<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg053.1st1K-grc1:5</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg053.1st1K-grc1:5</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg053.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="5"><p>Φωνὴν ῥημάτων ἣν ὑμεῖς ἠκούσατε, καὶ τὰ ἑξῆς. Οὐχ ὅτι ὁρατὴ ἡ φωνὴ, οὐδʼ
                        ὅτι φύσει φωνὴν ἔχει ὁ Θεός· τοῦτο γὰρ καὶ συνθέτου φύσεως ἂν εἴη· ἀλλʼ
                        ἐπειδὴ καὶ αἱ σάλπιγγες, καὶ αἱ φωναὶ, ὡς αὐτὸς οἶδεν ὁ Θεὸς,
                        ἐπετελοῦντο ἐκ τῆς τῶν ὁρωμένων συνεχείας δημιουργούμεναι στοιχείων· τοῦ
                        πυρὸς λέγω καὶ τοῦ γνόφου· ὥστε καὶ ἀκούεται φωνὴ, καὶ οὐχ ὁρᾶται· ἀλλʼ
                        οὗν ἐπὶ τῶν τοῦ Θεοῦ θαυμάτων καὶ ἡ φωνὴ ὁρᾶται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>