<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.4.1-2.4.2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.4.1-2.4.2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="4"><div type="textpart" subtype="section" n="1"><head>Περὶ coλοικιcμῶν καὶ εὐτελοῦ φράϲεωc τῆc
γραφῆc. ἐκ το α΄ τόμου τῶν εἰc τό κατὰ Ἰωάννην, μετὰ τρία φὺλλα τῆϲ ἀρχῆc.</head><p>1. Ὁ διαιρῶν παρʼ ἑαυτῷ φωνὴν καὶ σημαινόμενα καὶ
<lb n="10"/> πράγματα, καθʼ ὦν κεῖται τὰ σημαινόμενα, οὐ προσκόψει
τῷ τῶν φωνῶν σολοικισμῷ, ἐπὰν ἐρευνῶν εὑρίσκῃ τὰ πράγματα,
καθʼ ὦν κεῖνται αἱ φωναὶ, ὑγιῆ· καὶ μάλιστα ἐπὰν
ὁμολογῶσιν οἱ ἅγιοι ἄνδρες τὸν λόγον αὐτῶν καὶ τὸ κή. <note type="marginal">1 Co ii 4</note>
ρυγμα οὐκ ἐν πειθοῖς σοφίας εἶναι λόγων, ἀλλʼ ἐν ἀποδείξει
<lb n="15"/> πνεύματος καὶ δυνάμεως.</p></div><div type="textpart" subtype="section" n="2"><head>Εἰτα εἰτὠν τὸν το εὐαγγελιcτο coλοικιcμὀν
ἐπάγετ·</head><p>2. Ἅτε δὲ οὐκ ἀσυναίσθητοι τυγχάνοντες οἱ ἀπόστολοι
τῶν ἐν οἱς προσκόπτουσι, καὶ περὶ ἅ οὐκ ἠσχόληνται,
<lb n="20"/> φασὶν ἰδιῶται εἶναι τῷ λόγῳ, ἀλλʼ οὐ τῇ γνώσει νομιστέον <note type="marginal">2 Co .xi 6</note>
γὰρ αὐτὸ οὐχ ὑπὸ Παύλου μόνον ἀλλὰ καὶ ὑπὸ τῶν
λοιπῶν ἀποστόλων λέγεσθαι ἄν. ἡμεῖς δὲ καὶ τό· Ἕχομεν <note type="marginal">2 C0 iv 7</note>
δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἴνα ἡ
ὑπερβολὴ τῆς δυνάμεως ἦ τοῦ θεοῦ καὶ μὴ ἐξ ἠμῶν· ἐξειλήφαμεν
<lb n="25"/> ὡς θησαυροῦ μὲν λεγομένου τοῦ ἀλλαχόσε
θησαυροῦ τῆς γνώσεως καὶ σοφίας τῆς ἀποκρύφου, ὀστρακίνων <note type="marginal">Col ii 3</note>
δὲ σκευῶν τῆς εὐτελοῦς καὶ εὐκαταφρονήτου παρʼ
Ἕλλησι λέξεως τῶν γραφῶν ἀληθῶς ὑπερβολῆς δυνάμεως
<note type="footnote">2 διδάγματα] παιδεύματα B 6 Ru. IV. 93 14 πειθοῖς]
πειθοῖ D cf. p. 71 1. 30, p. 103 l. 26. 20 φασὶν] φαῖεν B</note>

<pb n="42"/>
τοῦ θεοῦ ἐμφαινομένης· ὅτι ἴσχυσε τὰ τῆς ἀληθείας <note type="marginal">ABD</note>
μυστήρια καὶ ἥ δύναμις τῶν λεγομένων οὐκ ἐμποδιζομένη
ὑπὸ τῆς εὐτελοῦς φράσεως φθάσαι ἕως περάτων γῆς, καὶ
<note type="marginal">1 C0 i 26 f.</note> ὑπαγαγεῖν τῷ Χριστοῦ λόγῳ οὐ μόνον τὰ μωρὰ τοῦ κόσμου,
ἀλλʼ ἔστιν ὅτε καὶ τὰ σοφὰ αὑτοῦ. βλέπομεν γὰρ τὴν <lb n="5"/>
κλῆσιν, οὐχ ὅτι οὐδεὶς σοφὸς κατὰ σάρκα, ἀλλʼ ὅτι οὐ
<note type="marginal">Ro i 14</note> πολλοὶ σοφοὶ κατὰ σάρκα. ἀλλὰ καὶ ὀφειλέτης ἐστὶ
Παῦλος καταγγέλλων τὸ εὐαγγέλιον οὐ μόνον βαρβάροις
παραδιδόναι τὸν λόγον ἀλλὰ καὶ Ἕλλησι, καὶ οὐ μόνον
ἀνοήτοις τοῖς εὐχερέστερον συγκατατιθεμένοις ἀλλά καὶ <lb n="10"/>
<note type="marginal">2 Co iii 6</note> σοφοῖς· ἱκάνωτο γὰρ ὑπὸ θεοῦ διάκονος εἶναι τῆς καινῆς
<note type="marginal">1 Co ii 4 f.</note> διαθήκης, χρώμενος ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἴνα
τῶν πιστευόντων συγκατάθεσις μὴ ἦ ἐν σοφίᾳ ἀνθρώπων
ἀλλʼ ἐν δυνάμει θεοῦ. ἴσως γὰρ εἰ κάλλος καὶ <note type="marginal">94</note>
περιβολὴν φράσεως, ὡς τὰ παρʼ Ἕλλησι θαυμαζόμενα, <lb n="15"/>
εἶχεν ἡ γραφὴ, ὑπενόησεν ἄν τις οὐ τὴν ἀλήθειαν κεκρατηκέναι
τῶν ἀνθρώπων, ἀλλὰ τὴν ἐμφαινομένην ἀκολουθίαν
καὶ τὸ τῆς φράσεως κάλλος ἐψυχαγωγηκέναι
τοὺς ἀκροωμένους, καὶ ἠπατηκὸς αὐτοὺς προσειληφέναι.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>