<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.9.1-2.11.2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.9.1-2.11.2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="section" n="1"><head>Τίϲ ὁ λόγοϲ τοῦ τὴν θείαν γραφὴν κατὰ διάφορα <lb n="10"/>
ϲημαινόμενα τῷ αὐτῷ ὀνόματι κεχρῆϲθαι πολλάκιϲ
καὶ ἐν τῷ αὐτῷ τόπῳ. ἐκ τῆϲ πρὸϲ Ῥωμαίουϲ·
<note type="marginal">Ro vii 7</note> τόμοϲ ἔννατοϲ· εἰϲ τό. Τί οὖν; ὁ νόμοϲ ἁμαρτία;</head><p>1. Οὐχ ὥσπερ ὄνομα ἕν ἐστι νόμος, οὕτω καὶ εἷς ὁ περὶ
νόμου πανταχοῦ τῆς γραφῆς λόγος. διὸ καθʼ ἕκαστον χρὴ <lb n="15"/>
τόπον αὐτῆς ἐπιμελῶς ἐπιστήσαντα θεωρῆσαι, νῆν μὲν τί
σημαίνεται ἐκ τῆς νόμος φωνῆς, νῦν δὲ τί χρὴ τὸ τοιοῦτον
ἐννοεῖν. ἀλλὰ καὶ περὶ ἄλλων πλειόνων· ὁμώνυμοι γὰρ
καὶ ἐπὶ ἄλλων εἰσὶ κατὰ τὴν γραφὴν φωναὶ, αἵτινες
συγχέουσι τοὺς νομίζοντας ὅτι ὡς ὄνομα ἕν ἐστιν οὕτω καὶ <lb n="20"/>
τὸ σημαινόμενον ἓν, ὅπου ἂν τοῦτο ὀνομασθῇ. ὅτι δὲ ἡ
νόμος φωνὴ οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀλλʼ ἐπὶ πλειόνων τέτακται.
τὰ πολλὰ παραλιπόντες καὶ δεόμενα κατασκευῆς, ἔχοντα
ἀνθυποφορὰν λύσεως δεομένην, ἐκθησόμεθα τὰ πάνθʼ
ὁντινοῦν δυσωπῆσαι δυνάμενα, ὡς τῆς νόμος φωνῆς κειμένης <lb n="25"/>
ἐπὶ πλειόνων· οἷον ἐπὰν ἐν τῇ πρὸς Γαλάτας
<note type="marginal">Ga iii 10; cf. Deut xxvii 26</note> λέγηται· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν
εἰσί, γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει
<note type="footnote">10 Ru. IV. 580 25, 26 κειμένης] hic rursus incpit C</note>

<pb n="55"/>
<note type="marginal">ABC</note> πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοὺ
ποιῆσαι αὐτά. σαφὲς ὅτι νόμος ὁ κατὰ τό γράμμα δηλοῦται
Μωσέως, τὸ προστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν
δὲ ὧν οὐ ποιητέον τοῖς αὐτῷ ὑποκειμένοις. τό
<lb n="5"/> δʼ αὐτὸ δηλοῦται ἐν τῇ αὐτῇ ἐπιστολῇ καὶ ἐν τῷ· Ὁ νόμος <note type="marginal">Ga iii 19</note>
γὰρ τῶν παραβάσεων χάριν ἐτέθη, ἄχρι οὗ ἔλθῃ τὸ
σπέρμα ᾦ ἐπήγγελται, διαταγεὶς διʼ ἀγγέλων ἐν χειρὶ
μεσίτου· καὶ ἐν τῷ· Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν <note type="marginal">Ga iii 24 ff.</note>
γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης
<lb n="10"/> δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. πάντες
γὰρ υἱοὶ θεοῦ ἐστὲ διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ.
σημαίνεται καὶ ἡ παρὰ Μωσεῖ ἀναγςγραμμένη ἴστορία
ἀπὸ τῆς νόμος φωνῆς, ὡς ἀπὸ τῆς αὐτῆς ἐπιστολῆς ἔστι
λαβεῖν ἐκ τοῦ· Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, <note type="marginal">Ga iv 21 ff.</note>
<lb n="15"/> τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο
υἱοὺς ἔσχεν, ἔνα ἐκ τῆς παιδίσκης καὶ ἔνα ἐκ τῆς ἐλευθέρας.
ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης κατά σάρκα γεγέννηται, δὲ
ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας.</p></div><div type="textpart" subtype="section" n="2"><p>2. Οἴδα καὶ τοὺς φαλμοὺς ὀνομαζομένους νόμον, ὡς
<lb n="20"/> δῆλον ἐκ τοῦ. Ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν <note type="marginal">Jn xv 25: cf. Ps xxxv</note>
γςγραμμένος ὅτι ἐμίσησάν με δωρεάν. ἀλλὰ καὶ ἡ τοῦ <note type="marginal">(xxxiv) 19</note>
Ἠσαίου προφητεία νόμος παρὰ τῷ ἀποστόλῳ λέγεται,
φάσκουτι· Ἐν τῷ νόμῳ γέγραπται· ἐν ἑτερογλώσσοις <note type="marginal">1 co xiv 21; cf. Is xxviii 11 f.</note>
καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδʼ
<lb n="25"/> οὕτως εἰσακούσονταί μου, λέγει κύριος. εὖρον γὰρ τὰ
ἰσοδυναμοῦντα τῇ λέξει ταύτῃ ἐν τῇ τοῦ Ἀκύλου ἑρμηνείᾳ
κείμενα. λέγεται νόμος καὶ ἡ μυστικωτέρα καὶ θειοτέρα
τοῦ νόμου ἐκδοχὴ, ὡς ἐν τῷ· Οἴδαμεν γὰρ ὅτι ὀ νόμος <note type="marginal">Ro viii 14</note>
πνευματικός ἐστι. παρὰ δὲ πάντα ταῦτα λέγεται νόμος ὁ
<lb n="30"/> κατὰ τὰς κοινάς ἐννοίας ἐνεσπαρμένος τῇ ψυχῇ καὶ, ὡς
ὀνομάζει ἡ γραφὴ, ἐγγςγραμμένος τῇ καρδίᾳ λόγος, προστακτικὸς
μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὤν οὐ ποιητέον.
<note type="footnote">6 ἄχρι] ἄχρις C 7 ὡ] δ B; οὐ C 10 om. τῆς C
26 ἀκύλου] ἀκύλα AC 29 ταῦτα πάντα ΑCC</note>

<pb n="56"/>
<note type="marginal">Ro ii 14 f.</note> καὶ τοῦτο δὲ δηλοῦται ἐν τῷ· Ὅταν γὰρ ἔθνη τὰ <note type="marginal">ABC</note>
μὴ νόμον ἔχοντα φύσει τά τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον
μὴ ἔχοντες ἑαυτοῖς εἰσὶ νόμος· οἶτινες ἐνδείκνυνται τό
ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης
αὐτῶν τῆς συνειδήσεως. ὁ γὰρ γραπτὸς ἐν <lb n="5"/>
ταῖς καρδίαις νόμος καὶ ἐν ἐθνικοῖς φύσει τὰ τοῦ νόμου
ποιοῦσιν οὐκ ἄλλος ἐστὶ τοῦ κατὰ τὰς κοινὰς ἐννοίας φύσει
ἐγγεγραμμένου τῷ ἡγεμονικῷ ἡμῶν, καὶ τρανωτέρου μετὰ
τῆς συμππληρώσεως τοῦ λόγου ὁσημέραι γινομένου. τοῦτο
<note type="marginal">Rο v 13</note> τὸ σημαινόμενον ἢν τοῦ νόμου καὶ ἐν τῷ· Ἁμαρτία οὐκ <lb n="10"/>
<note type="marginal">Ro vii 7</note> ἐλλογεῖται μὴ ὄντος νόμου· καὶ ἐν τῷ· Τὴν ἁμαρτίαν οὐκ
ἔγνων εἰ μὴ διὰ νόμου. πρὸ γὰρ τοῦ κατὰ Mωσέα νόμου
ἐλλελόγηται ἁμαρτία καὶ τῷ Κάιν καὶ τοῖς κατὰ τὸν
κατακλυσμὸν παθοῦσιν, ἔτι δὲ καὶ Σοδομίταις καὶ ἄλλοις
μυρίοις· πολλοί τε ἔγνωσαν τὴν ἁμαρτίαν καὶ πρὸ τοῦ <lb n="15"/>
Μωσέως νόμου. καὶ μὴ θαυμάσῃς εἰ δύο σημαινόμενα τοῦ ἔνὸς
ὀνόματος τοῦ νόμου ἐν τῷ αὐτῷ παρείληπται τόπῳ· εὑρήσομεν
γὰρ ταύτην τὴν συνήθειαν καὶ ἐν ἄλλαις γραφαῖς,
<note type="marginal">Jn iv 35</note> οἶον· Οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι καὶ ὀ θερισμὸς
ἔρχεται; ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς <lb n="20"/>
χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. δὶς γὰρ ὁ
θερισμὸς ὀνομασθεὶς κατὰ μὲν τὸ πρότερον ἐπὶ τὸν σωματικὸν
ἀναφέρεται, κατὰ δὲ τί δεύτερον ἐπὶ τὸν πνευματικόν.
τὸ δὲ ὅμοιον εὑρήσεις καὶ ἐπὶ τοῦ ἀπὸ γενετῆς
τυφλοῦ θεραπευθέντος· ᾦ ἐπιφέρει σωματικῶς γενομένῳ <lb n="25"/>
<note type="marginal">Jn ix 39</note> τό· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἴνα οἱ μὴ
βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.</p></div><div type="textpart" subtype="section" n="3"><note type="marginal">cf. Rο iii 21</note><p>3. Οὕτω τοίνυν καὶ νῆν χωρὶς μὲν νόμου τοῦ τῆς φύσεως
δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη δὲ ὑπὸ νόμου
Μωσέως καὶ τῶν προφητῶν. εἴποιμεν δʼ ἂν πρός τοὺς ἔτι <lb n="30"/>
ὀκνοῦντας παραδέξασθαι τὸ διττὸν σημαινόμενον τοῦ νόμου,
<note type="footnote">9 σημέραι AB 13 ἐλλελόγηται] ἐλλογεῖται B om. κατὰ
AB 19 ὅτι] + ὁ καιρὸς C 25 γεννωαένω C 29 νόμου]
τοῦ A; + καὶ C</note>

<pb n="57"/>
<note type="marginal">ABC</note> ὅτι εἴπερ ὁ αὐτὸς νόμος παρείληπται ἔν τε τῷ· Νυνὶ δὲ
χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται· καὶ ἐν τῷ·
<note type="marginal">581</note> Μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· εἰ μὲν
χωρὶς νόμου πεφανέρωται, οὐχ ὑπὸ νόμου μαρτυρεῖται· εἰ
<lb n="5"/> δὲ ὑπὸ τοῦ νόμου μαρτυρεῖται, οὐ χωρὶς νόμου πεφανέρωται.
τῇ τοίνυν δικαιοσύνῃ τοῦ θεοῦ φανερουμένῃ ὑπὸ Ἰησοῦ
Χριστοῦ μαρτυρεῖ οὐδαμῶς μὲν ὁ τῆς φύσεως νόμος·
μικρότερος γάρ ἐστιν αὑτῆς· ὁ δὲ Μωσέως νόμος, οὐ τὸ
γράμμα ἀλλὰ τὸ πνεῦμα, καὶ οἱ ἀνάλογον τῷ πνεύματι
<lb n="10"/> τοῦ νόμου προφῆται, καὶ ὁ ἐν αὐτοῖς πνευματικός λόγος.
διὸ χρὴ ἐπιμελῶς τὸν ἀναγινώσκοντα τὴν θείαν γραφὴν
τηρεῖν ὅτι οὐ πάντως ταῖς αὐταῖς λέξεσιν ἐπὶ τῶν αὐτῶν
πραγμάτων χρῶνται αἱ γραφαί· τοῦτο δὲ ποιοῦσιν, ὁτὲ
μὲν παρὰ τὴν ὁμωνυμίαν, ὁτὲ δὲ παρὰ τὴν τροπολογίαν,
<lb n="15"/> καὶ ἔσθʼ ὅτε παρὰ τήν σύμφρασιν ἀπαιτοῦσαν ἁλλως τῇ
λέξει χρήσασθαι ἐν τοῖσδέ τισιν ἢ ὡς κεῖται ἐν ἑτέροις.
καὶ τοῦτο ἐὰν ἐπιμελῶς παραφυλαττώμεθα, πολλῶν σφαλμάτων
ἀπαλλαττόμεθα καὶ παρεκδοχῶν. χρὴ οὖν εἰδέναι
ὅτι τὸ Ἕώρακεν οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀεὶ κεῖται, ἀλλʼ ὁτὲ μὲν <note type="marginal">Jn i 18</note>
<lb n="20"/>ἐπὶ τοῦ σωματικοῦ ὀρᾶν, ὁτὲ δὲ ἀντὶ τοῦ νοεῖν, καθόλου
γὰρ τοῦτο ἰστέον, ὅτι προκειμένου κρύψαι καὶ μὴ φανερῶς
ἐκθέσθαι τὰ νοήματα τῆς ἀληθείας τῷ ἐν τοῖς προφήταις
πνεύματι καὶ ἐν τοῖς ἀποστόλοις Χριστοῦ λόγῳ, πολλαχοῦ
καὶ ὑπὸ τῆς φράσεως συγχεῖται καὶ οὐχ ὡς ὑπὸ μίαν
<lb n="25"/> λέγεται ἀκολουθίαν ἴνα μὴ καὶ ἀνάξιοι εἰς κρίμα τῆς
ἑαυτῶν ψυχῆς εὕρωσι τὰ συμφερόντως αὐτοῖς ἀποκεκρυμμένα.
καὶ τοῦτο πολλαχοῦ αἴτιόν ἐστι τοῦ δοκεῖν μὴ
ἔχειν σύνταξιν μηδὲ ἀκολουθίαν τὴν ὅλην γραφήν· καὶ
μάλιστα, ὡς προείπομεν, τὴν προφητικὴν καὶ τὴν ἀποστολικήν·
<lb n="30"/> καὶ μάλιστα τῆς ἀποστολικῆς τὴν πρὸς φωμαίους
ἐπιστολήν, ἐν ἧ τὰ περὶ νόμου διαφόρως ὀνομάζεται, καὶ
ἐπὶ διαφόρων πραγμάτων κείμενα· ὥστε δοκεῖν ὅτι οὐκ
<note type="footnote1">16 κεῖται] Βcorr C; κεῖνται ΑB* 20 σωματικῶς C</note>

<pb n="58"/>
ἔχεται ὁ Παῦλος ἐν τῇ γραφῇ τῆς ἐπιστολῆς τοῦ προκειμένου <note type="marginal">ABC</note>
αὐτῷ σκοποῦ.</p></div></div><div type="textpart" subtype="chapter" n="10"><head>X.</head><div type="textpart" subtype="section" n="1"><head>Περὶ τῶν ἐν τῇ θείᾳ γραφῇ δοκούντων ἔχειν
τι λίθου προU+03F2κόμματοU+03F2, πέτραU+03F2 U+03F2κανλάλου. ἐν
<note type="marginal">Jer xliv(li)22</note> τῇ λθ΄ ὁμιλία τῶν εἰU+03F2 τὸν Ἱερεμίαν εἰU+03F2 τό Οὑκ <lb n="5"/>
ἠλύνατο κύριοU+03F2 φέρειν ἀπὸ προU+03F2ώπου πονηρίαU+03F2
ὑμῶν.</head><p>1. Ἐάν ποτε ἀναγινώσκων τὴν γραφὴν προσκόψῃς
<note type="marginal">Ro ix 33; 1 Pe ii 7:</note> νοήματι ὄντι καλῷ λίθῳ προσκόμματος καὶ πέτρᾳ σκανδάλου,
<note type="marginal">cf. Is viii 14</note> αἰτιῶ σαυτόν· μὴ ἀπελπίσῃς γὰρ τὸν λίθον τοῦτον τοῦ <lb n="10"/>
προσκίμματος καὶ τὴν πέτραν τοῦ σκανδάλου ἔχειν νοήματα,
<note type="marginal">Rο ix 33; cf. Isxxviii 16</note> ὥστ΄ ἄν γενέσθαι τὸ εἰρημένον· Καὶ ὁ πιστεύων οὐ <note type="marginal">286</note>
καταισχυνθήσεται. πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ
τὸ νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν. εἰ
<note type="marginal">Mt xii 36</note> γὰρ ἡμεῖς ἐντολὴν ἐλάβομεν μὴ λέγειν ῥῆμα ἀργόν, ὡς <lb n="15"/>
δώσοντες περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως, καὶ ὅση
δύναμις φιλοτιμούμεθα πᾶν ῥῆμα τὸ ἐξιὸν ἐκ τοῦ στόματος
ὴμῶν ποιεῖν ἐργάζεσθαι καὶ ἐν ἡμῖν τοῖς λέγουσι καὶ
ἐν τοῖς ἀκούουσι· τί χρὴ νοεῖν περὶ τῶν προφητῶν, ἢ
ὅτι πᾶν ῥῆμα λαληθὲν διὰ τοῦ στόματος αὐτῶν ἐργατικὸν <lb n="20"/>
ἢν; καὶ οὐ θαυμαστὸν εἰ πᾶν τὸ ῥῆμα τὸ λαλούμενον ὑπὸ
τῶν προφητῶν εἰργάζετο ἔργον τὸ πρέπον ῥήματι. ἀλλὰ
γὰρ οἶμαι ὅτι καὶ πᾶν θαυμάσιον γράμμα τὸ γεγραμμένον
<note type="marginal">cf. Mt v 18</note> ἐν τοῖς λογίοις τοῦ θεοῦ ἐργάζεται. καὶ οὐκ ἔστιν ἰῶτα
ἓν ἢ μία κεραία γιγραμμένη ἐν τῇ γραφῇ ἥτις τοῖς ἐπισταμένοις <lb n="25"/>
χρῆσθαι τῇ δυνάμει τῶν γραμμάτων οὐκ ἐργάζεται
τὸ ἑαυτῆς ἔργον.</p></div><div type="textpart" subtype="section" n="2"><p>2. Ὥσπερ δὲ ἐπὶ τῶν βοτανῶν ἑκάστη μὲν ἔχει
<note type="footnote">3 Ru. III. 285; cf. supra p. 34 l 10 20 διὰ τοῦ] ἐκ AC</note>

<pb n="59"/>
<note type="marginal">ABC</note> δύναμιν εἴτε εἰς τὴν ὑγίειαν τῶν σωμάτων εἴτε εἰς ὅτι
δήποτε, οὐ πάντων δέ ἐστιν ἐπίστασθαι εἰς ὃ ἑκάστη τῶν
βοτανῶν ἐστὶ χρήσιμος, ἀλλʼ εἴ τινες ἐπιστήμην εἰλήφασιν,
οὗτοι οἱ περὶ τὰς βοτάνας διατρίβοντες ἴνα εἴδωσι
<lb n="5"/> καὶ πότε παραλαμβανομένη καὶ ποῦ τῶν σωμάτων ἐπιτιθεμένη
καὶ τίνα τρόπον σκευαζομένη ὀνίνησι τόν χρώμενον·
οὗτως οἱονεὶ βοτανικός τις πνευματικός ἐστιν ὁ ἄγιος,
ἀναλεγόμενος ἀπὸ τῶν ἱερῶν γραμμάτων ἕκαστον ἰῶτα καὶ
ἕκαστον τὸ τυχὸν στοιχεῖον, καὶ εὑρίσκων τήν δύναμιν
<lb n="10"/>τοῦ γράμματος, καὶ εἰς ὅτι ἐστὶ χρήσιμον, καὶ ὅτι οὐδὲν
παρέλκει τῶν γεγραμμένων. εἰ δὲ βούλει καὶ δευτέρου
ἀκοῦσαι εἰς τοῦτο παραδείγματος, ἕκαστον μέλος τοῦ
σώματος ἡμῶν ἐπί τινι ἔργῳ ὑπὸ τοῦ τεχνίτου θεοῦ γεγένηται·
ἀλλʼ οὐ πάντων ἐστὶν εἰδέναι τίς ἡ ἑκάστου τῶν
<lb n="15"/> μελῶν μέχρι τῶν τυχόντων δύναμις καὶ χρεία. οἱ γὰρ
περὶ τὰς ἀνατομάς πραγματευσάμενοι τῶν ἰτρῶν δύνανται
λέγειν ἕκαστον καὶ τὸ ἐλάχιστον μόριον εἰς τί χρήσιμον
τπὸ τῆς προνοίας γεγένηται. νόει μοι τοίνυν καὶ τὰς
γραφὰς τοῦτον τὸν τρόπον πάσας βοτάνας, ἢ ἓν τέλειον
<lb n="20"/> λόγου σῶμα· εἰ δὲ σὺ μήτε βοτανικὸς εἶ τῶν γραφῶν μήτε
ἀνατομεὺς εἶ τῶν προφητικῶν λόγων, μὴ νόμιζε παρέλκειν
τι τῶν γεγραμμένων, ἀλλὰ σαυτὸν μᾶλλον ἢ τὰ ἱερὰ
γράμματα αἰτιῶ, ὅτε μὴ εὑρίσκεις τὸν λόγον τῶν γιγραμτ
μένων. τοῦτό μοι τὸ προοίμιον εἴρηται καθολικῶς χρήτ
<lb n="25"/> σιμον εἶναι δυνάμενον εἰς ὅλην τὴν γραφήν, ἴνα προτραπῶσιν
οἱ θέλοντες προσέχειν τῇ ἀναγνώσει μηδὲν παραπέμπεσθαι
ἀνεξέταστον καὶ ἀνεξερεύνητον γράμμα</p><note type="footnote">1 ὔγείαν AC 7 οἱονεὶ . . . ἄγιος] οἱονεί τις βοτανικός ἐστιν ὁ ἄγιος
καὶ πνευματικός AC 16 ἰατρῶν] + οὐ C 22 μᾶλλον]
μόνον B</note></div></div><div type="textpart" subtype="chapter" n="11"><pb n="60"/><head>XI.</head><p>Ὅτι χρὴ πάU+03F2ηU+03F2 τῆc θεοπνεύU+03F2του γραφῆU+03F2 τὸ τρόφιμον <note type="marginal">ABC</note>
λιώκιν, καὶ τὰ ὑπὸ τῶν αἱπετικῶν ταραU+03F2U+03F2όμενα
ῥητἀ λυU+03F2φήμοιU+03F2 ἐπαπορήU+03F2εU+03F2ι μὴ ἀποτρέπεU+03F2θαι μηλὲ
ὑπερηφανεῖν ἀλλὰ καὶ αὐτων μεταλαμβάνειν τῆU+03F2 ἐν
ἀπιU+03F2τία ταραχῆU+03F2 ἐκτόc. ἐκ το κ΄ τόμου τῶν εἰc τόν <lb n="5"/>
Ἰεζεχιήλ.</p><note type="marginal">Ezxxxiv 17ff.</note><p>‘‘Τάλε λέγει κύριοc κύριοc· ἰλοὺ ἐγὰ ἀνακρινῶ ἀνὰ
μεU+03F2ον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων. καὶ
οὑχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμεU+03F2θε, καὶ
τὰ κατάλοιπα τῆc νομῆc ὑμῶν κατεπατεῖτε τοῦc ποcὶν <lb n="10"/>
ὑμῶν; καὶ τὸ καθεcτηκὸc ὕλωρ ἐπίνετε, καὶ τὸ λοιπὸν
τοῖc πocὶν ὑμῶν ἐταράU+03F2U+03F2ετε; καὶ τὰ πρόβατά μου τὰ
πατήματα τῶν πολῶ ὑμῶν ἐνέμοντο, καὶ τὸ τεραραγμένον
ὕλωρ ὑπὸ τῶν πολῶν ὑμῶν ἔπινον.᾿᾿</p><p>μετὰ το παραU+03F2τῆU+03F2αι περὶ προβάτων κριῶν, καὶ <lb n="15"/>
περὶ προβάτων αἰγῶν, καὶ ὅτι cύνηθεc τη γραφῆ τὸ
πρόβατον καὶ ἐπὶ το γένουU+03F2 τῶν αἰγῶν ἔcθʼ ὅτε τάccειν,
ἐπιφέρερ</p><div type="textpart" subtype="section" n="1"><p>1. Τί οὖν ἐστὶν ὃ καὶ ἐν τούτοις αἰνίσσεται, φέρε κατὰ
δύναμιν ἐζετάσωμεν. πᾶσα μὲν, οἶμαι, καλὴ νομὴ καὶ πᾶν <lb n="20"/>
τὸ καθεστηκὸς ὕδωρ τά ὅλα λόγιά ἐστι τῶν ἱερῶν γραμμάτων.
εἶτʼ ἐπεί τινές τινα μὲν τῶν γεγραμμένων ἐγκρίνουσιν
ὡς ὠφέλιμα, τινὰ δὲ ἀποδοκιμάζουσιν ὡς οὐ σωτήρια, οὗτοι
ἂν εἶεν οἱ μετὰ τὸ νενεμῆσθαι τὴν καλὴν ὦν ἐξελέξαντο νομὴν,
καὶ πεπωκέναι τὸ καθεστηκὸς οὖ ἔκριναν εἶναι βελτίονος <lb n="25"/>
ὕδατος, τὸ λοιπὸν τῆς νομῆς καταπατοῦντες, καὶ τὸ λοιπόν
ὓδωρ τοῖς ποσὶν ἑαυτῶν ταράσσοντες. τοιοῦτοι δή εἰσιν οἴ <note type="marginal">353</note>
<note type="footnote">1 Ru. III. 352 3 ῥητὰ] ῥήματα B 7 om. κύριος sec. B
15 περὶ] + τῶν ΑC προβάτων] καὶ BC 16 προβάτων] +-καὶ BC</note>

<pb n="61"/>
<note type="marginal">ABC</note> τε τὴν μὲν καινήν ἐγκρίνοντες, τὴν δὲ παλαιὰν ἀποδοκιμάζοντες
διαθήκην· καὶ οἱ τῶν παλαιῶν γραμμάτων τὰ μὲν ἀπό
θειοτέρας λέγοντες εἶναι δυνάμεως καὶ τῆς ἀνωτάτω, τὰ δὲ
ἀπὸ ὑποδεεστέρας. πρόβατα δὲ ἴδια ἀναγορεύει ὁ ποιμήν
<lb n="5"/> τοὺς μὴ ὑπερηφανοῦντας τὰ πάτηματα τῶν ποδῶν ἐκείνων, καὶ
μὴ ἐξουθενοῦντας τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν
τῶν ψεκτῶν προβάτων, καὶ τάχα προβάτων τράγων καὶ
ἐρίφων· οὐ γὰρ ἠθέλησαν εἶναι πρόβατα κριῶν ἄξια τῶν
δεξιῶν.</p></div><div type="textpart" subtype="section" n="2"><lb n="10"/><p> 2. Ἡμεῖς οὖν, οἱ εὐχόμενοι εἶναι πρόβατα τοῦ ποιμένος,
μηδέποτε φεύγωμεν νεμηθῆναι καὶ τὰ αὐτόθεν ὅσον
ἐπὶ τῷ ῥητῷ ἀπεμφαίνοντα τῶν γραφῶν, καὶ διὰ τήν ἀπέμφασιν
τῆς λέξεως πατούμενα ὑπό τῶν μὴ δυναμένων μηδὲ
θελόντων χρῆσθαι πάσῃ τῇ νομῇ. ἀλλὰ κἂν ἢ τι ὕδωρ ὑπὸ
<lb n="15"/> τῶν ποδῶν ἐκείνων τεταραγμένον, ἀναμιξάντων τῷ καθαρῷ
λόγῳ τῆς γραφῆς δυσφήμους ἐπαπορήσεις, μὴ ἀποτρεπόμεθα,
διʼ ἣν πεποιήκασι τῷ λόγῳ ταραχὴν, πίνειν καὶ τὸ
ὑπὸ τῶν ποδῶν αὐτῶν τεταραγμένον. καὶ τήρει γε ἐπιμελῶς,
ὅτι πρὸς τοὺς ταράξαντας τὸ ὕδωρ καὶ πατήσαντας τὴν
<lb n="20"/> νομὴν λέγεται ὡς περὶ κρειττόνων· Καὶ τὼ πρόβατά μου <note type="marginal">Ex xxxiv 19</note>
τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον
ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον. ἀλλὰ καὶ
μηδεπώποτε νομὴν προφητικὴν τμεῖς πατήσωμεν, μηδὲ
ὕδωρ νομικόν ταράξωμεν· ἁμαρτανόντων δέ τινων καὶ περὶ
<lb n="25"/> τὴν εὐαγγελικὴν νομὴν καὶ τὸ ἀποστολικὸν ὕδωρ, στε τῶν
εὐαγγελικῶν τινὰ μὲν πατεῖν τινὰ δὲ ὡς καλὴν νέμεσθαι
ομὴν, καὶ τῶν ἀποστολικῶν ἢ πάντα ἀποκρίνειν, ἢ τινα
μὲν ἐγκρίνειν τινὰ δὲ ἀποκρίνειν· ἡμεῖς καὶ τὰ ὅλα εὐαγγέλια
νεμηθῶμεν καὶ μηδὲν αὐτῶν πατήσωμεν, καὶ πάντα
<lb n="30"/> τὰ ἀποστολικὰ πίνοντες, τὸ ὅσου ἐφʼ ἡμῖν καθεστηκὸς
ὕδωρ, αὑτὰ τηρήσωμεν, καὶ μηδὲν τῶν ἐν αὐτοῖς ἀπιστίᾳ
ταρασσούσῃ τοὺς οὐκ εἰδότας συνιέναι τῶν λεγομένων
ταράξωμεν.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>