<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.27.5-2.27.11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.27.5-2.27.11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="27"><div type="textpart" subtype="section" n="5"><p>5. Ὥσπερ δὲ ἐπί τινων σωματικῶν παθημάτων, εἰς
βάθος ἵνʼ οὕτως εἴπω τοῦ κακοῦ κεχωρηκότος, ὁ ἰατρὸς <lb n="25"/>
διά τινων φαρμάκων εἰς τὴν ἐπιφάνειαν ἕλκει καὶ
ἐπισπᾶται τὴν ὕλην, φλεγμονὰς χαλεπάς ἐμποιῶν καὶ
διοιδήσεις καὶ πόνους πλείονας οὗς εἶχέ τις πρὶν ἐπὶ
τὸ θεραπευθῆναι ὁδεῦσαι· σπερ ἔθος αὐτοῖς ποιεῖν ἐπὶ
λυσσοδήκτων καὶ ἑτέρων τινῶν τὰ παραπλήσια τούτοις <lb n="30"/>
<note type="footnote">6, 7 ἀναγεγραμμένων] Ruaeus; ἀναγεγραμμένη ABC 7 κατα]
conjeci; καὶ ABC 9 ὀλιγοχρον.] καὶ χρον. AB 11 πορνεύ-
ωσιν C 12 μοιχεύωσιν AC 12, 13 ἀφιεμένας AB 14 αὐταῖς
AB 15 τὰ] τῶν C 17 τοσοῦτον] τούτοις AB 19 κατα-
φρονήσασαι C 28 οὑς] ὧν C</note>

<pb n="247"/>
<note type="marginal">ABC 115</note> πεπονθότων· οὕτως οἶμαι καὶ τὸν θεὸν οἰκονομεῖν τὴν
κρύφιον κακίαν εἰς τὸ βάθος κεχωρηκυῖαν τῆς ψυχῆς. καὶ
ὥσπερ λέγοι ἂν ὁ ἰατρὸς ἐπὶ τοῦδέ τινος· ἐγὼ φλεγμονὰς
ποιὴσω περὶ τὸν τόπον τῆς ἀνέσεως, καὶ διοιδῆσαι ἀναγκάσω
<lb n="5"/> τάδε τινὰ τὰ μέρη, ὥστε ἀπόστημα χαλεπὸν ἐνεργάσασθαι·
λέγοντος δὲ ταῦτα τοῦ ἰατροῦ, ὁ μὲν ἀκούων
αὐτοῦ ἐπιστημονικώτερον οὐκ αἰτιάσεται ἀλλὰ καὶ ἐπαινέσεται
τὸν ταῦτα οἱονεὶ ἀπειλοῦντα ἐνεργάσασθαι, ὁ δὲ
τις ψέξει φάσκων ἀλλότριον τῆς τῶν ἰατρῶν ἐπαγγελίας
<lb n="10"/> ποιεῖν τὸν δέον ὑγιάζειν ἐπὶ φλεγμονὰς καὶ ἀποστήματα
ἄγοντα· οὕτως οἶμαι καὶ τὸν θεὸν εἰρηκέναι τό· Ἐγὼ δὲ <note type="marginal">Εx vii 3</note>
σκληρυνῶ τὴν καρδίαν Φαραώ. καὶ τούτων γεγραμμένων,
ὁ μὲν ἀκούων ὡς θεοῦ λογίων τὸ μὲν ἀξίωμα τοῦ λέγοντος
τηρῶν ἀποδέχεται, καὶ ζητῶν πᾶς εὑρίσκει καὶ ἐν τούτοις <note type="marginal">cf. Mt vii 18</note>
<lb n="15"/> ἀγαθότητα τοῦ θεοῦ παραστῆσαι γινομένην· φανερώτερον
μὲν ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, διὰ πλειόνων παραδόξων
πιστοποιουμένου· καὶ δεύτερον περὶ τῶν Αίγυπτίων, ὅσοι
ἔμελλον καταπληττόμενοι τὰ γινόμενα ἀκολουθεῖν τοῖς
Ἐβραίοις· Ἐπίμικτος γὰρ, φησὶ, λαὸς πολὺς τῶν Αἰγυπτίων <note type="marginal">Ex xiii 38</note>
<lb n="20"/> συνεξῆλθεν αὐτοῖς· ἀπορρητότερον δὲ καὶ βαθύτερον
τάχα καὶ ἐπὶ τῷ ὄφελος γενέσθαι αὐτῷ τῷ Φαραὼ,
οὐκ ἔτι ἀποκρύπτοντι τὸν ἰὸν οὐδὲ τὴυ ἕξιν συνέχοντι, ἀλλʼ
ἕλκοντι καὶ εἰς τοὐμφανὲς αὐτὸυ ἄγοντι καὶ τάχα διὰ τοῦ
πράττειν ἐκλύοντι, ἵνα πάντα τὰ τῆς ἐνυπαρχούσης κακίας
<lb n="25"/> ἐκβράσματα ἐπιτελέσας ἄτονου ὕστερον ἔχῃ τὸ τῶν κακῶν
οἰστικόν δένδρον, τάχα καὶ ξηραινόμενον ἐπὶ τέλει, ὅτε
καταποντοῦται, οὐχ ὡς οἰηθείη ἄν τις ἐπὶ τῷ παντελῶς
ἀπολέσθαι, ἀλλʼ ἐπὶ τῷ ἀποβαλόντα τὰ ἁμαρτήματα
κουφισθῆναι, καὶ τάχα ἐν εἰρήνῃ ἢ μὴ ἐν τοσούτῳ πολέμῳ
<lb n="30"/> τῆς φυχῆς εἰς ᾅδου καταβῆναι.</p><note type="footnote">5 om. τὰ C 5, 8 ἐργάσασθαι C 9 Mέξει C 10 τὸν] τὸ C
15 παραστῆσαι τοῦ θεοῦ B 21 τῶ] τὸ AB 23 ἅγοντι αὐτὸν
AC τοῦ] τοῦτο B 27 τῶ] τὸ AB 28 τῶ] τὸ A ἀποβαλὼν
B; ἀποβάλλων A 29 ἢ μὴ ἐν τ. π.] ἀπὸ τοσούτου πολέμου C</note></div><pb n="248"/><div type="textpart" subtype="section" n="6"><p>6. Ἀλλʼ εἰκὸς δυσπειθῶς ἕξειν τοὺς ἐντευξομένους, <note type="marginal">ABC</note>
βίαιον ὑπολαμβάνοντας εἶναι τὸ λεγόμενον, ὡς ἄρα συμφέρον
γεγόνοι τῷ Φαραὼ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν
καρδίαν, καὶ ὑπὲρ αὐτοῦ πάντα τὰ ἀναγγραμμένα γεγσνέναι
μέχρι καὶ τῆς καταποντώσεως. ὅρα δὲ εἰ δυνάμεθα <lb n="5"/>
ἐντεῦθευ τὸ δυσπειθὲς περιελόντες πειθὼ ἐνεργάσασθαι περὶ
<note type="marginal">Ps xxxii (xxxi) 10</note> τῶν εἰρημένων. Πολλαὶ αἱ μάστιγες, φησὶν ὁ Δαυεὶδ, τῶν
<note type="marginal">Prov iii 12</note> ἁμαρτωλῶν· ὁ δὲ υἱὸς αὐτοῦ διδάσκει ὅτι Μαστιγοῖ ὅ θεὸς
πάντα υἱὸν ὃν παραδέχεται. ἔτι δὲ αὐτός ὁ Δαυεὶδ ἐπαγγελίαν
προφητεύων τὴν περὶ Χριστοῦ καὶ τῶν εἰς <lb n="10"/>
<note type="marginal">Ps Ixxxix (Ixxxviii) 30 ff.</note> αὐτόν πιστευόντων φησίν· Ἐὰν ἐγκαταλείπωσιν οἱ υἴοὶ
αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν·
ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου
μὴ φυλάξωσιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν,
καὶ ἐν μάστιξιν τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ <lb n="15"/>
διασκεδάσω ἀπʼ αὐτῶν. οὐκοῦν χάρις κυρίου ἐστὶ τὸν <note type="marginal">116</note>
ἄνομον ἐπισκεφθῆναι ἐν ῥάβδῳ καὶ τὸν ἁμαρτωλὸν μάστιξι.
καὶ ὅσον γε οὐ μαστιγοῦται ὁ ἁμαρτάνων, παιδεύσει
καὶ διορθώσει οὐδέπω ὑπάγεται. διὸ καὶ ἀπειλεῖ ὁ θεός,
ἐὰν μεγάλα γένηται τὰ ἁμαρτήματα τῶν τὴν Ἰουδαίαν <lb n="20"/>
<note type="marginal">cf. Hos iv 14</note> οἰκούντων, μηκέτι ἐπισκέφασθαι ἐπὶ τὰς θυγατέρας αὐτῶν
ὅταν πορνεύσωσιν, καὶ ἐπὶ τὰς νύμφας αὐτῶν ὅταν μοιχεύσωσιν.
<note type="marginal">cf. Ezek xxiv 13</note> καὶ ἀλλαχοῦ φησίν· Ἀυθʼ ὧν ἐκαθάρισά σε,
καὶ οὐκ ἐκαθαρίσθης, οὐ θυμωθήσομαι ἐπὶ σοὶ ἔτι, οὐδὲ
ζηλώσω ἐπὶ σοὶ ἔτι. οὐκοῦν οἶς οὐ θυμοῦται ἁμαρτάνουσιν, <lb n="25"/>
ἵνʼ οὕτως εἴπω, χολούμενος οὐ θυμοῦται.</p></div><div type="textpart" subtype="section" n="7"><p>7. Παρατηρητέον δὲ καὶ ἐν ταῖς προφητικαῖς ἀπειλαῖς
<note type="marginal">Εaek vii 27 et passim</note> ἐπὶ τοῖς πολλοῖς, ὅτι ἐπιλέγεται τό· Γνώσονται ὅτι ἐγώ
<note type="footnote">1 δυσπαθῶς C 3 γένοιτο B; γεγονέναι C 5 μέχρι καὶ]
μέχρις B 7, 8 τοῦ ἁμαρτωλοῦ C 9, 10 ἐπαγγέλεται A; ἀπαγγε-
λίαν C om. τὴν A 11 ἐγκαταλίπωσιν C 16 κυρίου]
θεοῦ ΑC 17 om. ἐν AC 21 ἐπισκέφεσθαι A 22 πορ-
νεύωσι C 22, 23 μοιχεύωσι C 23 om. καὶ ἀλλαχοῦ φησίν B
27 ἐν] ἐπὶ AC 28 om. γνώσονται B</note>

<pb n="249"/>
<note type="marginal">ABC</note> εἰμι κύριος· καὶ ἀπειλαῖς οὐ μόνον Ἰσραηλιτικαῖς, ἀλλὰ
καὶ Αἰγυπτίοις καὶ Ἀσσυρίοις καὶ ἑτέρων ἐχθρῶν τοῦ λαοῦ.
τοῦτο δὲ τὸ ἐπὶ τέλει πολλῶν νομιζομένων ἀπειλῶν καὶ
ἐν τῇ Ἐξόδῳ ἀναγέγραπται· Καὶ γνώσονται γὰρ, φησὶ, <note type="marginal">Ex vii 5</note>
<lb n="5"/> πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος· ὡς διὰ τοῦτο τῶν
νομιζομένων χαλεπῶν ἐπαγομένων αὐτοῖς, ἵνα γνῶσι τὸν
κύριον. ἐν δὲ τοῖς Μακκαβαῖκοῖς τοιοῦτόν τι λέγεται·
Παρακαλῶ δὲ τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ μὴ <note type="marginal">2 Mac vi 12 ff.</note>
συστέλλεσθαι διὰ τὰς συμφορὰς, νομίζειν δὲ τὰ γινόμενα
<lb n="10"/> μὴ πρὸς ὄλεθρον ἀλλὰ πρὸς παιδείαν τοῦ γένους ἡμῶν
εἶναι· καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι δυσσεβοῦντας,
ἀλλʼ εὐθέως περιπίπτειν ἐπιτιμίοις, μεγάλης εὐεργεσίας
σημεῖόν ἐστι· οὐ γὰρ καθάπερ ἐπὶ τῶν ἄλλων ἐθνῶν
ἀναμένει μακροθυμῶν ὁ δεσπότης, ἕως εἰς τέλος ἀφιεμένων
<lb n="15"/> αὐτῶν τῶν ἁμαρτημάτων ὕστερον αὐτοὺς ἐκδικῇ, οὕτως καὶ
ἐφʼ ἡμῶν ἔκρινεν· παιδεύων δὲ μετὰ συμφορᾶς οὐκ ἐγκαταλείπει
τὸν ἑαυτοῦ λαόν. εἰ γὰρ τὸ ὑποπίπτειν ἐπιτιμίοις
διὰ τὰ ἁμαρτήματα μεγάλης εὐεργεσίας ἐστὶ σημεῖον,
ἐπιτιμώμενος καὶ ὁ Φαραὼ μετὰ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν
<lb n="20"/> καρδίαν, καὶ κολαζόμενος ἅμα τῷ λαῷ αὐτοῦ, ὅρα εἰ μὴ
οὐ μάτην ἐπιτετίμηται μηδὲ ἐπὶ τῷ ἰδίῳ κακῷ. οἱονεὶ δὲ
μιμητὴς θεοῦ γινόμενος κατὰ τὸ ἐπιβάλλον τοῖς καιροῖς ὁ
Δαυεὶδ ἐντέλλεται περὶ τοῦ Ἰωὰβ τῷ Σολομῶντι κολάσαι
αὐτὸν διὰ τὰ ἡμαρτημένα εἰς Ἀβεννὴρ υἱὸν Νὴρ, καὶ ἀποκτεῖναι
<lb n="25"/> διὰ τὰ ἐπταισμένα· εἶτα ἐπιφέρει· Καὶ κατάξεις <note type="marginal">1 Reg ii 6</note>
αὐτοῦ τὴν πολιὰν ἐν εἰρήνῃ εἰς ᾅδου. δῆλον δὲ ὅτι, ὡς καὶ
ὁ Ἐβραῖος ἡμῖν ἀπήγγειλε, τὸ διὰ τοῦ κολασθῆναι αὐτὸν
ἐν εἰρήνῃ κοιμηθήσεσθαι, οὐκ ἔτι ὀφειλομένης αὐτῷ βασάνου
καὶ κολάσεως, διὰ τὸ ἐντεῦθεν ἤδη ἀπειληφέναι
<lb n="30"/> αὐτὸν, μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν. οὕτω δʼ ἡμεῖς καὶ
<note type="footnote">1 ἀπειλεῖ C ἰσραηλίταις C 2 ἑτέροις ἐχθροῖς C 4 ἀνα-
γέγραπται] post hoc habent ἄρα γὰρ κ.τ.λ. AC; cf. p. 244 l. 15
7 κύριον] θεόν AC 8 om. δὲ C 13 ἐστὶ σημεῖον C 14 ἕως]
ὡς C 16 ἡμῖν C 19 om. ὁ B μετὰ] διὰ B 25 πα-
τάξεις A 26 om. δὲ B 27 ἐπήγγειλεν B</note>

<pb n="250"/>
πᾶσαν ἀπειλὴν καὶ πόνον καὶ κόλασιν τὰ προσαγόμενα <note type="marginal">ABC 117</note>
ἀπὸ τοῦ θεοῦ νοοῦμεν γίνεσθαι οὐδέποτε κατὰ τῶν πασχόντων,
ἀλλʼ ἀεὶ ὑπὲρ αὐτῶν. καὶ τὰ χαλεπώτατα γοῦν
νομιζόμενα θεῷ προσάπτεσθαι τῶν ὀνομάτων, θυμὸς καὶ
<note type="marginal">Ps vi 1; xxxviii (xxxviii) 1</note>ὀργὴ, ἐλέγχειν καὶ παιδεύειν λέγεται ἐν τῷ Κύριε, μὴ τῷ <lb n="5"/>
θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με·
τοῦ ταῦτα εὐχομένου δεομένου μὴ δεηθῆναι ἐλέγχου τοῦ διὰ
θυμοῦ θεοῦ καὶ παιδεύσεως τῆς διὰ τῆς ὀργῆς αὐτοῦ, ὥς
τινων ἐλεγχθησομένων τῷ θυμῷ τοῦ θεοῦ καὶ παιδευθησομένων
τῇ ὀργῇ αὐτοῦ.</p></div><div type="textpart" subtype="section" n="8"><p>8. Ἵνα δὲ μᾶλλον προσιώμεθα τὰ λεγόμενα, καὶ ἀπὸ
τῆς καινῆς διαθήκης παραπλησίοις ῥητοῖς χρηστέον, τοῦ
<note type="marginal">Lc xii 49</note> μὲν σωτῆρος λέγοντος· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,
καὶ εἴθε ἤδη ἐκάη· οὐκ ἂν γὰρ, μὴ σωτηρίου ὄντος τοῦ
πυρὸς ὃ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἀνθρώποις γε σωτηρίου, <lb n="15"/>
ἔλεγε ταῦτα ὁ τοῦ ἀγαθοῦ θεοῦ υἱός. ἀλλὰ καὶ ὁ
Πέτρος ἀνελὼν τῷ λόγῳ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν,
<note type="marginal">cf. Act v 4</note> ἁμαρτήσαντας ἐν τῷ ψεύδεσθαι οὐκ ἀνθρώποις ἀλλὰ τῷ
κυρίῳ, οὐ μόνον πεφροντικὼς τῆς οἰκοδομῆς τῆς τῶν ἐκ
τοῦ ὁρᾷν τὸ γεγενημένον εὐλαβεστέρων ἐσομένων εἰς τὴν <lb n="20"/>
Χριστοῦ πίστιν, ἀλλὰ καὶ τῶν ἀποθνησκόντων· βουλόμενος
αὐτὺς κεκαθαρμένους τῷ αἰφνιδίῳ θανάτῳ καὶ παρὰ
προσδοκίαν ἀπαλλάξαι τοῦ σώματος, ἔχοντάς τι καὶ δικαιώσεως,
ἐπεὶ κἂν τὸ ἥμισυ τῶν ὑπαρχόντων δεδώκασιν εἰς
τὴν χρείαν τῶν δεομένων. καὶ Παῦλος δὲ τὸν σὺν τῷ <lb n="25"/>
ἀνθυπάτῳ Σεργίῳ Παύλῳ τῷ λόγῳ τυφλῶν διὰ τῶν πόνων
<note type="marginal">Act xiii 10 f.</note> ἐπιστρέφει εἰς τὴν θεοσέβειαν, λέγων αὐτῷ· Ὦ πλήρης
παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ
πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὀδοὺς κυρίου
τὰς εὐθείας; καὶ νῦν ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἤλιον <lb n="30"/>
<note type="footnote">1 ἀπειλὴν] post hoc habent ἀπό τε τῶν ἱερῶν γραφῶν κ.τ.λ. AC;
cf. p. 245 l. 13 2 νομίζομεν C 4 θεῶ νομιξόμενα C 4, 5 θυμῶν
καὶ ὀργῆι (sic pr. m.) B 8 θυμοῦ θεοῦ] τοῦ θυμοῦ B 11 προσ-
ιέμεθα BC 14 ἥδη] δὲ AC 21 χριστοῦ] εἰς χριστὸν C 24 διδόασιν B
26 τυφλῶν] αὐτονέλων (sic) B 27 εἰς τὴν] αὐτὸν εἰς C</note>

<pb n="251"/>
<note type="marginal">ABC</note> ἅχρι καιροῦ. ποίου γὰρ καιροῦ, ἢ τοῦ ὅτε ἐπιπληχθεὶς
καὶ βασανισθεὶς διά τὰ ἁμαρτήματα ἔμελλε μετανοῶν
ἄξιος γενέσθαι ἀμφοτέρως τὸν ἥλιον ἰδεῖν· καὶ κατά σῶμα,
ἵνα ἐξαγγέληται ἡ θεία δύναμις ἐπὶ τῇ ἀποκαταστάσει τῆς
<lb n="5"/> ὄφεως αὐτοῦ· καὶ κατὰ φυχὴν, ὅτε ἔμελλεν ὡς πιστεύων
ὄνασθαι τῆς θεοσεβείας; ἀλλὰ καὶ Δημᾶς καὶ Ἑρμογένης,
οὓς παρέδωκε τῷ Σατανᾶ ἵνα παιδευθῶσι μὴ βλασφημεῖν, <note type="marginal">cf. 1 Tim i 20</note>
παραπλήσιόν τι πεπόνθασι τοῖς προειρημένοις. καὶ ὁ ἔν
Κορίνθῳ τὴν γυναῖκα τοῦ πατρὸς ἐσχηκὼς καὶ αὐτὸς
<lb n="10"/> παραδίδοται τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ <note type="marginal">1 Co v 5</note>
πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου. οὐ θαυμαστὸν οὖν
εἰ καὶ τὰ περὶ τὸν Φαραὼ τὸν σκληρυνόμενον καὶ ἐπὶ τέλει
τοιαύταις κολάσεσι περιβαλλόμενον ἀπὸ ἀγαθότητος οἰκονομεῖται
θεοῦ. ταῦτα δὲ ἡμῖν ἐπὶ τοῦ παρόντος, ὡς
<note type="marginal">118</note>ὑπέπεσεν, εἰρήσθω περὶ τοῦ· Ἐσκλήρυνε δὲ κύριος τὴν <note type="marginal">Ex x 27</note>
καρδίαν Φαραώ. ἐὰν δέ τις τὸ πρὸς θεὸν εὐσεβὲς τηρῶν
κρείττονα καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ,
μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων γραφῶν, ἐκείνοις
μᾶλλον χρηστέον.</p></div><div type="textpart" subtype="section" n="9"><lb n="20"/><head>Kαὶ ἐν ἄλλοιU+03F2 περὶ τοῦ αὐτοῦ·</head><p>9. Ἔτι δὲ ἐφίστημι ἐν τοῖς κατὰ τὸν τόπον μήποτε,
ὥσπερ οἱ ἰατροὶ τῶν λυσσοδήκτων τὸν ἰὸν ἐπισπώμενοι εἰς
τὴν ἐπιφάνειαν, ἵνα μὴ ἔνδον νεμόμενος διαφθείρῃ τὸν
ἄνθρωπον, χαλεπωτέρας ἐμποιοῦσι διαθέσεις καὶ φλεγμονάς·
<lb n="25"/> οὕτως ὁ θεὸς τὴν ἐγκρυπτομένην καὶ ἐμφωλεύουσαν
τοῖς βάθεσι τῆς φυχῆς κακίαν, διὰ τῆς αὐτοῦ ἰατρικῆς
ἐπισπᾶται ἐπὶ τὰ ἔξω, ὥστε φανερὰν αὐτὴν καὶ ἐναργεστέραν
γενέσθαι, ἵνα μετὰ τοῦτο τὴν ἑξῆς ἐπαγάγῃ θεραπείαν.
τοιαῦτα δὲ ἡγοῦμαι καὶ τὰ ἐν Δευτερονομίῳ ῥητὰ, τοῦτον
<lb n="30"/> ἔχοντα τὸν τρόπον· Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἢν <note type="marginal">Deut viii 2 f.</note>
διήγαγέν σε κύριος ὁ θεός σου τοῦτο τεσσαρακοστὸν ἔτος
<note type="footnote">1 om. γὰρ C 3 γίνεσθαι C 4, 5 τῶν ὄφεων C 5 om. ὡς
C 7 οὒς] + αὐτὸς B 13, 14 οἰκονομεῖσθαι B 15 om. δὲ C
16 πρὸς] + τὸν C 22 εἰς] ἐπὶ C 27 ἐπὶ] εἰς C 29 ἐν] + τῶ C</note>

<pb n="252"/>
ἐν τῇ ἐρήμῳ, ὅπως κακώσῃ σε καὶ πειράσῃ σε, καὶ διαγνωσθῇ <note type="marginal">ABC</note>
τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ
οὔ. καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν σε, καὶ ἐψώμισέν
σε τὸ μάννα ὂ οὐκ ᾔδεις σὺ καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου·
ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, <lb n="5"/>
ἀλλʼ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ
ζήσεται ὁ ἄνθρωπος. τήρει δὲ ἐν τούτοις ὅτι κακοῖ ὁ θεὸς
καὶ ἐκπειράζει, ἵνα διαγνωσθῇ τά ἐν τῇ ἑκάστου καρδίᾳ,
ὡς ὄντα μὲν ἐναποκείμενα δὲ τῷ βάθει καὶ εἰς φανερόν διὰ
τῶν κακώσεων ἐρχόμενα. τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Ἰὼβ <lb n="10"/>
ὑπὸ τοῦ κυρίου διὰ λαίλαπος καὶ νεφῶν ἀπαγγελλόμενον
<note type="marginal">Job xl 3</note> πρὸς τὸν Ἰὼβ οὕτως· Οἴει δέ με ἄλλως σοι κχρηματικέναι
ἢ ἵνα ἀναφανῇς δίκαιος; οὔτε γὰρ εἶπε· ἵνα γένῃ δίκαιος·
ἀλλʼ· ἵνα ἀναφανῇς· τοιοῦτος ὢν μὲν καὶ πρό τῶν πειρασμῶν,
ἀναφανῇς δὲ ἐν τοῖς συμβεβηκόσιν. </p><lb n="15"/></div><div type="textpart" subtype="section" n="10"><head>Kαὶ πάλιν ἐν ἄλλῳ τόπῳ ἐν ταῖc αὐταῖc εἰc τὴν
Ἔξοδον cημειώcεcιν·</head><p>10. Ἔλεγε δέ τις τῶν καθʼ ἡμᾶς, ἀπὸ τῆς συνηθείας
τὸ ζητούμενον παραμυθούμενος, ὅτι πολλάκις οἱ χρηστοὶ
κύριοι μακροθυμοῦντες ἐπὶ τοὺς ἁμαρτάνοντας τῶν οἰκετῶν <lb n="20"/>
λέγειν εἰώθασι τό· Ἐγώ σε ἀπώλεσα· καί· Ἐγώ σε πονηρὸν
ἐποίησα· μετὰ ἤθους ἐμφαίνοντες ὅτι ἡ χρηστότης
αὐτῶν καὶ ἡ μακροθυμία πρόφασις δοκεῖ γεγονέναι τῆς ἐπὶ
πλεῖον πονηρίας. ὥσπερ οὖν τούτων λεγομένων συκοφαντῶν
τις δύναται λέγειν, ὅτι ὡμολόγησεν ὁ δεσπότης πονηρὸν <lb n="25"/>
πεποιηκέναι τὸν οἰκέτην· οὕτω τὰ ὑπὸ τῆς ἀγαθότητος <note type="marginal">119</note>
τοῦ θεοῦ πρόφασις γενόμενα τῆς σκληρότητος τοῦ Φαραὼ
ἐσκληρυκέναι ἀναγέγραπται τὴν καρδίαν Φαραώ. παραμυθήσεται
δὲ οὗτος ἐξ ἀποστολικῶν ῥητῶν ὃ νενόηκεν εἰπεῖν·
<note type="marginal">Ro ii 4 ff.</note> Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ <lb n="30"/>
<note type="footnote">7 om. ὁ C δέ] γὰρ B 12 οἴη AB om. δέ AC
με] + μὴ B 13 om. ἵνα (sec.) C 15 forte leg. ἀναφανεὶς
16 τόμω C 16, 17 om. εἰς τὴν ἕξοδον B 18 δὲ] δὴ A 22 μετὰ]
+ τοῦ C 27 τῆ σκληρότητι B 29 ὧν νενοηκέναι B</note>

<pb n="253"/>
<note type="marginal">ABC(G)</note> τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ
θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου
καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν
ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ,
<lb n="5"/> ος ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ὁ αὐτὸς γοῦν
ἀπόστολος ἐν τῇ αὐτῇ ἐπιστολῇ τῇ πρὸς Ῥωμαίους φησίν·
Εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ <note type="marginal">Ro ix 22</note>
δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς
κατηρτισμένα εἰς ἀπώλειαν· ὡς τῆς μακροθυμίας τοῦ θεοῦ
<lb n="10"/> ἐνηνοχυίας τὰ σκεύη τῆς ὀργῆς καὶ οἱονεὶ γεγεννηκυίας. εἰ
γὰρ παρὰ τὸ μακροθυμεῖν αὐτὸν οὐ κολάζοντα τοὺς ἁμαρτάνοντας
ἀλλʼ ἐλεοῦντα ἐπλεόνασε τῇ χύσει τῆς κακία
αὐτός πως ἤνεγκε τῇ ἑαυτοῦ μακροθυμίᾳ τὰ σκεύη τῆς
ὀργῆς, καὶ, ἵνʼ οὕτως εἴπω, αὐτὸς αὐτὰ πεποίηκε σκεύη
<lb n="15"/> ὀργῆς, καὶ κατὰ τοῦτο αὐτὸς ἐσκλήρυνε τὴν καρδίαν αὐτῶν.
ὅτε γὰρ σημείων τοσούτων καὶ τεράτων γινομένων οὐ
πείθεται ὁ Φαραὼ, ἀλλὰ μετὰ τηλικαῦτα ἀνθίσταται, πῶς
οὐ σκληρότερος καὶ ἀπιστότερος ὢν ἐλέγχεται, τῆς σκληρότητος
καὶ τῆς ἀπιστίας δοκούσης ἐκ τῶν τεραστίων
<lb n="20"/> δυνάμεων γεγονέναι; ὅμοιον δὲ καὶ τὸ ἐν τῷ εὐαγγελίῳ·
Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον· οὐ γὰρ <note type="marginal">Jn ix 39</note>
προέθετο ὁ σωτὴρ εἰς κρίμα ἐλθεῖν, ἀλλʼ ἠκολούθησε τῷ
ἐληλυθέναι αὐτὸν τὸ εἰς κρίμα αὐτὸν ἐληλυθέναι τῶν μετὰ
τὰ τεράστια οὐ πεπιστευκότων αὐτῷ· ἀλλὰ καὶ εἰς πτῶσιν <note type="marginal">cf. Lc ii 34</note>
<lb n="25"/> πολλῶν παρεγένετο· οὐ προθέμενος ὅτε παρεγίνετο ποιῆσαι
πεσεῖν τούτους, ὧν εἰς πτῶσιν ἐλήλυθεν.</p></div><div type="textpart" subtype="section" n="11"><head>Kαὶ μεοʼ ἔτερα·</head><p>11. Οὕτως τὰ τεράστια γινόμενα τοῖς μὲν δεχομένοις
καὶ πιστεύουσιν, ὥσπερ τοῖς ἐπιμίκτοις Αἰγυπτίοις τοῖς
<note type="footnote">2 κατὰ] διὰ C 4 καὶ δικαιοκρισίας] δικαιοκρισίας A; καὶ
δικαιοσύνης C 10—14 om. καὶ οἱονεὶ—ὀργῆς καὶ B 12 om. τῆς
κακίας C 14 om. καὶ A 16 γενομένων C 18 om. ὤν C
20 δυναμένης C 23 τῶν μετὰ] inc. rursus G 25 ὅτε] ὅτι Α
παρεγένετο G 25, 26 om. πολλῶν—εἰς πτῶσιν C 29 ὥσπερ]
ὡς παρὰ C</note>

<pb n="254"/>
συνεληλυθόσι τῷ λαῷ, ἔλεος ἦν· τοῖς δὲ ἀπειθοῦσι σκληρότητα <note type="marginal">ABCG</note>
ταῖς καρδίαις αὐτῶν ἐπιφέρει. καὶ ἐκ τοῦ εὐαγγελίου
δὲ ἔτι παρὰ τὰ εἰρημένα ἔστι τὰ ὅμοια παραθέσθαι,
περὶ τοῦ καὶ τὸν σωτῆρα κακῶν σἴτιον δοκεῖν γεγονέναι
<note type="marginal">Lc x 13 ff.</note> τισίν· Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν <lb n="5"/>
Τύρῳ καὶ Σιδῶνι ἐγένετο τὰ σημεῖα τὰ γενόμενα ἐν ὑμῖν,
πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν.
πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἢ
ὑμῖν. καὶ σὺ, φησὶν, Καπερναούμ· καὶ τὰ ἐξῆς. προγνώστης
γὰρ ὢν ὁ σωτὴρ τῆς ἀπιστίας τῶν ἐν Χοραζὶν καὶ <lb n="10"/>
τῶν ἐν Βηθσαϊδὰ καὶ τῶν ἐν Καπερναοὺμ, καὶ ὅτι ἀνεκτότερον
γίνεται γῇ Σοδόμων ἐν ἡμέρᾳ κρίσεως ἢ ἐκείνοις, διὰ
τί τὰ τεράστια ἐπετέλει ἐν Χοραζὶν καὶ ἐν Βηθσαϊδὰ, ὀρῶν <note type="marginal">120</note>
ὅτι διὰ ταῦτα ἀνεκτότερον γίνεται ἐν ἡμέρᾳ κρίσεως Τυρίοις
καὶ Σιδωνίοις ἢ τούτοις; </p><lb n="15"/></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>