<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.26.6-2.27.4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.26.6-2.27.4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="26"><div type="textpart" subtype="section" n="6"><p>6. Ταῦτα μὲν οὗν αὐτάρκη τοῖς μὴ πάνυ ἀμβλέσι,
πρός τό ἀπό τούτων ἑαυτοῖς ἀναλεξαμένοις τά περισπῶντα <lb n="15"/>
ῥητὰ τῶν γραφῶν ἐπιβάλλειν τῇ ἀξίᾳ νοήσει τῆς ἐνεργείας
τοῦ ἁγίου πνεύματος. ἔτι δὲ ὑπὲρ τοῦ δυσωπήσαι τοὺς
οἰομένους τάδε εἶναι τά ἀγαθά τὰ τοῖς ἀγίοις δοθησόμενα
καὶ τάδε τὰ κακὰ τοῖς ἁμαρτωλοῖς, καὶ ταῦτα προσθετέον· <note type="marginal">570</note>
ὅτι πᾶν τὸ διά τι ἔλαττόν ἐστι τοῦ δἰ ὅ ἐστιν· οἶον τομαὶ <lb n="20"/>
καὶ καυτῆρες καὶ ἔμπλαστροι δἰ ὑγείαν παραλαμβανόμενα
ἐλάττονα τυγχάνει τῆς ὑγείας. κᾶν ὡς ἐν ἰατρικοῖς δὲ
βοηθήμασι ἀγαθὰ λέγηται ταῦτα, χρὴ ἐκλαμβάνειν ὅτι
οὐκ ἔστι τελικά ἰατρικῆς ἀγαθὰ ἀλλὰ ποιητικά· τελικόν δὲ
κατά τὴν ἰατρικὴν ἀγαθόν ἠ τοῦ σώματος ὑγεία. οὕτω <lb n="25"/>
τοίνυν καὶ εἰ τάσδε τὰς ἐντολάς τηρητέον ὑπὲρ τοῦ τῶνδε
τῶν ἀγαθῶν τυχεῖν, τὰ δὲ ἂθλα τὰ σωματικά ἐστι καὶ τὰ
ἐκτός· αἱ ἀγαθαὶ πράξεις ἔσονται οὐκ ἀγαθαὶ ὡς τελικαὶ,
ἀλλʼ ἄρα ὡς ποιητικαὶ ἀγαθῶν· καὶ ἔσται διαφέρων ὀ
πλοῦτος, ὅν οἶονται ἐπαγγέλλεσθαι τὴν γραφήν, καὶ ἠ τοῦ <lb n="30"/>
σώματος ὑγεία, τῆς δικαιοσύνης καὶ αὐτῆς δὲ τῆς ὁσιότητος
καὶ τῆς εὐσεβείας καὶ τῆς θεοσεβείας τῶν τηλικούτων ἀνδραγαθημάτων.
<note type="footnote">1 ῆ διὰ] καὶ B 8 ἐκλεκτέον C; καί ἐγκλητέον B 16 ῥή-
ματα B 32 om. καὶ τῆς θεοσεβείας B</note>

<pb n="239"/>
<note type="marginal">ABC</note> ἅπερ παραδέξασθαι ἀνθρώπων ἐστὶ τὸ
ἀξίωμα τῆς ἀρετῆς μὴ γινωσκόντων, ἀλλὰ τὰ ὑλικὰ αὐτῆς
προτιμώντων· πάντων γάρ ἐστιν ἀτοπώτατον τὸ τῶν
ἀνδραγαθημάτων λέγειν διαφέρειν τὸ πλουτεῖν καὶ τὸ
<lb n="5"/> γιαίνειν σωματικῶς. διὰ τά μοχθηρὰ δὴ ταῦτα δόγματα
ἀκολούθως τινὲς προσήκαντο καὶ μετά τὴν ἀνάστασιν ἐν
ταῖς πρώταις ἐπαγγελίαις ἐσθίειν τμᾶς μέλλειν τὰ τοιάδε
βρώματα καὶ πίνειν, τινὲς δὲ καὶ τεκνοποιεῖν. ταῦτα δὲ
φθάσαντα καὶ εἰς τοὺς ἀπὸ τῶν ἐθυῶν μεγάλης εὐηθείας
<lb n="10"/> δόξαν ἀπενέγκασθαι ποιήσει τὸν χριστιανισμὸν, πολλῷ
βελτίονα δόγματα ἐχόντων τινῶν ἀλλοτρίων τῆς
πίσεως.</p></div><div type="textpart" subtype="section" n="7"><p>7. τμεῖς δὲ ἤδη τὸ φαινόμενον μῖν ἀπὸ τῆς ἐξετάσεως
τῶν ἱερῶν λογίων παραθησόμεθα· ἐφάσκομεν γὰρ
<lb n="15"/> ἀρέσκεσθαι μὲν τῷ λέγειν ἐν προαιρετικοῖς καὶ ἐν ἀπροαιρέτοις
εἶναι τὰ ἀγαθά καὶ τὰ κακά· οὐ μὴν ήριθμοῦμεν εἰς
τὰ ἀπροαίρετα τῶν ἀγαθῶν τὴν ὑγείαν καὶ τὸ κάλλος καὶ
τὴν εὐγένειαν καὶ τήν εὐδοξίαν καὶ τὸν πλοῦτου· καὶ κατὰ
τὸ δυνατὸν ἐπειράθημεν τὰ περισπῶντα ὡς ἐν ἐπιτομῇ
<lb n="20"/> διαλύσασθαι. τίνα τοίνυν ἐστὶ τὰ ἀπροαίρετα ἀγαθά ἤδη
λεκτέον· ἐπεὶ ἀληθὲς τό· ἄν μὴ κύριος οἰκοδομήσῃ οἶκον, <note type="marginal">Ps cxxvii (cxxvi) 1</note>
εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόυ· καί· Ἐάν μὴ
κύριος φυλάξῃ πόλιν, εἰς μάτην γρύπνησεν ὀ φυλάσσων.
οἰκοδομεῖ δὲ οἶκον πᾶς ὁ προκόπτων, καὶ φυλάσσει πόλιν
<lb n="25"/> πᾶς ὁ τέλειος· μάταιον δὲ τὸ ἔργον τοῦ οἰκοδομοῦντος καὶ
ματαία ἡ φυλακὴ τοῦ τηροῦντος, ἐὰν μὴ κύριος οἰκοδομήσῃ
καὶ κύριος φυλάξῃ. ἐκτός ἄν εἶη τῆς προαιρέσεως μῶν
ἀγαθὸν ἠ ἀντιλαμβανομένη τοῦ κυρίου δύναμις τῆς οἰκοδομῆς
τοῦ οἰκοδομοῦντος καὶ συνοικοδομοῦσα τῷ οὐ δυναμένῳ
<lb n="30"/> καθʼ αὐτὸυ ἀπαρτίσαι τὸ οἰκοδομούμενον· τὰ δὲ αὐτὰ καὶ
ἐπὶ τῆς φυλασσομένης πόλεως νοητέον. καὶ ὡσπερ ἐάν
εἶποιμι τὀ γεωργικὸν ἀγαθὸν τὸ ποιητικόν τοῦ καρποῦ
<note type="footnote">8 τεκνοποιήσειν B 9 εὐηθίας B 14 παραθησώμεθα B;
παραστησόμεθα A 15 τῶ] τὸ B 19 ἐπειράσθημεν AB</note>

<pb n="240"/>
μικτὸν εἶναι ἐκ προαιρετικοῦ τοῦ κατἀ τἡν τέχνην τοῦ <note type="marginal">ABC 571</note>
γωργοῦ καὶ ἀπροαιρέτου τοῦ παρὰ τῆς προνοίας, κατά τὴυ
τῶν ἀέρων εὐκρασίαν καὶ φορὰν αὐτάρκους ὑετοῦ· οὗτο τὸ
τοῦ λογικοῦ ἀγαθόν μικτόν ἐστιν ἔκ τε τῆς προαιρέσεως
αὐτοῦ καὶ τῆς συμπνεούσης θείας δυνάμεως τῷ τὰ κάλλιστα <lb n="5"/>
προελομένῳ. οὐ μόνον τοίνυν εἰς τὸ καλὸν καὶ ἀγαθὸν
γενέσθαι χρεία καὶ τῆς προαιρέσεως τῆς τμετέρας καὶ τῆς
θείας συμπνοίας, ἥτις ἐστὶν ὠς πρὸς ἡμᾶς ἀπροαίρετον, ἀλλά
καὶ εἰς τὸ γενόμενον καλὸν καὶ ἀγαθὸν διαμεῖναι ἐν τῇ
ἀρετῇ· μεταπεσουμένου καὶ τοῦ τελειωθέντος, εἰ ὑπερεπαρθείη <lb n="10"/>
ἐπὶ τῷ καλῷ καὶ ἑαυτὸν ἐπιγράφοι τούτου σιτίον,
οὐχὶ δὲ τὴν δέουσαν δόξαν ἀναφέρων τῷ τῶν πολλῶν πλεῖον
δωρησαμένῳ εἰς τὴν κτῆσιν καὶ τήν συνοχήν τῆς ἀρετῆς.
<note type="marginal">cf. Ezek xxviii 15</note>τοιοῦτον δέ τι σἴτιον καὶ τοῦ κατὰ τὸν Ἰεζεκιὴλ εἰρημένου
ἀμώμου περιπεπατηκέναι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, ἕως <lb n="15"/>
εὑρεθῇ ἀνομία ἐν αὐτῷ, ἡγούμεθα τυγχάνειν τοῦ αὐτὸν κατά
<note type="marginal">cf. Isa xiv 12</note> τὸν Ἠσαΐαν ἐκπεπτωκέναι ἐκ τοῦ οὐρανοῦ, ἑωσφόρον ποτὲ
γενὸμενον πρωὶ ἀνανέλλοντα, ὑστερον συντετριμμένου ἐπὶ
τὴν γῆν. οὐ μόνον γὰρ ἐπὶ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ἐάν
τις τέλειος ῇ, τῆς ἀπὸ θεοῦ σοφίας ἀπούσης, ἀληθὲς τό εἰς <lb n="20"/>
οὐδὲν αὐτὸυ λογισθῆναι· ἀλλὰ καὶ ἐπὶ τῆς ἀγγελικῆς
τάξεως καὶ ἀρχικῆς καὶ πάσης τῆς ὅσον θεός πάρεστιν
αὐτῇ θείας τυγχανούσης. τάχα γοῦν ὀρῶν ὁ ἱερὸς ἀπόστολος
πολὺ ἔλαττον τό μέτερον προαιρετικὸν τῆς τοῦ θεοῦ
<note type="marginal">cf Ro ix 16</note> δυνάμεως πρὸς τὴν κτῆσιν τῶν ἀγαθῶν, φησὶ τὸ τέλος οὐ <lb n="25"/>
τοῦ θέλουτος εἶναι οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος
θεοῦ· οὐχ ὀς χωρὶς τοῦ θέλειν καὶ τρέχειν ἐλεοῦντος θεοῦ,
ἀλλʼ ὡς οὐδενός ὄντος τοῦ θέλειν καὶ τρέχειν συγκρίσει τοῦ
ἐλέου τοῦ θεοῦ· καὶ διὰ τοῦτο τὴν ἐπιγραφήν τοῦ καλοῦ
δεόντως μᾶλλον ἀνατιθέναι τῷ ἐλέῳ τοῦ θεοῦ ἤπερ τῷ ἀνθρωπίνῳ <lb n="30"/>
θέλειν καὶ τρέχειν.</p></div><div type="textpart" subtype="section" n="8"><p>8. Ταῦτα δὲ ἐπὶ πολὺ παρεκβεβηκέναι δοκοῦντες ἐξητάσαμεν,
<note type="footnote">1, 2 om. τοῦ κατὰ- ἀπροαιρέτου A 16 ἐν αὐτώ] ἑαυτῶ B 17 om.
ἐκ C 21 οὐθέν Α B 23 αὐταῖς θείαις τυγχανούσαις BC 29 ἐλέους A</note>

<pb n="241"/>
<note type="marginal">ABC</note> πειθόμενοι ἀναγκαῖα αὐτὰ εἶναι πρὸς τό· Πολλοὶ <note type="marginal">Ps iv 6</note>
λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά; κατὰ τὸ δυνατόν
γάρ ὀ λόγος τοῖς λέγουσι πολλοῖς· Τίς δείξει τμῖν τὰ
ἀγαθά; παρέστησε καὶ ἔδειξε τίνα τὰ ἀγαθὰ, δῆλον
<lb n="5"/> δὲ ὅτι καὶ τίνα τὰ κακά· ἵνα διά τε ἀσκήσεων καὶ εὐχῶν
κτησώμεθα τὰ ἀγαθὰ καὶ ἀνατρέφωμεν τὰ κακὰ ἀπὸ τῶν
φυχῶν ἡμῶν. ἀλλʼ ἐπείπερ ἐστὶν ἐν τῷ φράζειν ὅτὲ μὲν
κυριολεκτεῖν, ὁτὲ δέ που καὶ καταχρῆσθαι, οὐ θαυμαστὸν
εἶ ποτε εὐρήο ομεν τὴν τῶν ἀγαθῶν καὶ κακῶν προσηγορίαν
<lb n="10"/> κειμένην ἐπὶ τῶν σωματικῶν καὶ τῶν ἐκτός λεγομένων παρὰ
τοῖς οὐχ ὑγιῆ δόγματα ἔχουσιν· οἶον ἐν τῷ Ἰώβ· Εἰ τὰ <note type="marginal">Job ii 10</note>
ἀγαθἀ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;
καὶ ἐν τῷ Ἱερεμίᾳ· Κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας <note type="marginal">Μic i 12; cf. Jer xvii 27</note>
ερουσαλήμ. ἀντὶ γὰρ τοῦ εἰπεῖν· εἰ τὰ τοιάδε τινὰ
<note type="marginal">572</note> χρηστά καὶ ἡδέα τυγχάνοντα ἐδεξάμεθα παρά τῆς προνοίας
εἰς τμᾶς ἐφθακότα, τὰ πικρὰ καὶ ἐπίπονα οὐχὶ προθύμως
ἐνεγκοῦμεν; λέγεται τό· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς
κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; καὶ ἀντὶ τοῦ φάναι· κατὰ
πρόνοιαν τάδε τινὰ τῇ Ἰερουσαλὴμ ὑπὲρ τοῦ παιδευθῆναι
<lb n="20"/> τοὺς ἐνοικοῦντας ἐν αὐτῇ γεγένηται, γέγραπται τό· Κατέβη
κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ. δεήσει τοίνυν
τὰ πράγματα συνιέντας μὴ γλίσχρους εἶναι περὶ τὰ ὀνόματα,
ἀλλὰ καταλαμβάνειν πότε κυρίως κατά τῶν πραγμάτων
ταῦτα τέτακται, καὶ πότε διὰ τὴν στενοχωρίαν τῶν ὀνομάτων
<lb n="25"/> ἐν καταχρήσει. εἰ δὲ καὶ ὁ σωτὴρ τάδε τινὰ ἰάσατο,
καὶ ἐδωρήσατο ὑγείαν καὶ ὄφεις καὶ ἀκοάς ἀνθρώποις·
προηγουμένως μὲν τὴν ἀναγωγήν αὐτῶν ζητητέον, τοῦ λόγου
τὰ τῆς φυχῆς πάθη θεραπεύειν διὰ τούτων τῶν ἱστοριῶν
δηλουμένου. οὐκ ἄτοπον δὲ ἐπὶ τοῖς τοιούτοις καὶ τὰ κατὰ
<lb n="30"/> τὴν ἱστορίαν ἀπαγγελλόμενα νοεῖν γεγονέναι ὑπὲρ καταπλήξεως
τῶν τότε ἀνθρώπων· ἴνα οἱ μή πειθόμενοι λόγοις
ἀποδεικτικοῖς καὶ διδασκαλικοῖς δυσωπηθέντες τάς τεραστίους
δυνάμεις συγκαταθῶνται τῷ διδάσκοντι.</p><note type="footnote">3 om. πολλοῖς ΑC 13 ἐν ταῖς πύλαις C 16 om. τὰ ΑC</note></div></div><div type="textpart" subtype="chapter" n="27"><pb n="242"/><head>XXVII.</head><div type="textpart" subtype="section" n="1"><head>Εἰ U+03F9 τά· Ἐ U+03F9κλήρυνε κύριο U+03F9 τὴν καρδίαν Φαραώ.<note type="marginal">ABC(G)</note>
<note type="marginal">Ex 2 27</note> “Ε U+03F9κλήρυνε Δὲ κύριο U+03F9 τήν καρδίαν Φαραὼ, καὶ οὐκ
ἠβουδήοη ἐξαπο U+03F9τεῖδαι αὐτου U+03F9.᾿</head><p>1. Πολλάκις ἐν τῇ ξόδῳ κείμενον τό· Ἐσκλήρυνε
<note type="marginal">Εx vii 3</note> κύριος τὴν καρδίαν Φαραώ· καί· Ἐγώ σκληρυνῶ τὴν καρδίαν <lb n="5"/>
Φαραώ· σχεδὸν πάντας τοὺς ἐντυγχάνοντας ταράσσει, τούς
τε ἀπιστοῦντας αὐτῇ καὶ τοὺς πιστεύειν λέγοντας. τοῖς
μὲν γὰρ ἀπιστοῦσι μετʼ ἄλλων πολλῶν καὶ τοῦτο σἴτιον
ἀπιστίας εἶναι δοκεῖ, ὅτι λέγεται περὶ θεοῦ τὰ ἀνάξια
θεοῦ· ἀνάξιον δὲ θεοῦ τὸ ἐνεργεῖν σκλήρυνσιν περὶ καρδίαν <lb n="10"/>
οὑτινοσοῦν, καὶ ἐνεργεῖν σκλήρυνσιν ἐπὶ τῷ ἀπειθῆσαι
τῷ βουλήματι τοῦ σκληρύνοντος τὸν σκληρυνόμενον· καὶ
πῶς, φασὶν, οὐκ ἄτοπον τὸν θεοῦ ἐνεργεῖν τινὰ ἐπὶ τῷ
ἀπειθεῖν αὐτοῦ τῷ βουλήματι; δῆλον γὰρ ὅτι μὴ βουλομένου
πειθόμενον ἔχειν οἶς προστάσσει τόν Φαραώ. τοῖς <lb n="15"/>
δὲ πιστεύειν νομιζομένοις διαφωνία οὐχ ἡ τυχοῦσα γεγένηται
διὰ τό· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραω. οἱ μὲν
γὰρ πειθόμενοι μὰ ἄλλον εἶναι θεὸν παρά τὸν δημιουργόν
<note type="marginal">cf. Rο ix 18</note> φρονοῦσιν ὡς ἄρα κατὰ ἀποκλήρωσιν ὁ θεὸς ὅν θέλει
ἐλεεῖ, ὅν δὲ θέλει σκληρύνει, αἰτίαν οὐκ ἑχοντος τοῦ τόνδε <lb n="20"/>
μὲν ἐλεεῖσθαι τόνδε δὲ σκληρύνεσθαι ὑπʼ αὐτοῦ. ἕτεροι
δὲ βέλτιον παρὰ τούτους φερόμενοί φασι πολλὰ καὶ ἄλλα
κεκρύφθαι τῆς γραφής αὐτοῖς νοήματα, καὶ οὐ παρά τοῦτο <note type="marginal">112</note>
τῆς ὑγιοῦς πίστεως τρέπεσθαι · ἕν δὲ τῶν ἀποκεκρυμμένων
εἶναι καὶ τὸν περὶ ταύτης τῆς γραφῆς ὑγιῆ λόγον. <lb n="25"/>
<note type="footnote">1 εἰ] ἴτι εἰς G 4 Ru. 11. 111 5, 6 καὶ- φαραώ] BG ;
om. AC 7 λέγοντας] μέλλοντας B 9 περὶ] CG; παρὰ AB
10 σκλήρυνσιν περὶ] σκληρύνειν B 11 σκληρύνειν B τῶ]
τὸ B 13 φησὶν ACC 15 φαραώ] ταῦτα δοκεῖ λέγεσθαι τὰ
ῥήματα G 26 φάσκοντες post δημιουργὸν B</note>

<pb n="243"/>
<note type="marginal">ABC</note> μὲν αὐτὸν εἶναι θέλουσι καὶ οὐκ ἀγαθόν, σφόδρα ἰδιωτικῶς
ἄμα καὶ ἀσεβῶς ἐνεχθέντες ἐν τῷ χωρίζειν δικαιοσύνην
ἀγαθότητος, καὶ οἶεσθαι ὅτι οἶόν τέ ἐστι δικαιοσύνην εἶναι
ἔν τινι χωρὶς ἀγαθότητος καὶ ἀγαθότητα δίχα δικαιοσύνης·
<lb n="5"/> ὅμως δὲ καὶ τοῦτο λέγοντες ἐναντία τῇ ἰδία ὑπολήφει περὶ
δικαίου προσίενται θεοῦ σκληρύνειν τήν καρδίαν Φαραὼ
καὶ ἀπειθῆ αὐτήν κατασκευάζειν ἑαυτῷ. εἰ γάρ ὀ τὸ κατʼ
ἀξίαν ἑκάστῳ ἀπονέμων δίκαιος καὶ ἀπό τῆς ἑαυτῶν αἰτίας
κρείττοσιν ἢ χείροσι γεγενημένοις ἀποδιδοὺς ὦν ἐπιτήδειον
<lb n="10"/> ἕκαστον τυγχάνειν ἐπίσταται, πῶς δίκαιος ὀ ἁμαρτίας χείρονος
αἶτιος γενόμενος τῷ Φαραώ; καὶ οὐχ ἀπλῶς αἶτιος,
ἀλλʼ ὅσον ἐφʼ οἶς ἐκεῖνοι ἐξεδέξαντο συνεργήσας εἰς τὸ
γενέσθαι αὐτὸν ἀδικώτατον. ἐπʼ οὐδὲν γάρ ἀναφέροιτες
ἄξιον προαιρέσεως δικαίου θεοῦ τὴν σκλήρυνσιν τῆς καρδίας
<lb n="15"/> Φαραώ, οὐκ οἶδʼ ὅπως δίκαιον θεὸν, κἄν καθʼ ἅ διηγεῖσθαι
βούλωνται, παραστῆσαι δύνανται τὸν σκληρύνοντα τὴν
καρδίαν Φαραώ. ὅθεν θλιπτέον αὐτοὺς ἐν τοῖς κατὰ τὸν
προκείμενον τόπον, ὅπως ἤτοι παραστήσωσι πῶς δίκαιος
σκληρύνει, ἢ τολμήσωσιν εἰπεῖν ὅτι ἐπεὶ σκληρύνει πονηρὸς
<lb n="20"/> ὁ δημιουργός· ἥ μήτε εὐποροῦντες ἀποδείξεων πρὸς
τὸ τὸν δίκαιον σκληρυντικόν εἶναί τινος, μήτε τολμῶντες
τὸ ἐπὶ τοσοῦτον ἀσεβὲς προέσθαι περὶ τοῦ κτίσαντος ὠς
περὶ πονηροῦ, καταφύγωσιν ἐπὶ ἑτέραν ὀδὸν ἐξηγητικήν
τοὺ· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ· ἀποστάντες <note type="marginal">Ex x 27</note>
<lb n="25"/> τοῦ, ἐκ τοῦ νομίζειν τὰ κατὰ τὰς λέξεις νοεῖν, τὰς ἰδίας
ἀναιρεῖν περὶ δικαίου θεοῦ νοήσεις. τὸ δὲ τελευταῖον κἄν
ἀπορεῖν ὅ τί ποτε ὁ λόγος ὑποβάλλει ὁμολογήσουσιν.</p></div><div type="textpart" subtype="section" n="2"><p>2. Ταῦτα μὲν οὖν ἐσπαράχθω ἐξεταζόμενα περὶ θεοῦ
ἐν τῷ προκειμένῳ προβλήματι. ἐπεὶ δὲ εἰς τὸν περὶ
<lb n="30"/> φύσεως τόπον οἱ ὑπολαμβάνοντές τινας ἐκ τῆς κατασκευῆς
ἐπʼ ἀπωλείᾳ γεγονέναι καὶ ταῦτα φέρουσι, λέγοντες δηλοῦσθαι
<note type="footnote">7 τὸ] τῶ AB 10 ἁμαρτίας] δημιουργὸς B 14 θεοῦ δικαίου B
16 σκληρύνοντα B 23 om. περὶ C om. ἐπὶ B 27 ὑπο-
βάλλῃ ΑC 28 om. οὗν Α B
16-2</note>

<pb n="244"/>
ὅ διδάσκουσι διὰ τοῦ ἐσκληρύνθαι ὑπὸ κυρίου <note type="marginal">ABC</note>
τὴν καρδίαν Φαραὼ, φέρε ταῦτα αὐτῶν πυνθανώμεθα· ὁ ἐπʼ <note type="marginal">113</note>
ἀπωλεία κτισθεὶς οὐκ ἄν ποτε ποιῆσαί τι τῶν κρειττόνων
δύναιτο, αὐτῆς τῆς ἐνυπαρχούσης φύσεως ἀντιπραττούσης
αὐτῷ πρὸς τὰ καλά· τίς οὖν χρεία τὸν Φαραώ ἀπωλείας, <lb n="5"/>
ὥς φατε, υἱὸν τυγχάνοντα σκληρύνεσθαι ὑπὸ τοῦ θεοῦ, ἴνα
μὴ ἀποστείλῃ τὸν λαόν; εἰ γάρ μὴ ἐσκληρύνετο, ἀπέστειλεν
ἄν. ἀποκρινέσθωσαν δή περὶ τούτου λέγοντες, τί ἂν
ἐποίησεν ὁ Φαραὼ, εἰ μὴ ἐσκληρύνθη; εἰ μὲν γάρ ἀπέλυε
μὴ σκληρυνθεὶς, οὐχὶ φύσεως ἀπολλυμένης ἥν. εἰ δὲ μή <lb n="10"/>
ἀπέλυε, περισσὸν τὸ σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν·
ὁμοίως γὰρ οὐκ ἀπέλυε καὶ μὴ σκληρυνθείς. τί δὲ ἐνεργῶν
ὁ θεὸς περὶ τὸ τγεμονικὸν αὐτοῦ ἐσκλήρυνεν αὐτόν;
<note type="marginal">cf. Ex iv 23</note> καὶ πῶς αὐτόν αἰτιᾶται λέγων· Ἀνθʼ ὧν ἀπειθεῖς μοι, ἰδοὺ
ἐγώ ἀποκτενῶ τὰ πρωτότοκά σου; ἆρα γὰρ ὀ σκληρύνων <lb n="15"/>
σκληρὸν σκληρύνει; σαφὲς δʼ ὅτι τό σκληρὸν οὐ σκληρύνεται,
ἀλλʼ ἀπὸ ἁπαλότητος εἰς σκληρότητα μεταβάλλει·
ἁπαλότης δὲ καρδίας κατὰ τὴν γραφὴν ἐπαινετὴ, ὡς πολλαχοῦ
τετηρήκαμεν. λεγέτωσαν τοιγαροῦν εἰ χρηστός ὁ
Φαραὼ τυγχάνων γεγένηται πονηρός· ἀλλὰ καὶ ἤτοι αἰτιόμενος <lb n="20"/>
ὁ θεὸς τὸν Φαραώ μάτην αἰτιᾶται ἢ οὐ μάτην· εἰ
μὲν οὖν μάτην, πῶς ἔτι σοφός καὶ δίκαιος; εἰ δὲ μὴ μάτην,
αἶτιος ἐτύγχανε τῶν ἁμαρτημάτων τῶν κατὰ τὴν ἀπείθειαν
ὁ Φαραώ· καὶ εἰ αἴτιος, οὐ φύσεως ἦν ἀπολλυμένης.
πευστέον μέντοι γε καὶ τοὺτο, διἀ τὸ καταχρώμενον τόν <lb n="25"/>
<note type="marginal">Rο ix 18 f.</note> ἀπόστολον τοῖς ἐντεῦθεν ῥητοῖς λέγειν· Ἀρʼ οὗν ὅν θέλει
ἐλεεῖ, ὅν δὲ θέλει σκληρύνει. ἐρεῖς οὖν μοι, τί ἔτι μέμφεται;
τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; τίς ὁ
σκληρύνων καὶ ἐλεῶν; οὐ γάρ δή ἑτέρου τὸ σκληρύνειν καὶ
<note type="footnote">10 ἀπολελυμένης B 15 πρωτότοκά σου] post hoc habent καὶ
γνώσονται γὰρ κ.τ.λ. ΑC (non BG); cf. p. 249 f. 4 16 om.
σαφὲς δʼ ὅτι τὸ C 17 ἁπαλότητος] post hoc lac. in G usque
ad τῶν μετὰ τὰ τ. p. 253 l. 23 σκληρότητα] σκληρὸν B
24 ὁ] τῶ C ἀπολλυμένης] +ἐκεῖνος C 25 πιστευτέον C
29 δὴ] δι' Β* ἕτερον Α</note>

<pb n="245"/>
<note type="marginal">ABC</note> ἑτέρου τὸ ἐλεεῖν κατὰ τὴν ἀποστολικτν φωνὴν, ἀλλὰ τοῦ
αὐτοῦ. ἤτοι οὖν οἱ ἐν Χριστῷ ἐλεούμενοι τοῦ σκληρύνοντός
εἰσι τὴν καρδίαν Φαραὼ, καὶ μάτην ἀναπλάσσεται
αὐτοῖς ἕτερος θεὸς ἢ ὁ ἀγαθὸς κατʼ αὐτοὺς θεός, οὐκ
<lb n="5"/> ἐλεήμων μόνον ἀλλὰ καὶ σκληρύνων· ἢ καὶ οὐκέτʼ ἂν εἴη,
ὡς ὑπολαμβάνουσιν, ἀγαθός.</p></div><div type="textpart" subtype="section" n="3"><p>3. Πάντα δὲ ταῦτα ἐπίτηδες ἐπὶ πλεῖον ἐξητάσαμεν
πρὸς τοὺς ἀβασανίστως ἑαυτοῖς χαριζομένους τὸ νενοηκέναι
καὶ ἐπιβαίνοντας τῇ ἁπλότητι τῶν τμετέρων ἐνιστάμενοι,
<lb n="10"/> καὶ δεικνύντες ὅτι οὐτε εἰς ἄ ὑπολαμβάνουσι περὶ θεοῦ,
οὗτε εἰς ἅ δογματίζουσι περὶ φύσεων, συμβάλλεται αὐτοῖς
ὡς οἶονται ὁ λόγος ὁ κατὰ τὸ ἐνεστηκὸς ἐξεταζόμενος
ἀνάγνωσμα. τμεῖς δὲ πολλαχόθεν πειθόμενοι ἀπό τε τῶν
ἱερῶν γραφῶν καὶ ἀπὸ τῆς ἐνεργείας τῆς κατὰ τὸ μέγεθος
<note type="marginal">114</note> καὶ τάξεως τῶν δημιουργημάτων, παρὰ θεοῦ τοῦ κτίσαντος
τὰ βλεπόμενα καὶ τὰ μὴ βλεπόμενα, τὰ πρόσκαιρα καὶ τὰ
αἰώνια, ὡς ἑνὸς ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντα τῷ πατρὶ
τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ἀγαθῷ θεῷ καὶ δικαίῳ καὶ
σοφῷ· ἐπὶ τὸν σκοπὸν ἐκεῖνον τὰς γραφὰς ἄγειν ἀγωνιζόμεθα,
<lb n="20"/> τοῦ μὲν δεικνύναι πάντα ἀγαθοῦ θεοῦ καὶ δικαίου
καὶ σοφοῦ, οὐδὲ κατά τὸ τυχὸν ὑπονοηθέντες ἄν τοῖς γε
νοῦν ἔχουσιν ἀποπίπτειν, κατὰ δὲ τὸ ἐφαρμόζειν ἢ μὴ τῇ
ἀγαθότητι αὐτοῦ καὶ δικαιοσύνῃ καὶ σοφίᾳ τὰ λεγόμενα,
θεοῦ σωτῆρος δεόμενοι.</p></div><div type="textpart" subtype="section" n="4"><lb n="25"/><p> 4. Τοιαῦτα τοίνυν καὶ περὶ τοῦ· σκλήρυνε κύριος <note type="marginal">Ex x 27</note>
τὴν καρδίαν Φαραώ· ὑπονοοῦμεν. ἰατρός ἐστι φυχῆς ὁ
λόγος τοῦ θεοῦ, ὁδοις θεραπείας χρώμενος ποικιλωτάταις
καὶ ἁρμοδίαις πρός τοὺς κακῶς ἔχοντας καὶ ἐπικαιροτάταις·
τῶν δὲ τῆς θεραπείας ὀδῶν αἱ μέν εἰσιν ἐπὶ πλεῖον αἱ δὲ
<lb n="30"/> ἐπʼ ἔλαττον πόνους καὶ βασάνους ἐμποιοῦσαι τοῖς εἰς ἴασιν
<note type="footnote">1 ἑτέρου B; ἕτερον A 2 χριστῷ] θ C 5 om. ἡ ΑC
11 φύσεως AC 13 om. ἀνάγνωσμα C πειθόμενοι] post hoc
habent καὶ πόνον κ.τ.λ.AC; cf. p. 250 l. 15 παρὰ] παρα-
δεχόμεθα A 18 om. θεῶ C 25 κύριος] +ὁ θεὸς C</note>

<pb n="246"/>
ἀγομένοις· πάλιν τε αὖ βοηθήματα ὁτὲ μὲν ἀπεμφαινόντως <note type="marginal">ABC</note>
γίνεται, ὁτὲ δὲ οὐχ οὕτως ἔχει· καὶ πάλιν τάχιον ἦ βράδιον·
καὶ μετὰ τὶ ἐμφορηθῆναι τῆς ἁμαρτίας, ἦ μετὰ τὸ ὤσπερ
εἰπεῖν μόνον ἀφασθαι αὐτῆς. μαρτυριῶν δὲ τῶν εἰς
ἕκαστον πλήρης πᾶσα ἡ θεόπνευστος γραφή· σκυθρωποτέρων <lb n="5"/>
βοηθημάτων ἐπὶ πλεῖον ἢ ἐπʼ ἔλαττον ἀναγεγραμμένων
γεγονέναι τῷ λαῷ, κατὰ τὰ συμβεβηκότα αὐτῷ
ὑπὲρ ἐπιστροφῆς καὶ διορθώσεως ἐν πολέμοις μείζοσιν ἢ
ἐλάττοσι καὶ λιμοῖς πολυχρονιωτέροις ἢ ὀλιγοχρονιωτέροις·
<note type="marginal">Hos iv 14</note> ἀπεμφαινόντων δὲ ἐν τῷ· Οὐκ ἐπισκέφομαι ἐπὶ τὰς <lb n="10"/>
θυγατέρας ὑμῶν ὅταν πορνεύσωσιν, καὶ ἐπὶ τὰς νύμφας
ὑμῶν ὅταν μοιχεύσωσιν. τάχα γὰρ τὰς ἐπὶ πλεῖον ἐφιεμένας
ψυχάς τῶν σωματικῶν καὶ ἡδέων εἶναι νομιζομένων
παρʼ ἑαυταῖς ἐγκαταλείπει, ἕως κορεσθεῖσαι ἀποστραφῶσι
τὰ ὧν ὀρέγονται, οἱονεὶ καὶ ἐμέσαι αὑτὰ βουλόμεναι καὶ οὐκ <lb n="15"/>
ἄυ ἔτι ταχέως τοῖς αὐτοῖς, διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμπεφορῆσθαι
αὐτὰς καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περιπεσούμεναι.
βράδιον δὲ ἐπὶ τήν θεραπείαν ἄγονται αἱ
καταφρονήσουσαι ἄν τοῦ δεύτερον τοῖς αὐτοῖς περιπεσεῖν,
διὰ τὸ τάχιον ἀπηλλάχθαι τῶν κακῶν. οἶδε δὲ ὁ τεχνίτης <lb n="20"/>
θεὸς τὰς διαθέσεις ἑκάστων καὶ, ὡς ἐπιβάλλει αὐτῷ μόνῳ,
ἐπιστημόνως δυνάμενος τὰς θεραπείας προσάγειν, τί χρή
καὶ πότε ἑκάστῳ ποιεῖν.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>