<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.10.66-20.10.70</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.10.66-20.10.70</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" n="20"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20" n="10"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.10" n="66"><p rend="indent">Οἱ ἕν τι ἐπιλεξάμενοι τῶν τοῦ Ἀβραὰμ ἔργων, τὸ »Ἐπίστευσεν »δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην«, καὶ τοῦτο νομίζοντες εἶναι ἐφ’ ὃ ἀναφέρεται τὸ »Τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε« ἵνα καὶ συγχωρηθῇ αὐτοῖς ὅτι ἔργον ἐστὶν ἡ πίστις, οὐ συγχωρηθὲν ἂν ὑπὸ τῶν παραδεχομένων τὸ »Πίστις χωρὶς ἔργων νεκρά ἐστιν« οὐδ’ ὑπὸ τῶν ἀκουόντων ὅτι διαφέρει τὸ δικαιοῦσθαι »ἐκ πίστεως« ἤπερ »ἐξ ἔργων νόμου«, ἀπολεγέτωσαν διὰ τί οὐκ εἴρηται· »Εἰ τέκνα »τοῦ Ἀβραάμ ἐστε, τὸ ἔργον τοῦ Ἀβραὰμ ποιεῖτε« ἑνικῶς, ἀλλὰ πληθυντικῶς· »Τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«, ἴσον, ὡς οἶμαι, τυγχάνον τῷ ›πάντα‹ »τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.10" n="67"><p>εἰ δὲ ἴσον ἐστὶν τῷ ›πάντα‹ »τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε« καὶ μήτε σωματικῶς παιδίσκῃ δεῖ προσελθεῖν τὸν ἔχοντα γαμετὴν μήτε μετὰ τὴν τελευτὴν τῆς γεγαμημένης ἐν γήρᾳ ἄλλην γυναῖκα λαβεῖν τὸν κατὰ τὴν τοῦ σωτῆρος ὑφήγησιν θέλοντα τέκνον ἀποδειχθῆναι τοῦ Ἀβραὰμ ἐκ τοῦ ποιεῖν τὰ ἔργα τοῦ Ἀβραάμ, σαφῶς καὶ ἐντεῦθεν μανθάνομεν ὅτι δεῖ πᾶσαν τὴν κατὰ τὸν Ἀβραὰμ ἀλληγοροῦντα ἱστορίαν ἕκαστον πνευματικῶς ποιῆσαι τῶν πεπραγμένων ὑπ’ αὐτοῦ, ἀρξάμενον ἀπὸ τοῦ »Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου  <pb facs="uiuc-2850082v4-1622047771_0450"/> »τοῦ πατρός σου, εἰς τὴν γῆν ἣν ἂν σοι δείξω«, εἰρημένου οὐ μόνῳ τῷ Ἀβραὰμ ἀλλὰ καὶ παντὶ τῷ ἐσομένῳ τέκνῳ αὐτοῦ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.10" n="68"><p>ἔστιν γάρ τις καὶ ἑκάστου ἡμῶν γῇ, καὶ ἡ πρὸ τοῦ θείου χρηματισμοῦ οὐκ ἀγαθὴ συγγένεια, καὶ ὁ πρὸ τοῦ φθάσαντος εἰς ἡμᾶς λόγου θεοῦ οἶκος τοῦ πατρὸς ἡμῶν, † δι’ ἅτινα ἀπαντα κατὰ λόγον θεοῦ δεήσει ἡμᾶς ἐπεξελθεῖν, εἴπερ ἀκούομεν τοῦ σωτῆρος λέγοντος· »Εἰ τέκνα »τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«· οὕτω γὰρ φθάσομεν, ὡς καταλιπόντες τὴν ἡμετέραν γῆν, ἐφ’ ἣν δείξει ἡμῖν γῆν ὁ θεός, τὴν ἀληθῶς ἀγαθὴν καὶ ὄντως | πολλήν, ἣν ἀπὸ κυρίου τοῦ θεοῦ πρέπει δίδοσθαι τοῖς ποιήσασι τὸ προστεταγμένον ἐν τῷ »Ἔλξεθε »ἐκ τῆς γῆς σου«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.10" n="69"><p>καὶ ὡς καταλιπόντες συγγένειαν οὐ καλὴν εἰς ἔθνος ἐσόμεθα μέγα καὶ μεῖζον ἢ κατὰ ἀνθρώπους· καὶ ὡς καταφρονήσαντες οἴκου πατρὸς οὐκ ἐπαινετοῦ, εὐλογηθησόμεθα μεγαλυνομένου τοῦ ὀνόματος ἡμῶν, γινόμενοι εὐλογητοὶ ἐπὶ τοσοῦτον, ὡς τοὺς μὲν εὐλογοῦντας ἡμᾶς εὐλογεῖσθαι ὑπὸ τοῦ θεοῦ, τοὺς δὲ καταρωμένους ὑπὸ κατάραν ἔσεσθαι, πᾶσάν τε γῆς φυλὴν ἐν ἡμῖν εὐλογεῖσθαι (ὅτε καὶ περὶ ἡμῶν εἴποι ἂν ὁ λόγος· »Ἐπορεύθη«, ὡς εἴρηται περὶ Ἀβραάμ· »Καὶ ἐπορεύθη Ἀβραάμ, καθάπερ ἐλάλησεν αὐτῷ »κύριος«· οἶμαι δὲ ὅτι ἐν ταῖς ἀρχαῖς καὶ ἐπὶ ποσὸν ὁ Λὼτ ἕψεται ἡμῖν, οὗ σύμβολον ἦν τὸ »Καὶ ᾤχετο μετ’ αὐτοῦ Λώτ«), καὶ ἐπανελθόντες εἰς γῆν Χαναὰν διοδεύσομεν τὴν γῆν ἕως τοῦ τόπου Συχέμ, οὕτω τῇ ἀναβάσει τῆς διανοίας προκόπτοντες ἕως ἔλθωμεν ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:20.10" n="70"><p>καὶ ὀφθήσεται ἡμῖν κύριος ὁ θεός, ὁ ὀφθεὶς τῷ Ἀβραάμ, καὶ ἐπαγγελεῖται ⟨τὴν⟩ περὶ τὴν ὑψηλὴν δρῦν γῆν δοῦναι τῷ νοητῷ τῆς ψυχῆς ἡμῶν σπέρματι.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>