<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.11.67-19.12.77</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.11.67-19.12.77</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1" n="19"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19" n="11"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.11" n="67"><p>διόπερ οὐδὲ πολλοὶ γνώσονται ἀλήθειαν, καὶ εἰ ἀλήθεια ἐλευθεροῖ, ἐλεύθεροι οὐ γίνονται· σφόδρα γὰρ ὀλίγοι χωροῦσι τὴν ἐλευθερίαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.11" n="68"><p>τίνες δέ εἰσιν οἱ γνωσόμενοι ἢ οἱ ὑψοῦντες αὐτόν; ὡς αὐτὸς διδάσκει λέγων· | »Ὅταν »ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι.« οὐδεὶς δὲ αὐτὸν ὑψοῖ γάλακτι ποτιζόμενος, παρασκευάζων ἑαυτὸν εἰς παρα <pb facs="uiuc-2850082v4-1622047771_0423"/> δοχὴν τῆς στερεᾶς τροφῆς· διόπερ τῷ τοιούτῳ λέγει· »Ἔκρινα μηδὲν »εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον«, πρὸς ὅν καὶ ὁ τοῦ λόγου διάκονος ἐν ἀσθενείᾳ γίνεται, ὥς φησιν ὁ Παῦλος τοῖς τοιούτοις· » Κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ »πολλῷ ἐγενόμην πρὸς ὑμᾶς«.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.11" n="69"><p rend="indent">Φησὶ τοίνυν ὁ τοῦ θεοῦ λόγος ἀρχὴν ποιούμενος δευτέρων μαθημάτων τῶν ἐν τῷ γαζοφυλακίῳ ἐν τῷ ἱερῷ· »Ἐγὼ ὑπάγω καὶ »ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.11" n="70"><p>ζητῶ διὰ τὸ »Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν«, μήποτε οὐ πρὸς πάντας τοὺς παρόντας λέγει τὸ »Ἐγὼ ὑπάγω καὶ ζητήσετέ »με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«, ἀλλὰ πρὸς τούτους, οὓς ᾔδει μὴ πιστεύσοντας, καὶ διὰ τοῦτο ἐν τῇ ἁμαρτίᾳ αὐτῶν ἀποθανουμένους καὶ μὴ δυναμένους ὀπίσω αὐτοῦ ἀκολουθῆσαι· μὴ δυναμένους δὲ διὰ τὸ μὴ βούλεσθαι· εἰ γὰρ βουλόμενοι οὐκ ἐδύναντο, οὐκ ἂν εὐλόγως αὐτοῖς ἐλέγετο τὸ »Ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«.</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19" n="12"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.12" n="71"><p rend="indent">Ἐρεῖ δέ τις πρὸς τοῦτο· εἴπερ τοῖς ἐμμένουσιν τῷ μὴ πιστεύειν ταῦτα ἔλεγεν, πῶς τοῖς τοιούτοις φησὶ τὸ » Ζητήσετέ με«; πολλαχοῦ γὰρ ἀγαθὸν τὸ ζητεῖν τὸν Ἰησοῦν, ταὐτόν πως τυγχάνον τῷ ζητεῖν λόγον καὶ ἀλήθειαν καὶ σοφίαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.12" n="72"><p>ἀλλ’ ἐρεῖς ὅτι καὶ περὶ ἐπιβουλευόντων ποτὲ λέγεται τὸ ζητεῖν, ὥσπερ ἐν τῷ »Ἐζήτουν »αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλλεν ἐπ’ αὐτὸν τὴν χεῖρα, ὅτε οὔπω »ἐληλύθει ἡ ὥρα αὐτοῦ«, καὶ ἐν τῷ »Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· »ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν«, καὶ ἐν τῷ » Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν »ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός« .</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.12" n="73"><p>διὸ καὶ λέγεται τοῖς μὴ καλῶς ζητοῦσιν τὸ » Καὶ ζητήσετέ με« οὐκ ἐναντίον τῷ »Πᾶς ὁ »ζητῶν εὑρίσκει« . καὶ ἀεὶ δὲ διαφοραί εἰσιν τῶν ζητούντων τὸν Ἰησοῦν, οὐ πάντων γνησίως καὶ ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας καὶ τοῦ ὠφεληθῆναι ἀπ’ αὐτοῦ ζητούντων αὐτόν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.12" n="74"><p>εἰσὶν γὰρ καὶ κατὰ μυρίας ἀποπεπτωκυίας τοῦ καλοῦ προθέσεις ζητοῦντες τὸν Ἰησοῦν· διόπερ μόνοι οἱ ὀρθῶς ζητήσαντες αὐτὸν εἰρήνην εὗρον, οἳ καὶ κυρίως λέγοιντ’ ἂν αὐτὸν ζητεῖν τὸν ἐν ἀρχῇ λόγον, πρὸς τὸν θεὸν λόγον, καὶ ἵνα αὐτοὺς προσαγάγῃ τῷ πατρί. παρὼν δὲ καὶ ἐμφανταζόμε <pb facs="uiuc-2850082v4-1622047771_0424"/> νος ὁ λόγος, ἐπὰν μὴ παραδεχθῇ, ἀπειλεῖ τὸ ὑπάγειν καὶ λέγει· »Ἐγὼ »ὑπάγω«· καὶ ἐὰν ἀπελθόντος γε αὐτοῦ ζητῶμεν αὐτόν, οὐχ εὑρήσομεν αὐτόν, ἀλλ’ ἐν τῇ ἁμαρτίᾳ ἡμῶν ἀποθανούμεθα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.12" n="75"><p>οἶδεν δὲ ἀπὸ τίνος ὑπάγει καὶ τίνι παραμένει μηδέπω εὑρισκόμενος, ἵν’ ἐν καιρῷ εὑρεθῇ ζητηθείς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.12" n="76"><p>καὶ τοῖς γε οὕτως ἔχουσιν αὐτὸν καὶ μὴ τεθεωρηκόσιν αὐτὸν λέγεται· »Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται »εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν· ἤ· Τίς »καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀνα|γαγεῖν. »ἀλλὰ τί λέγει ἡ γραφή;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2042.tlg079.1st1K-grc1:19.12" n="77"><p>Ἐγγύς σου τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί »σου καὶ ἐν τῇ καρδίᾳ σου«. τούτοις δὲ φιλανθρώπως ὁ σωτὴρ ὑποδείκνυσιν καὶ τὰ περὶ τῆς τοῦ θεοῦ βασιλείας, ἵνα μὴ ζητῶσιν αὐτὴν ἔξω ἑαυτῶν μηδὲ λέγωσιν· »Ἰδοὺ ὧδε, ἢ ἰδοὺ ἐκεῖ«· φησὶ γὰρ αὐτοῖς· »Ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστίν«. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>