<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.22.2-2.22.8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.22.2-2.22.8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="22"><div type="textpart" subtype="section" n="2"><p>2. ‘Καὶ χρή,’ φησὶ,’ ‘τοὺς νόμους τηρεῖν, οὐ μόνον
καθότι ἐπὶ νοῦν ἦλθεν ἄλλοις ἄλλως νομίσαι καὶ ὅτι δεῖ
φυλάσσειν τὰ εἰς κοινὸν κεκυρωμένα, ἀλλὰ καὶ ὅτι ὡς
εἰκὸς τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις <lb n="25"/>
νενεμημένα καὶ κατά τινας ἐπικρατείας διειλημμένα ταύτῃ
καὶ διοικεῖται.’ Εἶθ᾿ ὡσπερεὶ ἐπιλαθόμενος ὁ Κέλσος ὧν
εἶπε κατὰ Ἰουδαίων, νῦν ἐν τῷ καθολικῷ περὶ πάντων τῶν
τὰ πάτρια τηρούντων ἐπαίνῳ καὶ τούτους περιλαμβάνει
λέγων· ‘Καὶ δή τὰ παρʼ ἑκάστοις ὀρθῶς ἂν πράττοιτο <lb n="30"/>
<note type="footnote">1 ὁποῖά] ὅπη U+05D0 om. καθεστηκότα U+05D0 3 δεῖν U+05D0 9 νενοη-
μένα U+05D0* 11 ἐγένοντο ABC 12 ἐπαναλαμβάνωμεν BC;
επανανλαμβάνωμεν A ἐγκειμένας ABC 24 φυλάττειν AC
30 δὴ τὰ] δῆτα U+05D0; δή B</note>

<pb n="179"/>
<note type="marginal">U+05D0ABC</note> ταύτῃ δρώμενα, ὅπη ἐκείνοις φίλον.’ καὶ ὄρα εἰ μὴ ἄντικρυς
τὸ ὅσον ἐφʼ ἑαυτῷ τὸν Ἰουδαῖον ἐν τοῖς ἰδίοις νόμοις
βούλεται βιοῦντα μή ἀφίστασθαι αὐτῶν, ὡς οὐχ ὅσιον
πράττοντα ἐάν ἀποστῇ· λέγει γὰρ ὅτι ‘παραλύειν οὐχ
<note type="marginal">597</note> ὅσιον εἶναι τὰ ἐξ ἀρχῆς κατὰ τόπους νενομισμένα.’ ἐβουλόμην
δὲ πρὸς ταῦτα αὐτοῦ ἢ τῶν συμφρονούντων αὑτῷ
πυθέσθαι, τίς ἄρα εἴη ὁ τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα
ἁλλοις ἐπόπταις διανείμας, καὶ δηλονότι τὴν Ἰουδαίων
χώραν καὶ τοὺς Ἰουδαίους τῷ λαχόντι ἢ τοῖς λαχοῦσιν
<lb n="10"/> αὐτήν; ἆρα γὰρ, ὡς ὀνομάσαι ἂν ὁ Κέλσος, ὁ Ζεύς τινι ἤ
τισι διένειμε τὸ Ἰουδαίων ἔθνος καὶ τὴν χώραν αὐτῶν; καὶ
ἐβούλετο τὸν λαχόντα τὴν Ἰουδαίαν τοιούτους θέσθαι ἐν
Ἰουδαίοις νόμους, ἢ παρὰ τὸ βούλημα αὐτοῦ τὸ τοιοῦτο
γεγένηται; ὡς δʼ ἂυ ἀποκρίνηται, ὁρᾷς ὅτι ὁ λόγος στενοχωρηθήσεται.
<lb n="15"/> εἰ δὲ μὴ ἀπό τινος ἑνὸς διανενέμηται τὰ
μέρη τῆς γῆς τοῖς ἐπόπταις αὐτῶν, ἄρα ἀποκληρωτικῶς καὶ
χωρὶς ἐπιστάτου ἕκαστος ὡς ἔτυχε διενείματο τὴν γῆν·
ἀλλά καὶ τοῦτʼ ἄτοπον καὶ μετρίως τῆς τοῦ ἐπὶ πᾶσι θεοῦ
προνοίας ἀναιρετικοῦ ἐστι.</p></div><div type="textpart" subtype="section" n="3"><lb n="20"/><p> 3. Πῶς δὲ καὶ κατά τίνας ἐπικρατείας διειλημμένα
τὰ μέρη τῆς γῆς διοικεῖται ὑπὸ τῶν ἐποπτευόντων αὑτά,
ὁ βουλόμενος διηγησάσθω· ἀπαγγειλάτω δὲ ἡμῖν καὶ πῶς
ὀρθῶς πράττεται τὰ παρʼ ἑκάστοις δρώμενα, ὅπη τοῖς
ἐπόπταις ἐστὶ φίλον· καὶ εἰ ὀρθῶς ἔχουσι φέρʼ εἰπεῖν οἱ
<lb n="25"/> Σκυθῶν περὶ ἀναιρέσεως πατέρων νόμοι· ἢ οἱ Περσῶν μὴ
κωλύοντες γαμεῖσθαι τοῖς οἰκείοις παισὶ τὰς μητέρας μηδὲ
ὑπὸ τῶν πατέρων τὰς ἑαυτῶν θυγατέρας. καὶ τί με δεῖ
ἐπιλεγόμενον ἀπό τῶν πραγματευσαμένων περὶ τῶν ἐν τοῖς
διαφόροις ἔθυεσι νόμων προσαπορεῖν, πῶς παρʼ ἑκάστοις
<lb n="30"/> ὀρθῶς πράττονται καθώς τοῖς ἐπόπταις φίλον οἱ νόμοι;
λεγέτω δʼ ἡμῖν ὁ Κέλσος πῶς οὐχ ὅσιον παραλύειν νόμους
πατρίους περὶ τοῦ γαμεῖν μητέρας καὶ θυγατέρας, ἢ περὶ
<note type="footnote">3 αὐτὸν U+05D0 16 αὐτῶν] ἐαυτίν U+05D0non marg 26 om. οἰκείοις U+05D0
30 φίλον] δῆλον</note>

<pb n="180"/>
τοῦ μακάριον εἶναι ἀγχόνῃ τόν βίον ἐξελθεῖν, ἢ πάντως <note type="marginal">U+05D0ABC</note>
καθαίρεσθαι τοὺς ἑαυτοὺς παραδιδόντας τῷ πυρὶ καὶ τῇ
διὰ πυρὸς ἀπαλλαγῇ τῇ ἀπὸ τοῦ βίου· καὶ πῶς οὐχ ὅσιον
παραλύειν νόμους τοὺς φέρʼ εἰπεῖν παρά Ταύροις περὶ τοῦ
ἱερεῖα τοὺς ξένους προσάγεσθαι τῇ Ἀρτέμιδι, ἢ παρὰ <lb n="5"/>
Λιβύων τισὶ περὶ τοῦ καταθύειν τὰ τέκνα τῷ Κρόνῳ. πλήν
ἀκολουθεῖ τῷ Κέλσῳ τὸ μὴ ὅσιον εἶναι Ἰουδαίοις παραλύειν
νόμους πατρίους, τοὺς περὶ τοῦ μὴ δεῖν ἄλλον τινὰ σέβειν
θεὸν παρὰ τὸν τῶν ὅλων δημιουργόν. καὶ ἔσται κατʼ
αὐτὸν οὐ φύσει τὸ ὅσιον, ἀλλά τινι θέσει καὶ νομίσει θεῖον· <lb n="10"/>
ὅσιον γὰρ παρά τοῖσδε μὲν σέβειν κροκόδειλον καὶ ἐσθίειν
τῶν παρʼ ἂλλοις τι προσκυνουμένων· καὶ ὅσιου ἑτέροις τὸ
σέβειν τὸν μόσχον, καὶ παρʼ ἄλλοις τὸν τράγον νομίζειν <note type="marginal">598</note>
θεόν. οὕτω δʼ ἔσται ὁ αὐτὸς ὅαια μὲν ποιῶν ὡς πρός
τούσδε τοὺς νόμους, ἀνόσια δὲ ὡς πρὸς ἑτέρους· ὅπερ ἐστὶ <lb n="15"/>
πάνιων ἀτοπώτατον.</p></div><div type="textpart" subtype="section" n="4"><p>4. Ἀλλʼ εἰκὸς ὅτι φήσουσι πρὸς ταῦτα, ὁσίου εἶναι
τὸν τὰ πάτρια φυλάττοντα, καὶ μηδαμῶς ἀνόσιον ἐπεὶ
μὴ καὶ τὰ ἑτέρων <del>οὐ</del> τηρεῖ· πάλιν τε αὖ τὸν νομισθέντα
ἀνόσιον εἶναι παρὰ τοῖσδέ τισι μὴ εἶναι ἀνόσιον, ὅταν κατὰ <lb n="20"/>
τὰ πάτρια τὰ μὲν ἴδια σέβῃ τὰ δὲ παρὰ τοῖς ἐναντίους
ἔχουσι νόμους προσπολεμῇ καὶ καταθοινᾶται. ταῦτα δὲ
ὅρα εἰ μὴ πολλὴν ἐμφαίνει τὴν περὶ τοῦ δικαίου καὶ ὁσίου
καὶ εὐσεβείας ταραχὴν, οὐ διαρθρουμένης οὐδὲ φύσιν τινὰ
ἰδίαν ἐχούσης καὶ εὐσεβεῖς εἶναι χαρακτηριζούσης τοὺς τὰ <lb n="25"/>
κατʼ αὐτὴν πράττοντας. εἴπερ οὖν ἡ εὐσέβεια καὶ ἡ
ὁσιότης καὶ ἡ δικαιοσύνη τῶν πρός τί ἐστιν, ὡς τὸ αὐτὸ
εἶναι ὅσιον καὶ ἀνόσιον παρὰ τὰς διαφόρους σχέσεις καὶ
τοὺς νόμους· ὅρα εἰ μή καὶ ἡ σωφροσύνη τῶν πρός τι
ἀκολούθως ἔσται, καὶ ἡ ἀνδρεία καὶ ἡ φρόνησις καὶ ἡ <lb n="30"/>
ἐπιστήμη καὶ αἱ λοιπαὶ ἀρεταί· ὧν οὐδὲν ἃν εἴη ἀτοπότερον.</p><note type="footnote">7 om. ίουδαίοις BC 10 θεῖον] κτεῖ Avid; om. B 14 om. ὁ
18, 19 ἐπεὶ μὴ καὶ– οὐ τηρεῖ ] U+05D0 (om. καὶ) ABC; forte lgendum ἐπειδὴ,
Vel συντηρεῖ 23 ὁσίου καὶ δικαίου ABC 31 ἀτοπωτατον</note></div><pb n="181"/><div type="textpart" subtype="section" n="5"><note type="marginal">604</note><p> 5. Διὰ τούτων δὲ ὁδεύειν δοκεῖ τῷ Κέλσῳ ὁ λόγος
<note type="marginal">U+05D0ABC</note> ἐπὶ τὸ ‘δεῖν πάντας ἀνθρώπους κατά τὰ πάτρια ζῆν, οὐκ ἂν
μεμφθέντας ἐπὶ τούτῳ· χριστιανοὺς δὲ τὰ πάτρια καταλιπόντας,
καὶ οὐχ ἔν τι τυγχάνοντας ἔθυος ὡς Ἰουδαῖοι,
<lb n="5"/> ἐγκλήτως προστίθεσθαι τῇ τοῦ Ἰησοῦ διδασκαλίᾳ.’ λεγέτω
οὖν ἡμῖν, πότερον καθηκόντως οἱ φιλοσοφοῦντες καὶ διδασκόμενοι
μὴ δεισιδαιμονεῖν καταλείφουσι τὰ πάτρια, ὡς
καὶ φαγεῖν τῶν ἀπηγορευμένων ἐν ταῖς πατρίσιν αὐτῶν· ἢ
παρὰ τὸ καθῆκον τοῦτο πράξουσιν; εἰ μὲν γὰρ διὰ φιλοσοφίαν
<lb n="10"/> καὶ τὰ κατὰ δεισιδαιμονίας μαθήματα οὐ φυλάττοντες
τὰ πάτρια καὶ φάγοιεν ἄν τῶν ἀπηγορευμένων
αὐτοῖς ἐκ πατέρων, διὰ τί οὐχὶ καὶ χριστιανοὶ, λόγου
αἱροῦντος μὴ τευτάζειν περὶ τὰ ἀγάλματα καὶ τὰ
ἱδρύματα ἂ καὶ περὶ τὰ δημιουργήματα τοῦ θεοῦ, ἀλλʼ
<lb n="15"/> ὑπεραναβαίνειν καὶ τήν ψυχὴν παριστάνειν τῷ δημιουργῷ,
τὸ ἀνάλογον ποιοῦντες τοῖς φιλοσοφοῦσιν ἀνεγκλήτως
τοῦτο πράττοιεν; εἰ δʼ ὑπὲρ τοῦ φυλάξαι τὴν
προκειμένην αὐτῷ ὑπόθεσιν ὁ Κέλσος ἐρεῖ ἢ οἱ συνευδοκοῦντες
τοῖς αὐτοῦ, ὅτι καὶ φιλοσοφήσας τις τηρήσει τὰ
<lb n="20"/> πάτρια· ὥρα φιλοσόφους γελοιοτάτους φέρʼ εἰπεῖν ἐν
Αἰγυπτίοις γενέσθαι φυλαττομένους ἐμφαγεῖν κρομύων, ἴνα
τὰ πάτρια τηρῶσιν, ἢ μορίων τινῶν τοῦ σώματος οἶου
κεφαλῆς καὶ ὤμου, ἴνα μὴ παραβαίνωσι τὰ ὑπὸ πατέρων
αὐτοῖς παραδοθέντα. οὗτως οὖν καὶ ὁ ὑπὸ τοῦ λόγου
<lb n="25"/> προσαχθεὶς ἐπὶ τὸ σέβειν τόν τῶν ὅλων θεὸν, καὶ διά τὰ
πάτρια κάτω που μένων παρά τοῖς ἀγάλμασι καὶ τοῖς
ἀνθρωπίνοις δρύμασι καὶ μή βουλόμενος ἀναβῆναι τῇ
προαιρέσει πρὸς τὸν δημιουργὸν, παραπλήσιος ἂν γένοιτο
<note type="marginal">605</note> τοῖς μαθοῦσι μὲν τὰ φιλοσοφίας, φοβουμένοις δὲ τὰ μή
<lb n="30"/> φοβερὰ καὶ νομίζουσιν ἀσέβειαν εἶναι τὸ τοιῶνδε ἐμφαγεῖν.</p><note type="footnote">1 C. Cels. v. 35 12 αὐτοῖς ἐκατέρων U+05D0; ἐκ πατέρων αὐτοῖς
ABC 18 ἑαυτῶ θέσιν U+05D0 18, 19 εὐδοκοίντες 19 τηρήσαι ABC
20 ὅρα AB γελοιότατα 21 κρομύου B; κρομμύου AC
26 om. που Α ABC</note></div><pb n="182"/><div type="textpart" subtype="section" n="6"><p>6. Ἁπλούστερον μὲν οὗν καὶ κοινότερον ἱσταμένοις <note type="marginal">598</note>
πρὸς τὰς Κέλσου ἐκκειμένας λέξεις αὐτάρκη τὰ εἰρημέναἐπεὶ <note type="marginal">U+05D0ABC</note>
δὲ νομίζομεν καὶ τῶν ἐξεταστικωτέρων τινὰς ἐντεύξεσθαι
τῇδε τῇ γραφῇ, φέρε ὀλίγα τῶν βαθυτέρων παρακινδυνεύοντες
ἐκθώμεθα, ἔχοντά τινα μυστικὴν καὶ ἀπόρρητον <lb n="5"/>
θεωρίαν, περὶ τοῦ ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμῆσθαι
χωρία τῶν ἐπὶ γῆς· καὶ τῶν κατειλεγμένων ἀτόπων
φέρε, ὅση δύναμις, καθαρὸν παραστήσωμεν τὸν λόγον.
δοκεῖ δή μοι παρακηκοέναι τινῶν ὁ Κέλσος περὶ τῆς
διανεμήσεως τῶν ἐπὶ γῆς μυστικωτέρων λόγων, ὧν ἐφάπτεται <lb n="10"/>
μέν πως καὶ ἡ Ἑλληνικὴ στορία, εἰσαγαγοῦσά
τινας τῶν νομιζομένων θεῶν περὶ τῆς Ἀττικῆς πρὸς ἀλλήλους
ἡμιλλῆσθαι, ποιοῦσα δὲ παρὰ τοῖς ποιηταῖς τινὰς τῶν
λεγομένων θεῶν ὁμολογεῖν τινὰς τόπους οἰκειοτέρους αὐτοῖς.
καὶ ἡ βαρβαρικὴ δὲ ἱστορία, καὶ μάλιστα ἡ Αἰγυπτίων, <lb n="15"/>
τοιαῦτά τινα ἐμφαίνει περὶ τοῦ μερισμοῦ τῶν τῆς Αἰγύπτου
καλουμένων νομῶν, λέγουσα ὅτι ἡ λαχοῦσα τὴν Σάϊν
Ἀθηνᾶ ἡ αὐτὴ ἔχει καὶ τὴν Ἀττικήν. Αἰγυπτίων δὲ οἱ
λόγιοι μυρία ὅσα τοιαῦτα φήσουσιν· οὐκ οἶδα δʼ εἰ καὶ
Ἰουδαίους συμπαραλαμβάνοντες καὶ τὴν χώραν αὐτῶν <lb n="20"/>
τῇ πρός τινα διανεμήσει. ἀλλὰ περὶ μὲν τῶν ἔξω τοῦ
θείου λόγου λεγομένων εἰς ταῦτα ἅλις ἐπὶ τοῦ παρόντος.</p></div><div type="textpart" subtype="section" n="7"><p>7. Φαμὲν δʼ ὅτι ὁ καθʼ ἡμᾶς προφήτης τοῦ θεοῦ καὶ
γνήσιος θεράπων αὐτοῦ Mωσῆς ἐν τῇ τοῦ Δευτερονομίου <note type="marginal">599</note>
ᾠδῇ ἐκτίθεται περὶ τοῦ μερισμοῦ τῶν ἐπὶ γῆς τοιαῦτα, <lb n="25"/>
<note type="marginal">Deut xxxii 8 f.</note> λέγων· Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς
Ἀδὰμ, ἔστησεν ὅρια ἐθυῶν κατὰ ἀριθμόν ἀγγέλων θεοῦ·
καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα
κληρονομίας αὐτοῦ Ἰσραήλ. τὰ δὲ περὶ τῆς διανεμήσεως
τῶν ἐθυῶν ὁ αὐτὸς Μωσῆς ἐν τῷ ἐπιγεγραμμένῳ βιβλίῳ <lb n="30"/>
<note type="marginal">Ge xi 1 ff.</note> Γένεσις ἐν ἱστορίας τρόπῳ φησὶν οὕτως· Καὶ ἦν πᾶσα ἡ
<note type="footnote">1 C. Cels. v. 28 ad fin. 2 ἐκκειμένας] Hoesch.; ἐγιειμένας
U+05D0ABC (sed v. supr. p. 178 ll. 12, 15) 8 ταραστησομεν 17 νόμων
U+05D0AC; om. B 21 διανεμήσει πρὸς τινα U+05D0 31 οὔτω φησί ABC</note>

<pb n="183"/>
<note type="marginal">U+05D0ABC</note> γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσι. καὶ ἐγένετο ἐν τῷ
κινήσαι αὐτοὺς ἀπὸ ἀνατολῶν εὗρον πεδίον ἐν γῇ Σεναὰρ,
καὶ κατῴκησαν ἐκεῖ. καὶ μετʼ ὀλίγα· Κατέβη, φησὶ, κύριος
ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον ὅν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν
<lb n="5"/> ἀνθρώπων. καὶ εἶπε κύριος Ἰδοῦ γένος ἓν καὶ χεῖλος ἓν
πάντων· καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει
ἀπʼ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν· δεῦτε καὶ
καταβάντες συγχέωμεν ἐκεῖ τὴν γλῶσσαν αὐτῶν, ἴνα μὴ
ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίου αὐτοὺ. καὶ
<lb n="10"/> διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς
γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον.
διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Σύγχυσις, ὅτι ἐκεῖ
συνέχεε κύριος ὁ θεὸς τὰ χείλη πάσης τῆς γῆς, κἀκεῖθεν
διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς
<lb n="15"/>γῆς. καὶ ἐν τῇ ἐπιγεγραμμένῃ δὲ Σολομῶντος σοφίᾳ περὶ
τῆς σοφίας καὶ τῶν κατά τήν σύγχυσιν τῶν διαλέκτων, ἐν
ἧ γεγένηται ὁ μερισμὸς τῶν ἐπὶ γῆς, τοιαῦτα περὶ τῆς
σοφίας εἴρηται· Αὕτη καὶ ἐυ ὁμονοίᾳ πονηρίας ἐθνῶν <note type="marginal">wisd x 5</note>
συγχυθέντων ἔγνω τὸν δίκαιον, καὶ ἐφύλαξεν αὐτὸν ἄμεμπτον
<lb n="20"/> τῷ θεῷ, καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξε.</p></div><div type="textpart" subtype="section" n="8"><p>8. Πολὺς δʼ ὁ λόγος καὶ μυστικὸς ὁ περὶ τούτων, ᾧ
ἁρμόζει τό· Μυστήριον βασιλέως κρύπτειν καλόν· ἴνα <note type="marginal">Tob xii 7</note>
μὴ εἰς τὰς τυχούσας ἀκοὰς ὁ περὶ ψυχῶν οὐκ ἐκ μετενσωματώσεως
εἰς σῶμα ἐνδουμένων λόγος ῥιπτῆται, μηδὲ τὰ
<lb n="25"/> ἄγια διδῶται τοῖς κυσὶ, μηδʼ οἱ μαργαρῖται παραβάλλωνται <note type="marginal">cf. Mt vii 6</note>
χοίροις. ἀσεβὲς γὰρ τὸ τοιοῦτον, προδοσίαν περιέχον τῶν
ἀπορρήτων τῆς τοῦ θεοῦ σοφίας λογίων, περὶ ἧς καλῶς
γέγραπται· Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, <note type="marginal">Wisd i 4</note>
οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας. ἀρκεῖ δὲ
<lb n="30"/> τὰ κεκρυμμένως ὡς ἐν ἱστορίας τρόπῳ εἰρημένα κατὰ τὸν
<note type="footnote">2 σεναάρ AC 8 om. ἐκεῖ C 9 om. τὴν φωνῆν C
αὐτοῦ] αὐτῶν U+05D0 (οῦ superscripto) 10 κύριος αὐτοὺς ABC 11
15 om. καὶ ἐπαύσαντο– τῆς γῆς C 12 αὐτῆς AB 17 ἐπὶ] +
τῆς U+05D0 19, 20 ἀμέμπτως Αvid 20 om. τῶ AB 24 ῥιπτεῖται U+05D0*A
25 δίδοται U+05D0* om. τοῖς ABC παραβ.]- τοῖς AC 27 λόγων BC</note>

<pb n="184"/>
τῆς ἱστορίας παραστῆσαι τρόπον, ἴνʼ αἱ δυνάμενοι ἑαυτοῖς <note type="marginal">U+05D0ABC</note>
ἐπεξεργάσωνται τὰ κατὰ τὸν τόπον.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>