα τοῦ διαβόλου ποιοῦντες ὡμοιώθ|ησαν αὐτῷ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.24" n="219"><p rend="blockquote;merge">πόσῳ δὲ βέλτιον περὶ πάντων τῶν τοῦ διαβόλου τέκνων τοῦτο ἀποφαίνεσθαι, ὡς ὁμοιουμένων αὐτῷ τῷ ποιεῖν τὰ ἔργα αὐτοῦ καὶ οὐ διὰ τὴν οὐσίαν καὶ τὴν κατασκευὴν τὴν χωρὶς ἔργων τέκνων διαβόλου χρηματιζόντων;</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20" n="25"><head rend="center"><emph rend="bold">VIII, 44.</emph> Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ.</head><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.25" n="220"><p rend="indent">(21) Ἐπεί ἐστίν τις κοινότερον ἀνθρωποκτόνος ὁ ὁπωσποτὲ ἀπεκτονὼς ἄνθρωπον, ὅστις ἐστὶν καὶ μέσος, καθ’ ὃ καὶ ζήλῳ θεοῦ πεποίηκεν ὁ Φινεὲς ἀποκτείνας τὸν Ἰσραηλίτην πορνεύοντα καὶ τὴν Μαδιανίτιν ⟨καὶ⟩ ἀνθρωποκτόνος οὐ ψεκτῶς ῥηθήσεται καὶ ὁ Δαβὶδ »ἐν ὀνόματι κυρίου τῶν δυνάμεων, θεοῦ παρατάξεως »Ἰσραήλ« ⟨πατάξας⟩ τὸν Γολιάθ, ζητητέον τὴν ἀληθινὴν ἀνθρώπου ζωὴν καὶ τὸν ἐναντίον ταύτῃ θάνατον αὐτοῦ, ἵνα νοηθῇ ὁ ψεκτῶς ἀνθρωποκτόνος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.25" n="221"><p>καὶ ὅσον μὲν ἐπὶ τῇ ἱστορίᾳ φήσεις τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, ὅσον οὐχ ἡμαρτήκεισαν, μὴ ἀνῃρῆσθαι· ᾗ δὲ ἡμέρᾳ ἔφαγον ἀπὸ τοῦ ἀπηγορευμένου ξύλου εὐθέως καὶ τεθνηκέναι, οὐκ ἄλλου τινὸς ἀποκτείναντος αὐτοὺς ἢ τοῦ | ἀνθρωποκτόνου διαβόλου, ὅτε τὴν Εὔαν διὰ τοῦ ὄφεως ἠπάτησεν καὶ ἡ Εὔα δέδωκεν τῷ ἀνδρὶ ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγεν ὁ ἀνήρ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.25" n="222"><p>κατὰ μέντοι γε τὰ βαθύτερα τῶν δογμάτων νοήσας τὸ »Οὐκ ἀποθανοῦμαι ἀλλὰ ζήσομαι, »καὶ διηγήσομαι τὰ ἔργα κυρίου«, καὶ τὸ ὑπὸ τοῦ σωτῆρος πρὸς τοὺς Σαδδουκαίους ἀπορρητότατα τοῖς συνιέναι τοῦ λεγομένου δυναμένοις εἰρημένον ἐν τῷ κατὰ Ματθαῖον· »Περὶ τῆς ἀναστάσεως »τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· »Ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; οὐκ ἔστιν »ὁ θεὸς θεὸς νεκρῶν, ἀλλὰ ζώντων«, καὶ ἐν τῷ κατὰ Λοῦκαν· »Ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωσῆς ἐμήνυσεν, ὡς λέγει ἐπὶ τῆς »βάτου κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ· »οὐκ ἔστιν ὁ θεὸς νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν«· </p></div><pb facs="uiuc-2850082v4-1622047771_0473"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.25" n="223"><p>ἔτι δὲ καὶ ἐν τῷ κατὰ Μάρκον· »Περὶ τῶν νεκρῶν, † οὐκ ἀνέγνωτε »ὅτι ἐγείρονται ἐν τῇ βίβλῳ Μωσέως ἐπὶ τῆς βάτου ὡς εἶπεν αὐτῷ »ὁ θεὸς λέγων· Ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς »Ἰακώβ; οὐκ ἔστιν ὁ θεὸς νεκρῶν, ἀλλὰ ζώντων«, ὄψει ὅτι εἰ νῦν ζῇ ἐκ νεκρῶν ἀναστάς, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ νεκροὶ ἦσαν, πρὶν ζήσωσιν· νεκρὸς δὲ κυρίως οὐδεὶς λέγεται μὴ πρότερον ζήσας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.25" n="224"><p>ἐπίστησον δὲ καὶ τῷ »Ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, καὶ ἐν »τῷ χριστῷ πάντες ζωοποιηθήσονται«, ἐν οἷς οὔτε ὁ μέσος θάνατος σημαίνεται κατὰ τὸ »Ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν«, οὔτε ἡ ἀδιάφορος ζωὴ καὶ μήτε ἀγαθὸν οὖσα καθ’ αὑτὴν μήτε κακὸν κατὰ τὸ »Ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται«, καὶ ὄψει τὴν ζωὴν τοῦ κατ’ εἰκόνα ἀνθρώπου. νοήσας δὲ αὐτοῦ τὴν ζωὴν συνήσεις τίνα τρόπον ὁ ἀνθρωποκτόνος ἀπέκτεινε τὸν ζῶντα ἄνθρωπον, οὐ διά τινα ἕνα ἰδίως ποιόν, ἀλλὰ δι’ ὅλον τὸ γένος, ὃ ἀπέκτεινεν, καθ’ ὃ »ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν«, ὑγιῶς λεχθησόμενος ἀνθρωποκτόνος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.25" n="225"><p>ταύτην δὲ τὴν ἀνθρωποκτονίαν εἰργάσατο ἀρξάμενος ἀπ’ ἀρχῆς, δι’ ἣν ἀνθρωποκτονίαν αὐτοῦ ἕκαστος τῶν νοούντων αὐτὸ καὶ τὸ ἑαυτοῦ σῶμα, καὶ τίνι οἰκεῖόν ἐστιν, τοῦτο ἐρεῖ, ταλανίζων ἑαυτὸν ἐπὶ τῷ ἐν τῷ Ἀδὰμ ἀποτεθνηκέναι, τὸ » Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ »θανάτου τούτου«; βλέπων καὶ τίνα τρόπον εἴρηται τὸ » Εἰς χοῦν »θανάτου κατήγαγές με«· καὶ τὸ Ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ »κακώσεως«· καὶ τὸ »Σῶμα τῆς ταπεινώσεως ἡμῶν«. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>