<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.20.166-20.23.185</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.20.166-20.23.185</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" n="20"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20" n="20"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.20" n="166"><p>σαφοῦς δὲ ὄντος τοῦ ›οὐκ ἐδύναντο‹, δῆλον ὅτι ἔξεστιν μεταβαλεῖν ἀπὸ τοῦ μὴ δύνασθαι ἀκούειν τῶν Ἰησοῦ λόγων ἐπὶ τὸ ἀκούειν αὐτῶν, καὶ οὐ διὰ φύσιν ἀνιάτως ἔχουσαν, ὅτε οὐ δύναταί τις ἀκούειν· καὶ μάλιστα ταῦτα προσακτέον τοῖς ἑτεροδόξοις, χαίρουσι ταῖς ἀλληγορίαις καὶ ἀνάγουσιν τὴν περὶ τῶν ἰάσεων ἱστορίαν ἐπὶ τὰς τῆς ψυχῆς θεραπείας, ἀπολυομένης ὑπὸ τοῦ Ἰησοῦ πάσης νόσου καὶ πάσης μαλακίας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.20" n="167"><p>νομίζω δὲ τὸ μὲν ἀκούειν νῦν ἐπὶ τοῦ συνιέναι τάσσεσθαι τῶν λεγομένων, τὸ δὲ γινώσκειν ἐπὶ τοῦ καταλαμβάνοντα συγκατατίθεσθαι, τῷ φωτὶ τῆς περὶ τῶν λεγομένων γνώσεως πεφωτισμένον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.20" n="168"><p rend="blockquote">Ὁ μέντοι γε Ἡρακλέων ὑπολαμβάνει αἰτίαν ἀποδίδοσθαι τοῦ μὴ δύνασθαι αὐτοὺς ἀκούειν τὸν Ἰησοῦ λόγον μηδὲ γινώσκειν αὐτοῦ τὴν λαλιὰν ἐν τῷ »Ὑμεῖς ἐκ τοῦ »πατρὸς τοῦ διαβόλου ἐστέ«. αὐταῖς γοῦν λέξεσίν φησι· »Διατί »δὲ οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν, ἢ ὅτι ὑμεῖς »ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ;« ἀντὶ τοῦ »ἐκ τῆς »οὐσίας τοῦ διαβόλου«, φανερῶν αὐτοῖς λοιπὸν τὴν φύσιν αὐτῶν, καὶ προσελέγξας αὐτοὺς ὅτι οὔτε τοῦ Ἀβραάμ εἰσιν τέκνα (οὐ γὰρ ἂν ἐμίσουν αὐτόν), οὔτε τοῦ θεοῦ, διὸ οὐκ ἠγάπων αὐτόν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.20" n="169"><p rend="blockquote;merge">καὶ εἰ μὲν τὸ »Ὑμεῖς ἐκ τοῦ »πατρὸς τοῦ διαβόλου ἐστέ« ἐξεδέχετο ὡς ἐν τοῖς ἀνωτέρω διηγησάμεθα, καὶ ἔλεγεν· διὰ τὸ ἔτι ὑμᾶς εἶναι ἐκ τοῦ διαβόλου. οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν, κἂν παρεδεξάμεθα αὐτοῦ τὴν διήγησιν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.20" n="170"><p rend="blockquote;merge">νυνὶ δὲ δῆλός ἐστιν ὁμοουσίους τινὰς τῷ διαβόλῳ λέγων ἀνθρώπους, ἑτέρας, ὡς οἴονται οἱ ἀπ’ αὐτοῦ, οὐσίας τυγχάνοντας παρ’ οὓς καλοῦσι ψυχικοὺς ἢ πνευματικούς.</p></div></div><pb facs="uiuc-2850082v4-1622047771_0465"/><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20" n="21"><head rend="center"><emph rend="bold">VIII, 44.</emph> Ὑμεῖς ἐκ τοῦ πατρὸς ποῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν.</head><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.21" n="171"><p rend="indent">XXI. (19) Ἀμφίβολος ἡ λέξις ἐστίν· δηλοῦται γὰρ ἀπ’ αὐτῆς ἓν μὲν ὡς ἄρα ἔχει ὁ διάβολος πατέρα, ἐξ οὗ πατρός, ὅσον ἐπὶ τῷ ῥητῷ, ἐμφαίνονται εἶναι οὗτοι πρὸς οὓς ὁ λόγος· ἕτερον δέ, ὃ βέλτιόν ἐστιν, ὅτι ὑμεῖς ἐκ τοῦδε τοῦ πατρός ἐστε, καθ’ οὗ κατηγορεῖται τὸ ›διάβολος‹.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.21" n="172"><p>ἀμφίβολον μὲν οὖν ἦν ἂν τὸ λεγόμενον καὶ εἰ περιῄρητο τὸ πρότερον ἄρθρον τὸ ›τοῦ‹, πλὴν μᾶλλον ἂν ἐφαίνετο σαφέστερον τὸ βούλημα τοῦ ῥητοῦ. 〈οὐ〉 μέντοι γε ὁ συναγορεύων τῷ εἶναί τινα τοῦ διαβόλου πατέρα, οὗ υἱοὺς δόξει λέγειν τοὺς πρὸς οὓς ὁ λόγος ἐστίν, χρήσεται τῷ ἐπιφερομένῳ οὕτως ἔχοντι· »Ὅταν »λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ »αὐτοῦ«, καὶ φήσει ψεῦδος μὲν εἶναι τὸν διάβολον, ἄλλον δὲ παρὰ τοῦτον εἶναι τὸν τοῦ ψεύδους πατέρα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.21" n="173"><p>ἀλλ’ οὐχ ὑγιῶς τοῦτο λεχθήσεται· μᾶλλον γὰρ τὸ ψεῦδος ἐφαρμόσει τῷ ἐναντίῳ τοῦ εἰπόντος· »Ἐγώ εἰμι ἡ ἀλήθεια«· λέγω δὲ τῷ ἀντιχρίστῳ, οὗ ψεύστης ἐστὶν ὁ πατήρ, ὁ διάβολος ὤν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.21" n="174"><p>ἀλλ’ εἰκός τινα προσκόψειν τῷ ψεῦδος εἶναι τὸν ἀντίχριστον, οὐκέτι ψεκτὸν ἐσόμενον, ἐὰν τῇ ὑποστάσει ἕτερον μηδὲν ψεύδους ᾖ. πρὸς ὃν παραθέμενος τὸ »Ἀπώλεια »ἐγένου, καὶ οὐχ ὑπάρξεις εἰς τὸν αἰῶνα« εἰρημένον ἐν τῷ Ἰεζεκιὴλ περί τινος διὰ τὴν κακίαν μεταβεβληκότος εἰς τὸ γενέσθαι αὐτὸν ἀπώλειαν, καθ’ ὁμοιότητα παραμυθήσει καὶ τὸ περὶ τοῦ ψεῦδος εἶναί τινα 〈οὐ〉 τῇ ὑποστάσει ἐκ κατασκευῆς, ἀλλὰ ἐκ μεταβολῆς καὶ ἰδίας προαιρέσεως τοιοῦτον γεγενημένον, καὶ οὕτως, ἵνα καινῶς ὀνομάσω, πεφυσιωμένον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.21" n="175"><p>φεύγων γοῦν τις ὡς ἄτοπον τὸ φάσκειν εἶναι ψεῦδος τὸν ἀντίχριστον, ἐρεῖ καὶ πᾶσιν ἐφαρμόζειν τοῖς ψευδομένοις τὸ »Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ«· τὸ γὰρ ἐν ἑκάστῳ τῶν ψευδομένων ψεῦδος ἐπὰν λαλῇ, »ἐκ τῶν ἰδίων« τοῦ ψεύδους »λαλεῖ«· ἀλλὰ καὶ τὸ » Ψεύστης ἐστὶν ὁ πατὴρ αὐτοῦ« † ἀνενέγκει ἐπὶ τὸ ἕκαστον τὸν προφερόμενον ψεῦδος ἐκ στόματος ἑαυτοῦ πατέρα εἶναι οὗ λαλεῖ ψεύδους· καὶ οὐκ ἀπίθανός γε ἔσται ἡ τοιαύτη ἀπό δοσις. καὶ ταῦτα μὲν | ὡς παρακείμενα τῇ ἀμφιβολίᾳ τοῦ ἐκκειμένου ἡμῖν ῥητοῦ εἰρήσθω. </p></div></div><pb facs="uiuc-2850082v4-1622047771_0466"/><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20" n="22"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.22" n="176"><p rend="indent">(20) Ἐπεὶ δὲ διηγούμενοι τὸ »Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ »πατρὸς ὑμῶν« προλαβόντες καὶ εἰς τοῦτο εἰρήκαμεν, πολλαχόθεν τὰ φανέντα ἡμῖν εἰς τὴν διήγησιν χρήσιμα συναγαγόντες, οὐκ εὐλόγως νῦν προσδιατρίψομεν τῷ τόπῳ. πλὴν εἴ τις τῷ ποιεῖν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται καὶ μὴ κατήργησεν τὴν ἀπ’ ἐκείνου γένεσιν ἐξ ἑαυτοῦ, οὗτος οὐ μίαν ἀλλὰ πλείονας ἐπιθυμίας τοῦ τοιούτου πατρὸς ποιεῖν ἐθέλει· καὶ τῶν ἐν παντὶ υἱῷ διαβόλου ἐπιθυμιῶν ἀπὸ τῶν ἐν τῷ διαβόλῳ ἐπιθυμιῶν γεννωμένων, σαφὲς ὅτι αἱ ἐκείνου ἐπιθυμίαι φρόνημα ὕλης εἰσὶν καὶ φθορᾶς, ἃς κυρίως ἔχθρας εἴποι τις ἂν εἶναι πρὸς θεόν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.22" n="177"><p>φόνους μὲν οὖν καὶ ἀδικίας καὶ πλεονεξίας φάσκειν εἶναι τὰς ἐκείνου ἐπιθυμίας, γεννώσας ἐν υἱοῖς αὐτοῦ παραπλησίως ταύταις ἐπιθυμίας, οὐκ ἀπεμφαίνει· ἀλλὰ καὶ γενικῶς ἀκαθαρσίας τῇ φύσει ἐναντίας τυγχανούσας τῇ καθαρότητι λέγειν εἶναι τὰς ἐκείνου ἐπιθυμίας, ἀφ’ ὧν αἱ πρὸς τὰ ἀκάθαρτα ἐπιθυμίαι ἐγγίνονται τέκνοις τοῦ διαβόλου, οὐ δυσπαράδεκτόν ἐστιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.22" n="178"><p>τὸ δὲ καὶ πορνείαν λέγειν εἶναι τὴν ἐκείνου ἐπιθυμίαν ἢ μοιχείαν ἢ παιδοφθορίαν ἢ μαλακότητα οὐκ εὐχερῶς ἄν τις παραδέξοιτο, κἂν ἀπορῇ πῶς αἱ ἐπιθυμίαι αὗται ἐν ἀνθρώποις ἀπὸ τῶν ἐν ἐκείνῳ γίνονται ἐπιθυμιῶν, ὅσον ἐπὶ τῇ λέξει, οἱονεὶ καθολικοῦ τινος παρισταμένου περὶ τῶν ἐν ἀνθρώποις ἐπιθυμιῶν, ὡς ἄρα θέλουσιν οἱ ἄνθρωποι τὰς ἐπιθυμίας τοῦ πατρὸς αὐτῶν ποιεῖν, ὥστε πάντα, ἃ ἐπιθυμοῦσιν παρανόμως, πρότερον ἐπιθυμίας εἶναι τοῦ πατρὸς αὐτῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.22" n="179"><p>τοιοῦτον γάρ ἐστιν τὸ » Καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν«. λεκτέον δὲ πρὸς ταῦτα ὅτι ὁ διάβολος ἐπιθυμεῖ φθαρῆναι τόνδε, φέρε εἰπεῖν, τὸν παῖδα, καὶ μοιχευθῆναι τήνδε, καὶ πορνεῦσαι τούσδε, καὶ τούτων ἐπιθυμῶν ἐμποιεῖ τοῖς δυναμένοις αὐτῷ ὑπηρετήσασθαι ἐπιθυμίαν τοῦ ποιῆσαι, ἅπερ ἐκεῖνος ἐνεργῆσαι βούλεται, ὥστ’ ἂν κατὰ τοῦτο τὸν ἐνεργοῦντα τὴν πορνείαν ἢ τὴν μοιχείαν πρότερον λέγειν τοῦ ἀνθρώπου πορνεύειν καὶ μοιχεύειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.22" n="180"><p>τὸ δ’ αὐτὸ καὶ περὶ πάσης ἁμαρτίας ἐρεῖς· οἷον ὁ διάβολος ἀργυρίων μὲν οὐκ ἐπιθυμεῖ, ἐπιθυμεῖ δὲ φιλαργύρους ποιῆσαι καὶ προσπαθεῖς τοῖς ὑλικοῖς πράγμασιν· ταύτην δὲ τὴν ἐπιθυμίαν αὐτοῦ θέλουσι ποιεῖν οἱ οὐκ ἄλλως ἢ τῷ θέλειν φιλοῦντες τὸ ἀργύριον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.22" n="181"><p>διόπερ ἀναγκαῖόν ἐστιν ἐφιστάνειν ἡμᾶς πᾶσιν οἷς θέλομεν ποιεῖν καὶ ἐξετάζειν μήποτε ὃ θέλομεν ποιεῖν ἐκ τῶν τοῦ διαβόλου ἐπιθυμιῶν ἐστιν· ἵνα | ἐκ τοῦ τεθεωρηκέναι τὰ ἐκ τῶν τοῦ διαβόλου ἐπιθυμιῶν παυσώμεθα θέλειν ποιεῖν ἐκεῖνα, εἰδότες πάντα τὸν θέλοντα ποιεῖν τὰς τοῦ διαβόλου <pb facs="uiuc-2850082v4-1622047771_0467"/> ἐπιθυμίας ἐκ πατρὸς μὲν οὐδαμῶς εἶναι θεοῦ, διαβόλου δὲ γεγονέναι τέκνον, καὶ ἀπὸ τοῦ ἐθέλειν ποιεῖν τὰς ἐπιθυμίας τοῦ χείρονος μορφούμενον καὶ κατ’ εἰκόνα γινόμενον τοῦ πονηροῦ πατρός, ἀφ’ οὗ ἔρχονται καὶ τυποῦνται αἱ ἐκείνου τοῦ χοϊκοῦ εἰκόνες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.22" n="182"><p>πρῶτος γὰρ χοϊκὸς ἐκεῖνος, τῷ πρῶτος ἀποπεπτωκὼς τῶν κρειττόνων καὶ ἐπιτεθυμηκὼς ἑτέρας παρὰ τὴν κρείττονα ζωῆς ζωὴν ἄξιος γεγονέναι τοῦ ἀρχὴν αὐτὸν εἶναι οὔτε κτίσματος οὔτε ποιήματος ἀλλὰ »πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων »αὐτοῦ«. καὶ ἡμῶν δὲ ἡ προηγουμένη ὑπόστασίς ἐστιν ἐν τῷ κατ’ εἰκόνα τοῦ κτίσαντος· ἡ δὲ ἐξ αἰτίας ἐν τῷ ληφθέντι ἀπὸ τοῦ χοῦ τῆς γῆς πλάσματι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.22" n="183"><p>καὶ εἰ μὲν ὡσπερεὶ ἐπιλαθόμενοι τῆς ἐν ἡμῖν κρείττονος οὐσίας ὑποτάξομεν ἑαυτοὺς τῷ ἀπὸ τοῦ χοῦ πλάσματι, καὶ τὸ κρεῖττον τὴν εἰκόνα τοῦ χοϊκοῦ λήψεται· εἰ δὲ συνέντες τὸ ποιηθὲν κατ’ εἰκόνα καὶ τὸ ληφθὲν ἀπὸ τοῦ χοῦ τῆς γῆς, ὅλοι προσνεύοιμεν ἐπὶ τοῦτον, οὗ κατ’ εἰκόνα γεγόναμεν, ἐσόμεθα καὶ καθ’ ὁμοίωσιν θεοῦ, πᾶσαν τὴν πρὸς ὕλην καὶ σώματα προσπάθειαν καὶ τὴν πρός τινα τῶν καθ’ ὁμοίωσιν ἀπολείψαντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.22" n="184"><p>ἐπεὶ δὲ κατὰ τὰς θείας γραφὰς ἡ ἐπιθυμία τῶν μέσων ἐστίν, οὐκ εἰδυίας τὴν ἑλληνικὴν τῶν σημαινομένων παρὰ τοῖς τὰ τοιαῦτα διαρθροῦσιν ἀκρίβειαν, ὥστ’ ἂν τὸ μὲν ἀστεῖον βούλησιν ὀνομάσαι, ἣν ὁρίζονται εὔλογον ὄρεξιν, τὸ δὲ φαῦλον ἐπιθυμίαν, ἣν φασιν εἶναι ἄλογον ὄρεξιν ἢ σφοδρὰν ὄρεξιν, λεκτέον ὅτι πᾶσα γενητὴ φύσις τὰς ἐπιθυμίας τοῦ ἰδίου πατρὸς θέλει ποιεῖν, ὥσπερ καὶ πᾶσα ποιεῖ τὰ ἔργα τοῦ ἰδίου πατρός, τοῦ μὲν πρώτως ἁγίου πατρὸς ἀγενήτου τυγχάνοντος (οὗτος δέ ἐστιν ὁ θεός), τοῦ δὲ πρώτως πονηροῦ πατρὸς ἐξ οὐδενὸς ὄντος πατρός· οὐδὲ γὰρ ὑπέστησέν τις ἐν αὐτῷ πατὴρ τὴν πονηρίαν, ἀλλ’ ἡ ἀπὸ θεοῦ ἐκτροπὴ γεγέννηκεν αὐτήν.</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20" n="23"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.23" n="185"><p rend="indent">Τὸ μὲν οὖν νῦν ἐξεταζόμενον κατὰ τὸ » Καὶ τὰς »ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν« σαφὲς ὅτι ἀναφέρεται πρὸς τὸν διάβολον, προειρημένου τοῦ »Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ »διαβόλου ἐστέ« καὶ ἐπιφερομένου τοῦ »Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ »ἀρχῆς«. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>