<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.3.12-19.3.19</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.3.12-19.3.19</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" n="19"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19" n="3"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.3" n="12"><p rend="indent">Χρὴ μέντοι γε εἰδέναι, ὅτι οἱ ἑτερόδοξοι νομίζουσιν σαφῶς ἐντεῦθεν παρίστασθαι τὸ μὴ τὸν θεόν, ᾧ ἐλάτρευον Ἰουδαῖοι, πατέρα εἶναι τοῦ χριστοῦ· εἰ γὰρ τοῖς Φαρισαίοις λατρεύουσιν τῷ δημιουργῷ, φασίν, ἔλεγεν ὁ σωτήρ· »Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου«, σαφὲς ὅτι ἕτερον ὄντα τοῦ δημιουργοῦ τὸν πατέρα Ἰησοῦ Φαρισαῖοι οὐκ ᾔδεσαν, ἀλλ’ οὐδὲ Ἱεροσολυμῖται, οἷς προειρήκει· »Ἀλλ’ ἔστιν »ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε«. ταῦτα δὲ λέγουσιν ἅτε μὴ ἀνεγνωκότες τὰς θείας γραφάς, μηδὲ τὴν συνήθειαν τῆς ἐν αὐταῖς λέξεως τετηρηκότες.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.3" n="13"><p>κἂν γὰρ διεξοδεύειν τις δύνηται τὰ περὶ θεοῦ ἐκ πατέρων μεμαθηκὼς ὅτι τούτῳ λατρεύειν μόνῳ δεῖ, μὴ βιοῖ δὲ καλῶς, τοῦτόν φασιν οὐκ ἔχειν γνῶσιν θεοῦ. εἴ τις γοῦν <pb facs="uiuc-2850082v4-1622047771_0413"/> ἄλλος ᾔδει τὰ περὶ τοῦ δημιουργοῦ καὶ τῆς ἱερατικῆς αὐτοῦ θεραπείας, δῆλον ὅτι καὶ οἱ Ἠλεῖ τοῦ ἱερέως υἱοὶ παρὰ τῇ λατρείᾳ ἀνατεθραμμένοι· ἀλλ’ ὅμως, ἐπεὶ ἥμαρτον, γέ|γραπται ταῦτα περὶ αὐτῶν ἐν τῇ τῶν Βασιλειῶν πρώτῃ· » Καὶ οἱ υἱοὶ Ἠλεῖ, υἱοὶ λοιμοί, οὐκ »ἔγνωσαν τὸν κύριον«.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.3" n="14"><p>πευσόμεθα γὰρ τῶν ἑτεροδόξων εἰ μὴ περὶ τοῦ δημιουργοῦ γέγραπται τὸ »Οὐκ ἔγνωσαν τὸν κύριον« καὶ ἀποκρινομένων ὅτι περὶ τοῦ δημιουργοῦ ἐστιν ταῦτα, ζητήσομεν διὰ τί εἴρηται περὶ τῶν υἱῶν Ἠλεῖ· » Οὐκ ἔγνωσαν τὸν κύριον«· πότερον διὰ τοὺς περὶ θεοῦ τοῦ δημιουργοῦ λόγους, ἢ διὰ τὴν πονηρίαν αὐτῶν· σαφὲς δὲ ὅτι διὰ τὴν πονηρίαν λέγονται μὴ ἐγνωκέναι τὸν κύριον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.3" n="15"><p>καὶ οὐ περὶ τῶν υἱῶν Ἠλεῖ μόνων ἔστιν τοῦτο εὑρεῖν ἀλλὰ καὶ περὶ ἄλλων βασιλευσάντων ἐν Ἰσραὴλ καὶ Ἰούδα ἁμαρτωλῶν. οὕτω τοίνυν καὶ οἱ Φαρισαῖοι τὸν πατέρα οὐκ ᾔδεσαν· οὐδὲ γὰρ ἐβίουν κατὰ τὸ τοῦ δημιουργοῦ βούλημα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.3" n="16"><p rend="indent">Ἔστιν δὲ καὶ ἄλλο σημαινόμενον τοῦ γινώσκειν τὸν θεόν, ἑτέρου ὄντος τοῦ γινώσκειν τὸν θεὸν παρὰ τὸ πιστεύειν ψιλῶς εἰς τὸν θεόν, † ὡς δῆλον ἐκ τοῦ· »Ὅσα ὁ νόμος λαλεῖ, τοῖς ἐν τῷ νόμῳ »λαλεῖ« αὐτὸ ᾗ δῆλον ὅτι καὶ τοὺς προφήτας, ὧν τὰ ῥήματα, ὡς ἐν ἄλλοις ἀπεδείξαμεν, νόμος λέγεται. εἴρηται τοίνυν ἐν ψαλμοῖς· »Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.3" n="17"><p>τίς δ’ οὐκ ἂν ὁμολογήσαι [πιστεῦσαι] γεγράφθαι ταῦτα λαῷ πιστεύοντι εἰς τὸν δημιουργόν; ὅντινα γνῶναι οὐκ ἔστιν μὴ σχολάσαντα καὶ ἐκκαθάραντα τὸν νοῦν, τῶν νοούντων καὶ θειοτέροις ὀφθαλμοῖς βλεπόντων τὸν θεὸν διὰ τὸ καθαρὰν τὴν καρδίαν πεποιηκέναι τῆς χάριτος ταύτης ἀξιουμένων, ὡς ὁ σωτὴρ μαρτυρεῖ λέγων· »Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι »αὐτοὶ τὸν θεὸν ὄψονται«. ἅμα δὲ καὶ πρὸς τὸ »Οὐδεὶς ἔγνω τὸν »πατέρα εἰ μὴ ὁ υἱός« φήσομεν ὅτι οὐ ταὐτόν ἐστιν τὸ γινώσκειν τὸν πατέρα καὶ πιστεύειν αὐτῷ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.3" n="18"><p>οὐ μάχεται οὖν τὸ »Οὐδεὶς ἔγνω »τὸν πατέρα εἰ μὴ ὁ υἱός« τῷ »Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην«. εἰ δέ τις οἴεται ἡμᾶς βιάζεσθαι λέγοντας μὴ ταὐτὸν εἶναι τὸ πιστεύειν τῷ γινώσκειν, καὶ ἐνδέχεσθαι πιστεύειν μὲν οὐκ ἔχειν δὲ γνῶσιν τοῦ πιστευομένου ὑπ’ αὐτοῦ, τοῦ Ἰησοῦ ἀκουσάτω λέγοντος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· <pb facs="uiuc-2850082v4-1622047771_0414"/> »Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ »ἀλήθεια ἐλευθερώσει ὑμᾶς«.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.3" n="19"><p>παρατήρει γὰρ ὅτι πρὸ τοῦ »Ἐὰν »μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν« γέγραπται· »Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς † πιστεύοντας αὐτῷ Ἰουδαίους«, καὶ ἃ ἔλεγεν ἦν· »Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν »ἀλήθειαν«.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>