<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.23.5-2.23.11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.23.5-2.23.11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="23"><div type="textpart" subtype="section" n="5"><p>5. Καὶ ἐν τῷ Ἠσαΐᾳ γενομένῳ πρὸ πολλοῦ τῆς αἰχμαλωσίας
<lb n="30"/> τῆς εἰς Βαβυλῶνα, μεθʼ ἣν αἰχμαλωσίαν ὕστερόν
ποτε γίνεται Κῦρος ὁ Περσῶν βασιλεὺς συνεργήσας τῇ
<note type="footnote">10 βασιλεύοντος Εu; βασιλέων ὄντως 12 om. ἑορτὴν ABC
15 ἐποίησεν] + ἐν Εu 18 ἐκαλεσεν ABC 28 om. τοῦ
θεοῦ A Eu</note>

<pb n="192"/>
οἰκοδομῇ τοῦ ναοῦ γενομένῃ κατὰ τοὺς χρόνους Ἔσδρα, <note type="marginal">ABC Εu</note>
<note type="marginal">Is xlv 1 ff.</note> ταῦτα περὶ Κύρου ὀνομαστὶ προφητεύεται· Οὕτω λέγει
κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς
αὐτοῦ ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχύν βασιλέων
διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ<lb n="5"/>
συγκλεισθήσονται· Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ
δρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίφω καὶ μοχλοὺς σιδηροῦς
συνθλάσω· καὶ δώσω σοι θησαυροὺς σκοτεινὺς, ἀποκρύφους,
ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεὸς
ὁ καλῶν τὸ ὄνομά σου θεὸς Ἰσραήλ. ἕνεκεν τοῦ παιδός <lb n="10"/>
μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε
τῷ ὀνόματί μου καὶ προσδέξομαί σε. σαφῶς γὰρ καὶ ἐκ
τούτων δεδήλωται, ὅτι διά τὸν λαὸν. ὃν εὐεργέτησεν ὁ <note type="marginal">8</note>
Κῦρος, ὁ θεὸς μὺ γινώσκοντι αὐτῷ τὴν καθʼ Ἑβραίους
θεοσέβειαν ἐδωρήσατο ἐθυιν πλειόνων ἄρξαι· καὶ ἔστι <lb n="15"/>
ταῦτα μαθεῖν καὶ ἀπὸ Ἐλλήνων τῶν ἀναγραψάντων τὰ
<note type="marginal">cf. Dan ii 37 ff.</note> περὶ τὸν προφητευθέντα Κῦρον. ἔτι δὲ καὶ ἐν τῷ Δανιὴλ,
Βαβυλωνίων βασιλευόντων τότε, τῷ Ναβουχοδονόσορ δείκνυνται
αἱ ἐσόμεναι βασιλεῖαι μετʼ αὐτόν. δείκνυνται δὲ
διὰ τῆς εἰκόνος· χρυσίου μὲν τῆς Βαβυλωνίων ἀρχῆς ὀνομαζομένης, <lb n="20"/>
ἀργυρίου δὲ τῆς Περσῶν, χαλκοῦ δὲ τῆς Μακεδόνων,
σιδήρου δὲ τῆς Ῥωμαίων. καὶ πάλιν ἐν τῷ αὐτῷ
προφήτῃ τὰ περὶ Δαρεῖον καὶ Ἀλέξανδρον, καὶ τοὺς τέσσαρας
διαδόχους Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως,
καὶ Πτολεμαῖον τὸν τῆς Αἰγύπτου ἄρξαντα τὸν ἐπικαλούμενον <lb n="25"/>
<note type="marginal">Dan iii 5 ff.</note> Λαγὼν, οὕτω προφητεύεται· Καὶ ἰδοὺ τράγος αἰγῶν
ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς· καὶ τῷ
τράγῳ κέρας ἀνὰ μέσον τῶν ὀφθαλμῶν. καὶ ἦλθεν ἕως
τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον ἑστῶτος ἐνώπιον
τοῦ Οὐβὰλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐνώπιον τῆς ἰσχύος αὐτοῦ. <lb n="30"/>
καὶ εἶδον αὐτὸν φθάνουτα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη
<note type="footnote">3 om. οὐ B 6 προπορεύσομαι ABC 7 ὁμαλιῶ] +καὶ C Εug
8 συγκλάσω A 10 σου] +ὁ B 26 λαγον A; λάγου C
29 ἴδον B 29, 30 ἐνώπιον] ἀνάμεσον (bis) B 31 ἰδον AB
</note>

<pb n="193"/>
<note type="marginal">ABC Εu</note> πρὸς αὐτὸν, καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν
ἀμφότερα τὰ κέρατα αὐτοῦ· καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ
στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ
συνεπάτησεν αὐτὸν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν
<lb n="5"/>ἐκ χειρὸς αὐτοῦ. καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως
σφόδρα· καὶ ἐν τῷ ἰσχῦσαι αὐτόν συνετρίβη τὸ κέρας
αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη ἕτερα κέρατα τέσσαρα ὑποκάτω
αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. καὶ ἐκ τοῦ
ἑνὸς ἐξῆλθε κέρας ἐν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς
<lb n="10"/> πρὸς τὸν νότον καὶ τὴν δύσιν. τί δὲ δεῖ λέγειν τὰς περὶ
Χριστοῦ προφητείας, οἶον τόπον γενέσεως αὐτοῦ Βηθλεὲμ,
καὶ τόπον ἀνατροφῆς αὐτοῦ Ναζαρά, καὶ τὴν εἰς Αἴγυπτον
ἀναχώρησιν, καὶ τεράστια ἃ ἐποίησε, καὶ τίνα τρόπον ὑπὸ
Ἰούδα τοῦ εἰς ἀποστολὴν κεκλημένου προεδόθη; πάντα
<lb n="15"/> γὰρ ταῦτα σημεῖά ἐστι τῆς τοῦ θεοῦ προγνώσεως. ἀλλὰ
καὶ αὐτὸς ὁ σωτὴρ, Ὅταν, φησὶν, ἴδητε κυκλουμένην ὑπὸ <note type="marginal">Lc xxi 20</note>
στρατοπέδων τὴν ερουσαλὴμ, τότε γνώσεσθε ὅτι ἤγγικεν
ἠ ἐρήμωσις αὐτῆς. προεῖπε γὰρ τὸ ὕστερον συμβεβηκὸς
τέλος τῆς κατασκαφῆς Ἰερουσαλήμ.</p></div><div type="textpart" subtype="section" n="6"><lb n="20"/><p>6. Ἀποδεδειγμένου τοίνυν τμῖν περὶ τοῦ προγνώστην
εἶναι τὸν θεὸν οὐκ ἀκαίρως, ἵνα διηγησώμεθα πῶς οἱ ἀστέρες
γίνονται εἰς σημεῖα, νοητέον τοὺς ἀστέρας οὕτω τετάχθαι
<note type="marginal">9</note> κινεῖσθαι, ἐναντιοφορούντων τῶν καλουμένων πλαναμένων
τοῖς ἀπλανέσιν, ἵνα σημεῖα ἀπὸ τοῦ σχηματισμοῦ τῶν
<lb n="25"/> ἀστέρων πάντων τῶν περὶ ἕκαστον γινομένων καὶ τῶν
καθόλου λαμβάνοντες γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι, (πολλῷ
γὰρ μεῖζον ἂ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν
ἐκλαμβάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ
ἑκάστου τῶν ὅ τί ποτε ἐνεργούντων ἢ πασχόντων), ἀλλʼ αἱ
<lb n="30"/>δυνάμεις, ἂς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώσκειν, ὡς
κατὰ δύναμιν ἐν τοῖς ἐξῆς δείξομεν. σανθέντες δὲ οἱ
ἄνθρωποι ἔκ τινων τηρήσεων, ἢ καὶ ἐκ διδασκαλίας ἀγγέλων
<note type="footnote">7 om. τέσσαρα Εu 12 ναζαρὲτ AC Eu 18 συμβεβηκὸς]
τὸ Eu 31 ἡσθανθέντες A; θέντες C; συνέντες Eu</note>

<pb n="194"/>
τὴν ἰδίαν τάξιν παραβεβηκότων καὶ ἐπὶ τῇ τοῦ γένους <note type="marginal">ABC Eu</note>
ἡμῶν ἐπιτριβῇ διδαξάντων περὶ τούτων τινὰ, ᾠήθησαν τοὺς
ἀφʼ ὥν τὰ σημεῖα οἴονται λαμβάνειν αἰτίους ὑπάρχειν
τούτων, ἂ σημαίνειν ὁ λόγος φησί· περὶ ὧν καὶ αὐτῶν ὡς
ἐν ἐπιτομῇ κατὰ δύναμιν ἐπιμελέστερον εὐθέως διαληψόμεθα.<lb n="5"/>
προκείσεται τοίνυν ταῦτα τὰ προβλήματα· (α’) πῶς, προγνώστου
ὄντος ἐξ αἰῶνος τοῦ θεοῦ περὶ τῶν ὑφʼ ἑκάστου
πράττεσθαι νομιζομένων, τὸ ἐφʼ ἡμῖν σώζεται· (β’) καὶ
τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσὶ ποιητικοὶ τῶν ἐν ἀνθρώποις,
σημαντικοὶ δὲ μόνον· (γʼ) καὶ ὅτι ἄνθρωποι τὴν περὶ <lb n="10"/>
τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμεσιν
ἀνθρώπων κρείττοσι τὸ σημεῖα ἔκκειται· (δʼ) τίς γὰρ ἡ
αἰτία τοῦ τὰ σημεῖα τὸν θεὸν πεποιηκέναι εἰς γνῶσιν τῶν
δυνάμεων, τέταρτον ἐξετασθήσεται.</p></div><div type="textpart" subtype="section" n="7"><note type="marginal">(α᾿)</note><p>7. Καὶ τοίνυν ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες <lb n="15"/>
πολλοί τινες τῶν Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ
πράγματα καὶ τὸ ἐφʼ ἡμῖν μηδαμῶς σώζεσθαι εἰ ὁ θεὸς
προγινώσκει τὸ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀναδέξασθαι
μᾶλλον ἦ προσέσθαι τὸ, ὥς φασιν ἐκεῖνοι, ἔνδοξον
μὲν περὶ θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφʼ ἡμῖν καὶ διὰ τοῦτο <lb n="20"/>
ἔπαινον καὶ ψόγον καὶ τὸ τῶν ἀρετῶν ἀπόδεκτον τῶν τε
κακιῶν ψεκτόν. καί φασιν, εἰ ἐξ αἰῶνος ἔγνω ὁ θεὸς τόνδε
τινὰ ἀδικήσειν καὶ τάδε ποιήσειν τὰ ἀδικήματα, ἀψευδὴς
δὲ ἡ γνῶσις τοῦ θεοῦ καὶ πάντως ἔσται ἄδικος ποιήσων
τάδε τὰ ἀδικήματα ὁ τοιοῦτος εἶναι προεωραμένος καὶ <note type="marginal">10</note>
ἀμήχανον μὴ ἀδικήσειν αὐτὸν, κατηνάγκασται τὸ ἀδικήσειν
αὐτὸν καὶ ἀδύνατον ἔσται ἄλλο τι πρᾶξαι αὐτὸν ἢ ὅπερ
ἔγνω ὁ θεός· εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτόν, οὐδεὶς
δὲ ἀδύνατα μὴ ποιήσας ψεκτός ἐστι, μάτην αἰτιώμεθα τοὺς
ἀδίκους. ἀπὸ δὲ τοῦ ἀδίκου καὶ τῶν ἀδικημάτων ἐπέρχονται <lb n="30"/>
<note type="footnote">6 om. τὰ AB 7 ἐξ αἰώνος ὄντος B 12 ἔγκειται ABC
19 προέσθαι ABC 22 ψεκτόν] τὸ μεμπτόν ABC 23 ποι-
ῆσαι Eu 23—25 om. ἀψευδης- ἀδικήματα B 24 om. καὶ
AC 26 τὸ] μὴ B; γὰρ C 30 ἔρχονται ABC</note>

<pb n="195"/>
<note type="marginal">ABC Εu</note> καὶ ἐπὶ τὰ ἄλλα ἁμαρτήματα, εἶτα ἐκ τοῦ ἐναντίου
καὶ τὰ νομιζόμενα κατορθώματα· καί φασιν ἀκολουθεῖν τῷ
τὸν θεὸν τὰ μέλλοντα προεγνωκέναι τὸ μὴ δύνασθαι τὸ ἐφʼ
ἧμῖν σώζεσθαι.</p></div><div type="textpart" subtype="section" n="8"><lb n="5"/><p>8. Πρὸς οὓς λεκτέον ὅτι ἐπιβάλλων ὁ θεὸς τῇ ἀρχῇ
τῆς κοσμοποιΐας, οὐδενός ἀναιτίως γινομένου, ἐπιπορεύεται
τῷ νῷ ἕκαστον τῶν ἐσομένων, ὀρῶν ὅτι ἐπεὶ τόδε γέγονε
τόδε ἕπεται, ἐὰν δὲ γένηται τόδε τὸ ἑπόμενον τόδε ἀκολουθεῖ,
οὐ ὑποστάντος τόδε ἔσται· καὶ οὕτω μέχρι τέλους τῶν
<lb n="10"/> πραγμάτων ἐπιπορευθεὶς οἶδεν ἃ ἔσται, οὐ πάντως ἑκάστῳ
τῶν γινωσκομένων αἴτιος τοῦ αὐτὸ συμβῆναι τυγχάνων.
ὤσπερ γὰρ εἴ τις ὀρῶν τινὰ διὰ ἀμαθίαν προπετῆ, διὰ δὲ
τὴν προπετείαν ἀλογίστως ἐπιβαίνοντα ὀδοῦ ὀλισθηρᾶς,
εἰ καταλάβοι πεσεῖσθαι ὀλισθήσαντα, οὐχὶ αἴτιος τοῦ
<lb n="15"/> ὀλίσθου ἐκείνῳ γίνεται· οὔτω νοητέου τὸν θεόι προςωρακότα
ὁποῖος ἔσται ἐκαστος καὶ τὰς αἰτίας τοῦ τοιοῦτον
αὐτὸν ἔσεσθαι καθορᾷν, καὶ ὅτι ἁμαρτήσεται τάδε ἢ κατορθώκει
τάδε. καὶ εἰ χρὴ λέγειν οὐ τὴν πρόγνωσιν αἰτίαν
τῶν γινομένων, (οὐ γὰρ ἐφάπτεται τοῦ προεγνωσμένου
<note type="marginal">11</note> ἁμαρτησομένου ὀ θεὸς, ὅταν ἁμαρτάνῃ), ἀλλὰ παραδοξότερον
μὲν ἀληθὲς δὲ ἐροῦμεν, τὸ ἐσόμενον αἴτιον τοῦ τοιάνδε εἶναι
τὴν περὶ αὐτοῦ πρόγνωσιν. οὐ γὰρ ἐπεὶ ἔγνωσται γίνεται,
ἀλλʼ ἐπεὶ ἔμελλεν γίνεσθαι ἔγνωσται· διαστολῆς δὲ δεῖται.
εἰ μὲν γὰρ τὸ ‘πάντως ἔσταιʼ οὕτω τις ἑρμηνεύει, ὡς ἀνάγκην
<lb n="25"/> εἶναι γενέσθαι τὸ προεγνωσμένον, οὐ διδόαμεν αὐτῷ· οὐ γὰρ
ἐροῦμεν, ἐπεὶ προέγνωσται Ἰούδαν προδότην γενέσθαι, ὅτι
πᾶσα ἀνάγκη ἦν Ἰούδαν προδότην γενέσθαι. ἐν γοῦν ταῖς
περὶ τοῦ Ἰούδα προφητείαις μέμψεις καὶ κατηγορίαι τοῦ
Ἰούδα ἀναγεγραμμέναι εἰσὶ παντί τῳ παριστᾶσαι τὸ ψεκτὸν
<lb n="30"/> αὐτοῦ. οὐκ ἂν δὲ ψόγος αὐτῷ προσήπτετο, εἰ ἐπαναγκὲς
προδότης ἦν, καὶ μὴ ἐνεδέχετο αὐτὸν ὅμοιον τοῖς λοιποῖς
ἀποστόλοις γενέσθαι. ὅρα δὲ εἰ μὴ ταῦτα δηλοῦται διʼ
<note type="footnote">20 om. ὅταν ἁμαρτάνῃ ABC 25 δίδομεν BC; δίδωμεν Α
29 παριστῶσαι C Εu</note>

<pb n="196"/>
<note type="marginal">Ps cix (cviii) 12,16 f.</note> ὧν παραθησόμεθα ῥητῶν οὕτως ἐχόντων· Μηδὲ γενηθήτω <note type="marginal">ΑBC Eu</note>
οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ· ἀνθʼ ὧν οὐκ ἐμνήσθη
ποιήσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν
καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. καὶ ἠγάπησεν
κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ θέλησεν εὐλογίαν, <lb n="5"/>
καὶ μακρυνθήσεται ἀπʼ αὐτοῦ. εἰ δέ τις διηγήσεται τὸ
πάντως ἔσται,ʼ καὶ τοῦτο σημαίνειν αὐτὸ λέγων, ὅτι ἔσται
μὲν τάδε τινὰ ἐνεδέχετο δὲ καὶ ἑτέρως γενέσθαι, τοῦτο ὡς
ἀληθὲς συγχωροῦμεν· τὸν μὲν γὰρ θεὸν οὐκ ἐνδέχεται
ψεύσασθαι, ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων γενέσθαι <lb n="10"/>
καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ τὸ μὴ
γενέσθαι.</p></div><div type="textpart" subtype="section" n="9"><p>9. Σαφέστερον δὲ τοῦτο οὕτως ἐροῦμεν. εἰ ἐνδέχεται
Ἰούδαν εἶναι ἀπόστολον ὁμοίως Πέτρῳ, ἐνδέχεται
τὸν θεὸν νοῆσαι περὶ τοῦ Ἰούδα ὅτι μενεῖ ἀπόστολος <lb n="15"/>
ὁμοίως Πέτρῳ. εἰ ἐνδέχεται Ἰούδαν προδότην γενέσθαι,
ἐνδέχεται τὸν θεὸν φρονῆσαι περὶ αὐτοῦ ὅτι προδότης ἔσται.
εἰ δὲ προδότης ἔσται Ἰούδας, ὁ θεὸς τῇ προγνώσει αὐτοῦ
τῶν προειρημένων ἐνδεχομένων δύο, ἐνδεχομένου τοῦ εἶναι
ἑνὶ αὐτῶν, τὸ ἀληθὲς προγινώσκων, προγνώσεται τὸν <lb n="20"/>
Ἰούδαν προδότην γενέσθαι· τὸ δὲ περὶ οὖ ἡ γνῶσις ἐνδέχεται
καὶ ἑτέρως γενέσθαι· καὶ λέγοι ἂν ἡ γνῶσις τοῦ θεοῦ
ὅτι ἐνδέχεται μὲν τόνδε τόδε ποιῆσαι, ἀλλὰ καὶ τὸ ἐναντίον·
ἐνδεχομένων δὲ ἀμφοτέρων, οἶδα ὅτι τόδε ποιήσει· οὐ γὰρ
ὥσπερ ὁ θεὸς εἴποι ἂν, οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν <lb n="25"/>
ἄνθρωπον πτῆναι, οὕτω χρησμὸν φέρε εἰπεῖν περί τινος
διδοὺς ἐρεῖ ὅτι οὐκ ἐνδέχεται τόνδε σωφρονῆσαι. δύναμις
μὲν γὰρ πάντη οὐκ ἔστι τοῦ πτῆναι οὐδαμῶς ἐν τῷ ἀνθρώπῳ,
δύναμις δὲ ἔστι τοῦ σωφρονῆσαι καὶ τοῦ ἀκολαστῆσαι. ὦν <note type="marginal">12</note>
ἀμφοτέρων δυνάμεων ὑπαρχουσῶν, ὁ μὴ προσέχων λόγοις <lb n="30"/>
ἐπιστρεπτικοῖς καὶ παιδευτικοῖς ἑαυτὸν ἐπιδίδωσι τῇ χείρονι·
<note type="footnote">7 καὶ τοῦτο] καὶ τὸ A; κατὰ τὸ Εu 19 ἐνδεχομένου] ἐνδεχο-
μένων AB; γεγονότων Εu 20 ἐνὶ αὐτῶν]] ἐνὶ αὐτοῦ B; ἐν αὐτῶ
A Εu 24 τάδε Εu 31 χείρονι· τῆ] χειρίστη Εu</note>

<pb n="197"/>
<note type="marginal">ABC Eu</note> τῇ κρείττονι δὲ ὁ ζητήσας τὸ ἀληθὲς καὶ βιῶσαι βεβουλημένος
κατʼ αὐτό. οὐ ζητεῖ δὲ ὅδε μὲν τἀληθῆ, ἐπεὶ ἐπιρρέπει
ἐπὶ τὴν ἡδονήν· ὅδε δὲ ἐξετάζει περὶ αὐτῶν, αἱρεθεὶς
ὑπὸ τῶν κοινῶν ἐννοιῶν καὶ λόγου προτρεπτικοῦ. πάλιν
<lb n="5"/>τε αὖ ὅδε μὲν αἱρεῖται τὴν ἡδονὴν, οὐχὶ οὐ δυνάμενος ἀντιβλέπειν
αὐτῇ, ἀλλʼ οὐκ ἀγωνιζόμενος· ὅδε δὲ καταφρονεῖ
αὐτῆς, τὸ ἄσχημον ὀρῶν τὸ ἐν αὐτῇ πολλάκις τυγχάνον.</p></div><div type="textpart" subtype="section" n="10"><p>10. Ὅτι μέντοι γε ἡ πρόγνωσις τοῦ θεοῦ οὐκ ἀνάγκην
ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρός τοῖς προειρημένοις
<lb n="10"/> καὶ τοῦτο λελέξεται, ὅτι πολλαχοῦ τῶν γραφῶν ὁ θεὸς
κελεύει τοὺς προφήτας κηρύσσειν μετάνοιαν, οὐ προστοιησάμενος
τὸ προεγνωκέναι πότερον οἱ ἀκούσαντες ἐπιστρέψουσιν
ἢ τοῖς ἁμαρτήμασιν ἑαυτῶν ἐμμενοῦσιν· ὡσπερ ἐν
τῷ Ἱερεμίᾳ λέγεται· Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν. <note type="marginal">Jer xxvi (xxxiii)3</note>
<lb n="15"/> οὐ γὰρ ἀγνοῶν ὁ θεὸς πότερον ἀκούσουσιν ἢ οὒ φησίν·
Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν· ἀλλʼ οἱουεὶ τὸ ἰσοστάσιον
τῶν δυνάμεων γενέσθαι δεικνύς ἐκ τῶν λεγομένων·
ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ προκαταπεσεῖν
ποιήσῃ τοὺς ἀκούοντας, δόξαν ἀνάγκης παριστᾶσα, ὡς
<lb n="20"/> οὐκ ὄντος ἐπʼ αὐτοῖς τοῦ ἐπιστρέψαι, καὶ οἱονεὶ καὶ αὐτὴ
αἰτία γένηται τῶν ἁμαρτημάτων· ἢ πάλιν τοῖς ἐκ τοῦ
ἀγνοεῖν τὸ προεγνωσμένον καλὸν δυναμένοις ἐν τῷ ἀγωνίσασθαι
καὶ ἀντιτείνειν πρὸς τὴν κακίαν ἐν ἀρετῇ βιῶσαι,
αἰτία γένηται ἡ πρόγνωσις ἐκλύσεως, οὐκ ἔτι εὐτόνως
<lb n="25"/> ἱσταμένοις κατὰ τῆς ἁμαρτίας, ὡς πάντως ἐσομένου τοῦ
προειρημένου· καὶ οὕτω γὰρ οἶον ἐμπόδιον γένοιτʼ ἂν ἠ
πρόγνωσις τοῦ ἐσομένου καλοῦ. πάντα γοῦν χρησίμως ὀ
θεὸς τὰ κατὰ τὸν κόσμον οἰκονομῶν εὐλόγως ἡμᾶς καὶ πρὸς
τὰ μέλλοντα ἐτύφλωσεν. ἡ γὰρ γνῶσις αὐτῶν ἀνῆκε μὲν
<lb n="30"/> ἡμᾶς ἀπὸ τοῦ ἀθλεῖν κατὰ τῆς κακίας, ἐπέτριψε δʼ ἂν
<note type="footnote">5 τε] δὲ Εu οὐ] ὁ BC 9 προκατείληφε B εἰρημένοις
C Εug 12 ἐγνωκέναι Εu ἀκούοντες BC 15 ἀκούσουσιν]
μετανοήσουσιν B; ἂν μεταγνοῖεν C 22 καλὸν] + ἡ πρόγνωσις AB
24 om. ἡ πρόγνωσις ABC</note>

<pb n="198"/>
δόξασα κατειλῆφθαι, πρὸς τὸ μὴ ἀντιπαλαίσαντας ἡμᾶς τῇ <note type="marginal">AΒC Εu</note>
ἁμαρτίᾳ τάχιον αὐτῇ ὑποχειρίους γενέσθαι. ἄμα δὲ καὶ
μαχόμενον ἐγίνετο τῷ καλὸν καὶ ἀγαθὸν γενέσθαι τινὰ, τὸ
τὴν πρόγνωσιν ἐληλυθέναι εἰς τόνδε τινὰ ὅτι πάντως ἔσται
ἀγαθός. πρὸς οἶς ἔχομεν γὰρ καὶ σφοδρότητος καὶ τάσεως <lb n="5"/>
πλείονος χρεία πρὸς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι· προκαταληφθεῖσα <note type="marginal">13</note>
δὲ ἡ γνῶσις τοῦ πάντως καλὸν καὶ ἀγαθὸν
ἔσεσθαι ὑπεκλύει τὴν ἄσκησιν. διόπερ συμφερόντως οὐκ
ἴσμεν οὔτε εἰ ἀγαθοὶ οὔτε εἰ πονηροὶ ἐσόμεθα.</p></div><div type="textpart" subtype="section" n="11"><p>11. Ἐπεὶ δὲ εἰρήκαμεν ὅτι ἀπετύφλωσεν ἡμᾶς πρὸς <lb n="10"/>
τὰ μέλλοντα ὁ θεὸς, ζητούμενόν τι ῥητὸν ἀπό τῆς Ἐξόδοῦ
<note type="marginal">Ex iv 11</note> ὅρα εἰ δυνάμεθα οὔτω σαφηνίσαι· Τίς ἐποίησεν δύσκωφον
καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ κύριος
ὁ θεός; ἵνα τὸν αὐτὸν τυφλόν καὶ βλέποντα πεποιηκὼς ἦ,
βλέποντα μὲν τὰ ἐνεστηκότα τυφλὸν δὲ πρός τὰ μέλλοντα· <lb n="15"/>
τὸ γὰρ περὶ τοῦ δυσκώφου καὶ κωφοῦ οὐ τοῦ παρόντος
καιροῦ διηγήσασθαι. ὅτι μέντοι γε πολλῶν τῶν ἐφʼ μῖν
αἴτια πλεῖστα τῶν οὐκ ἐφʼ ἡμῖν ἐστὶ, καὶ ἡμεῖς ὁμολογήσομεν·
ὦν μὴ γενομένων, λέγω δὲ τῶν οὐκ ἐφʼ ἡμῖν, οὐκ
ἂν τάδε τινὰ τῶν ἐφʼ ἡμῖν ἐπράττετο· πράττεται δὲ τάδε <lb n="20"/>
τινὰ τῶν ἐφʼ ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προγενομένοις οὐκ
ἐφʼ ἡμῖν, ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις
καὶ ἕτερα πρᾶξαι παρʼ ἃ πράττομεν. εἰ δέ τις ζητεῖ τὸ
ἐφʼ ἡμῖν ἀπολελυμένον εἶναι τοῦ παντὸς, ὥστε μὴ διὰ τάδε
τινὰ συμβεβηκότα ἡμῖν ἡμᾶς αἱρεῖσθαι τάδε, ἐπιλέλησται <lb n="25"/>
κόσμου μέρος ὢν καὶ ἐμπεριεχόμενος ἀνθρώπων κοινωνίᾳ
καὶ τοῦ περιέχοντος. μετρίως μὲν οὖν ὡς ἐν ἐπιτομῇ οἶμαι
ἀποδεδεῖχθαι τὸ τὴν πρόγνωσιν τοῦ θεοῦ μὴ εἶναι καταναγκαστικὴυ
τῶν προεγνασμένων πάντας.</p><note type="footnote">1 om. ἡμᾶς ΑBC 3 ἐγένετο Εug; om. ABC 5 ἔχομεν
γὰρ καὶ] Εug: ἔχομεν καὶ γὰρ ABC; γὰρ καὶ ἔχομεν Εu codd aliqq
13 κωφὸν] + καὶ Εug 20 τῶν]] τὰ ABC: om. Εugi 21, 22 προ-
γενομένοις] τρογεγραμμένοις (bis) B 25 om. τινὰ BC 29 πάντως]
φέρε δὴ κ.τ.λ. Εu (v. infra p. 10 l. 2)</note></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>