<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.20.23-2.21.3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.20.23-2.21.3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="20"><div type="textpart" subtype="section" n="23"><p>23. Χρὴ δʼ εἰδέναι ὅτι τὸ τὰ μέλλοντα προγιγνώσκειν
οὐ πάντως θεῖόν ἐστι· καθʼ αὑτὸ γὰρ μέσον ἐστὶ, καὶ πίπτον
εἰς φαύλους καὶ ἀστείους. καὶ ἰατροὶ γοῦν ἀπὸ ἰατρικῆς
προγιγνώσκουσί τινα, κἂν φαῦλοι τὸ ἦθος τυγχάνωσιν·
<lb n="15"/> οὕτω δὲ καὶ κυβερνῆται, κἂν μοχθηραὶ τυγχάνωσιν ὄντες,
προγιγνώσκουσιν ἐπισημασίας καὶ ἀνέμων σφοδρότητας καὶ
τροπὰς περὶ τὸ περιέχον ἔκ τινος πείρας καὶ παρατηρήσεως·
καὶ οὐ δή που παρὰ τοῦτο θείους τις αὐτοὺς εἶναι φήσει,
ἐάν τύχωσι μοχθηροὶ εἶναι τὸ ἦθος. ψεῦδος οὖν τὸ παρὰ
<lb n="20"/> τῷ Κέλσῳ λεγόμενον, τό· ‘Τί ἂν φαίη τις θειότερον τοῦ
τὰ μέλλοντα προγιγνώσκειν τε καὶ προδηλοῦν;᾿ ψεῦδος δὲ
καὶ τὸ ‘πολλὰ τῶν ζώων ἀντιποιεῖσθαι θείας ἐννοίας·᾿
οὐδὲν γὰρ τῶν ἀλόγων ἔννοιαν ἔχει τοῦ θεοῦ. ψεῦδος δὲ
καὶ τὸ ‘ἐγγυτέρω τῆς θείας ὁμιλίας εἶναι τὰ ἄλογα ζῶα·᾿
<lb n="25"/> ὅπου γε καὶ τῶν ἀνθρώπων οἱ ἔτι φαῦλοι, κἂν ἐπʼ ἄκρον
προκόπτωσι, πόρρω εἰσὶ τῆς θείας ὁμιλίας. μόνοι δὴ ἄρα
οἱ κατὰ ἀλήθειαν σοφοὶ καὶ ἀψευδῶς εὐσεβεῖς ἐγγυτέρω
τῆς θείας ὁμιλίας εἰσίν· ὁποῖοί εἰσιν οἱ καθʼ ἡμᾶς προφῆται
καὶ Μωσῆς, ᾦ μεμαρτύρηκε διὰ τὴν πολλὴν καθαρότητα ὁ
<lb n="30"/> λόγος εἰπών· Ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν θεὸν, οἱ δὲ <note type="marginal">Ex xxiv</note>
λοιποὶ οὐκ ἐγγιοῦσι. πῶς δὲ ἀσεβῶς ὑπὸ τοῦ ἀσέβειαν
<note type="footnote">10 υἱοὶ θεοῦ εἰσίν AB; εἰσιν υἰοὶ θεοῦ C 11 προγινώσκειν τὰ
μέλλοντα ABC 17 τηρήσεως U+05D0 18 φησι U+05D0 19 ἐαν] ἄν
26 δὴ] δεῖ AB; δὲ C 31 ἀσεβὲς U+05D0</note>

<pb n="148"/>
ἡμῖν ἐγκαλοῦντος εἴρηται τὸ ‘οὐ μόνον σοφώτερα εἶναι τὰ <note type="marginal">U+05D0ABC</note>
ἄλογα τῶν ζώων τῆς τῶν ἀνθρώπων φύσεως, ἀλλὰ καὶ θεοφιλέστεραʼ;
καὶ τίς οὐκ ἂν ἀποτραπείη προσέχων ἀνθρώπῳ
λέγοντι δράκοντα καὶ ἀλώπεκα καὶ λύκον καὶ ἀετὸν καὶ
ἱέρακα τῆς τῶν ἀνθρώπων φύσεως εἶναι θεοφιλέστερα; <note type="marginal">575</note>
ἀκολουθεῖ δʼ αὐτῷ τὸ λέγειν ὅτι, εἴπερ θεοφιλέστερα τάδε
τὰ ζῶα τῶν ἀνθρώπων, δῆλον ὅτι καὶ Σωκράτους καὶ Πλάτωνος
καὶ Πυθαγόρου καὶ Φερεκύδου καὶ ὧν πρὸ βραχέος
ὕμνησε θεολόγων θεοφιλέστερά ἐστι ταῦτα τὰ ζῶα. καὶ
ἐπεύξαιτό γε ἄν τις αὐτῷ λέγων· Εἴπερ θεοφιλέστερά ἐστι <lb n="10"/>
τάδε τὰ ζῶα τῶν ἀνθρώπων, γένοιο μετʼ ἐκείνων θεοφιλὴς
καὶ ἐξομοιωθείης τοῖς κατὰ σὲ ἀνθρώπων θεοφιλεστέροις.
καὶ μὴ ὑπολαμβανέτω γε ἀρὰν εἶναι τὸ τοιοῦτον· τίς γὰρ
οὐκ ἂν εὔξαιτο οἷς πείθεται εἶναι θεοφιλεστέροις γενέσθαι
πάντη παραπλήσιος, ἵνα καὶ αὑτὸς ὡς ἐκεῖνοι γένηται <lb n="15"/>
θεοφιλής;</p></div><div type="textpart" subtype="section" n="24"><p>24. Θέλων δὲ τὰς ὁμιλίας τῶν ἀλόγων ζώων εἶναι τῶν
ἡμετέρων ἱερωτέρας ὁ Κέλσος, οὐ τοῖς τυχοῦσιν ἀνατίθησι
τὴν ἱστορίαν ταύτην, ἀλλὰ τοῖς συνετοῖς. συνετοὶ δὲ κατὰ
ἀλήθειάυ εἰσιν οἱ σπουδαῖοι, οὐδεὶς γὰρ φαῦλος συνετός.<lb n="20"/>
λέγει τοίνυν τὸν τρόπου τοῦτον ὅτι ‘φασὶ δὲ τῶν ἀνθρώπων
οἱ συνετοὶ καὶ ὁμιλίας ἐκείνοις εἶναι, δηλονότι τῶν τμετέρων
ερωτέρας· καὶ αὐτοί που γνωρίζειν τὰ λεγόμενα καὶ ἔργῳ
δεικνύειν ὅτι οὐκ ἀγνοοῦσιν, ὅταν προειπόντες ὅτι ἔφασαν
οἱ ὄρυιθες ὅτι ἀπίασί ποι καὶ ποιήσουσι τόδε ἢ τόδε, <lb n="25"/>
δεικνύωσιν ἀπελθόντας ἐκεῖ καὶ ποιοῦντας ἃ ἤδη προεῖπον.᾿
κατὰ μὲν οὖν τὸ ἀληθὲς οὐδεὶς συνετὸς τοιαῦτα ἱστόρησε,
καὶ οὐδεὶς σοφὸς ἱερωτέρας εἶπεν εἶναι τὰς τῶν ἀλόγων
ζώων ὁμιλίας τῆς τῶν ἀνθρώπων. εἰ δʼ ὑπὲρ τοῦ ἐξετάσαι
τὰ Κέλσου τἀκόλουθον σκοπῶμεν, δῆλον ὅτι κατʼ αὐτὸν <lb n="30"/>
ἱερώτεραι τῶν σεμνῶν Φερεκύδου καὶ Πυθαγόρου καὶ Σωκράτους
<note type="footnote">3 ἀποστραφείη προσέχειν BC 5 om. τῶν U+05D0 15 ἐκεῖνο
Vel ἐκεῖνα U+05D0 (scriptura incerta) 25 ὅτι] ὡς U+05D0 30 σκοποῦμεν
C</note>

<pb n="149"/>
<note type="marginal">U+05D0ABC</note> καὶ Πλάτωνος καὶ τῶν φιλοσόφων ὁμιλιῶν εἰσὶν
αἱ τῶν ἀλόγων ζώων· ὅπερ ἐστὶ καὶ αὐτόθεν οὐ μόνον
ἀπεμφαῖνον ἀλλὰ καὶ ἀτοπώτατον. ἵνα δὲ καὶ πιστεύσωμέν
τινας ἐκ τῆς ἀσήμου φωνῆς τῶν ὀρνίθων μαθόντας, ὅτι
<lb n="5"/> ἀπίασί ποι οἱ ὄρνιθες καὶ ποιήσουσι τόδε ἢ τόδε, προδηλοῦν·
καὶ τοῦτʼ ἐροῦμεν ἀπὸ τῶν δαιμόνων συμβολικῶς ἀνθρώποις
δεδηλῶσθαι, κατὰ σκοπὸν τὸν περὶ τοῦ ἀπατηθῆναι ὑπὸ
τῶν δαιμόνων τὸν ἄνθρωπον, καὶ κατασπασθῆναι αὐτοῦ τόν
νοῦν ἀπʼ οὐρανοῦ καὶ θεοῦ ἐπὶ γῆν καὶ τὰ ἔτι κατωτέρω.</p></div><div type="textpart" subtype="section" n="25"><lb n="10"/><p>25. Οὐκ οἶδα δʼ ὅπως ὁ Κέλσος καὶ ὅρκου ἐλεφάντων
ἤκουσε, καὶ ὅτι εἰσὶν οὗτοι πιστότεροι πρὸς τὸ θεῖον ἡμῶν
καὶ γνῶσιν ἔχουσι τοῦ θεοῦ. ἐγὼ γὰρ πολλά μὲν καὶ
θαυμαστὰ οἶδα περὶ τῆς φύσεως τοῦ ζοοῦ καὶ τῆς ἡμερότητος
ἱστορούμενα, οὐ μὴν καὶ περὶ ὅρκων ἐλέφαντος σύνοιδα
<lb n="15"/> εἰρῆσθαι παρά τινι· εἰ μή ἄρα τὸ ἥμερον καὶ τὴν ὡσπερεὶ
πρός ἀνθρώπους αὐτῶν συνθήκην, ἅπαξ γενομένων ὑπʼ
αὐτοῖς, εὐορκίαν τηρουμένην ὠνόμασεν, ὅπερ καὶ αὐτὸ
ψεῦδός ἐστιν. εἰ γὰρ καὶ σπανίως, ἀλλʼ οὖν γε ἱστόρηται,
<note type="marginal">576</note> ὅτι μετὰ τὴν δοκοῦσαν ἡμερότητα ἐξηγριώθησαν ἐλέφαντες
<lb n="20"/> κατὰ τῶν ἀνθρώπων καὶ φόνους ἐποίησαν, καὶ διὰ τοῦτο
κατεδικάσθησαν ἀναιρεθῆναι, ὡς οὐκέτι χρήσιμοι. ἐπεὶ δὲ
παραλαμβάνει μετά ταῦτα, εἰς τὸ κατασκευάσαι, ὡς οἴεται,
εὐσεβεστέρους εἶναι τοὺς πελαργοὺς τῶν ἀνθρώπων, τὰ
περὶ τοῦ ζώου ἱστορούμενα ἀντιπελαργοῦντος καὶ τροφὰς
<lb n="25"/> φέροντος τοῖς γεγεννηκόσι· λεκτέον ὅτι καὶ τοῦτʼ οὐκ ἀπὸ
θεωρήματος τοῦ περὶ τοῦ καθήκουτος ποιοῦσιν οἱ πελαργοὶ
οὐδʼ ἀπὸ λογισμοῦ, ἀλλʼ ἀπὸ φύσεως, βουληθείσης τῆς
κατασκευαζούσης αὐτοὺς φύσεως παράδειγμα ἐν ἀλόγοις
ζώοις δυσωπῆσαι δυνάμενον ἀνθρώπους ἐκθέσθαι περὶ τοῦ
<lb n="30"/> χάριτας ἀποτιννύειυ τοῖς γεγεννηκόσιν. εἰ δὲ ᾔδει Κέλσος
ὅσῳ διαφέρει λόγῳ ταῦτα ποιεῖν τοῦ ἀλόγως καὶ φυσικῶς
<note type="footnote">4 ὅτι] + και ABC 5 τάδε ἢ τόδε U+05D0 9 καὶ (pr.)] + τοῦ ABC
15 ἥμερον] ἡμέτερον U+05D0 18 om. γε ABC 20 om. καὶ
φόνους ἐποίησαν U+05D0</note>

<pb n="150"/>
αὐτὰ ἐνεργεῖν, οὐκ ἂν εὐσεβεστέρους εἶπε τοὺς πελαργοὺς <note type="marginal">U+05D0ABC</note>
τῶν ἀνθρώπων. ἔτι δὲ, ὡς ὑπὲρ εὐσεβείας τῶν ἀλόγων
ζώων ἱστάμενος ὁ Κέλσος, παραλαμβάνει τὸ Ἀράβιον ζῶον,
τὸν φοίνικα, διὰ πολλῶν ἐτῶν ἐπιδημοῦν Αἰγύπτῳ, καὶ
φέρον ἀποθανόντα τὸν πατέρα καὶ ταφέντα ἐν σφαίρᾳ <lb n="5"/>
σμύρνης, καὶ ἐπιτιθὲν ὅπου τὸ τοῦ ἡλίου τέμενος. καὶ
τοῦτο δὲ ἱστόρηται μὲν, δύναται δὲ, ἐάνπερ ᾗ ἀληθὲς, καὶ
αὐτὸ φυσικὸν τυγχάνειν· ἐπιδαψιλευσαμένης τῆς θείας
προνοίας καὶ ἐν ταῖς διαφοραῖς τῶν ζώων παραστῆσαι τοῖς
ἀνθρώποις τὸ ποικίλον τῆς τῶν ἐν τῷ κόσμῳ κατασκευῆς <lb n="10"/>
φθάνον καὶ ἐπὶ τὰ ὄρνεα· καὶ ζῶόν τι μονογενὲς ὑπέστησεν,
ἵνα καὶ τοῦτο ποιήσῃ θαυμασθῆναι οὐ τὸ ζῶον, ἀλλὰ τὸν
πεποιηκότα αὐτό.</p></div><div type="textpart" subtype="section" n="26"><p>26. Ἐπεὶ οὖν τούτοις πᾶσιν ἐπιφέρει ὁ Κέλσος τό·
‘Οὔκουν ἀνθρώπῳ πεποίηται τὰ πάντα, ὥσπερ οὐδὲ λέοντι <lb n="15"/>
οὐδὲ ἀετῷ οὐδὲ δελφῖνι· ἀλλʼ ὅπως ὅδε ὁ κόσμος ὡς ἂν
θεοῦ ἔργον ὁλόκληρον καὶ τέλειον ἐξ ἀπάντων γένηται·
τούτου χάριν μεμέτρηται τὰ πάντα οὐκ ἀλλήλων, ἀλλʼ εἰ
μὴ πάρεργον, ἀλλὰ τοῦ ὅλου· καὶ μέλει τῷ θεῷ τοῦ ὅλου,
καὶ τοῦτʼ οὔποτε ἀπολείπει πρόνοια, οὐδὲ κάκιον γίνεται, <lb n="20"/>
οὐδὲ διὰ χρόνου πρὸς ἑαυτὸν ὁ θεὸς ἐπιστρέφει, οὐδ᾿ ἀνθρόπων
ἕνεκα ὀργίζεται, ὥσπερ οὐδὲ πιθήκων οὐδὲ μυῶν·
οὐδὲ τούτοις ἀπειλεῖ, ὧν ἕκαστον ἐν τῷ μέρει τήν αὐτοῦ
μοῖραν εἴληφε·’ φέρε κἂν διὰ βραχέων πρὸς ταῦτ᾿ ἀπαντήσωμεν.
οἶμαι δὴ ἀποδεδειχέναι ἐκ τῶν προειρημένων, <lb n="25"/>
πῶς ἀνθρώπῳ καὶ παντὶ λογικῷ τὰ πάντα πεποίηται· προηγουμένως <note type="marginal">577</note>
γάρ διὰ τὸ λογικὸν ζῶον τὰ πάντα δεδημιούργηται.
Κέλσος μὲν οὖν λεγέτω ὅτι οὕτως οὐκ ἀνθρώπῳ, ὡς οὐδὲ
<note type="footnote">3 ἱστάμενος] μαχόμενος U+05D0 4 ἐπιδημοῦντα B 5 φέρων U+05D0*;
φέροντα BC* σφαίραις BC; σφέραις A 6 ἐπιτιθέντα U+05D0B
7 δὲ (pr.)] δὴ AC; δι B 15 τὰ πάντα] πάντα U+05D0*; ταῦτα U+05D0corr
19 πάρεργον] πᾶν ἔργον U+05D0corr AC 21 ἑαυτὸν] conj. Boherellus
(cf. p. 151 l. 11); αὐτὸ U+05D0ABC ἐπιστρέφει AB?corr C 24 εἴλη-
χεν AB 28 οὕτως οὐκ ἀνθρώπω] οὐκ ἀνθρώπω οὖν AB; οὐκ ἀν-
θρώπω C om. ὡς U+05D0</note>

<pb n="151"/>
<note type="marginal">U+05D0ABC</note> λέοντι οὐδ᾿ οἷς ὀνομάζει· ἡμεῖς δ᾿ ἐροῦμεν, οὐ λέοντι ὁ
δημιουργὸς οὐδὲ ἀετῷ οὐδὲ δελφῖνι ταῦτα πεποίηκεν· ἀλλὰ
πάντα διὰ τὸ λογικὸν ζῶον, καὶ ‘ὅπως ὅδε ὁ κόσμος ὡς ἄν
θεοῦ ἔργον ὁλόκληρον καὶ τέλειον ἐξ ἀπάντων γένηται.
<lb n="5"/> τούτῳ γὰρ συγκαταθετέον ὡς καλῶς εἰρημένῳ. μέλει δὲ
τῷ θεῷ οὐχ ὡς Κέλσος οἴεται μόνου τοῦ ὅλου, ἀλλά παρὰ
τὸ ὅλον ἐξαιρέτως παντὸς λογικοῦ. καὶ οὐδέποτε ἀπολείψει
πρόνοια τὸ ὅλον· οἰκονομεῖ γὰρ, κἂν κάκιον γένηται
διὰ τὸ λογικὸν ἁμαρτάνον μέρος τι τοῦ ὅλου, καθάρσιον
<lb n="10"/> αὐτοῦ ποιεῖν, καὶ διὰ χρόνου ἐπιστρέφειν τὸ ὅλον πρὸς
ἑαυτόν. ἀλλʼ οὐδὲ πιθήκων μὲν ἕνεκα ὀργίζεται οὐδὲ μυῶν·
ἀνθρώποις δὲ ἐπάγει, ἃτε παραβᾶσι τάς φυσικάς ἀφορμάς,
δίκην καὶ κόλασιν, καὶ τούτοις διὰ προφητῶν ἀπειλεῖ καὶ
διὰ τοῦ ἐπιδημήσαντος ὅλῳ τῷ γένει τῶν ἀνθρώπων σωτῆρος·
<lb n="15"/> ἳνα διὰ τῆς ἀπειλῆς ἐπιστραφῶσι μὲν οἱ ἀκούσαντες,
οἱ δὲ ἀμελήσαντες τῶν ἐπιστρεπτικῶν λόγων δίκας κατʼ
ἀξίαν τίσωσιν, ἃς πρέπον θεόν ἐπιτιθέναι κατά τὸ ἑαυτοῦ
συμφερόντως τῷ παντὶ βούλημα τοῖς τοιαύτης καὶ οὓτως
ἐπιπόνου δεομένοις θεραπείας καὶ διορθώσεως. ἀλλὰ γὰρ
<lb n="20"/> καὶ τοῦ τετάρτου τόμου αὐτάρκη περιγραφὴν εἰληφότος,
αὐτοῦ που καταπαύσομεν τόν λόγον. θεὸς δὲ δῴη διὰ τοῦ
υἱοῦ αὐτοῦ, ὅς ἐστι θεός λόγος καὶ σοφία καὶ ἀλήθεια καὶ
δικαιοσύνη καὶ πᾶν ὅ τί ποτε θεολογοῦσαι φασὶν περὶ
αὐτοῦ αἱ ἱεραὶ γραφαὶ, ἄρξασθαι ἡμᾶς καὶ τοῦ πέμπτου
<lb n="25"/> τόμου ἐπʼ ὡφελείᾳ τῶν ἐντευξομένων, καὶ διανύσαι κἀκεῖνον
μετὰ τῆς τοῦ λόγου αὐτοῦ εἰς τὴν τμετέραν ψυχὴν ἐπιδημίας
καλῶς.</p><note type="footnote">1, 2 ὁ δημιουργός post πεποίηκεν ABC 3 ὅπως] +ἂν U+05D0
5 om. ὡς 6 ὡς] + ὁ ABC 8 τοῦ ὅλου ABC γίνηται U+05D0
15 ἀποστραφῶσι 17 τὸ] τῶν U+05D0 23, 24 om. περὶ αὐτοῦ U+05D0* ins.
post θεολογοῦσαι U+05D0corr</note></div></div><div type="textpart" subtype="chapter" n="21"><pb n="152"/><head>XXI.</head><div type="textpart" subtype="section" n="1"><p>Περὶ αὐτεξουU+03F2ίου καὶ τῶν δοκούντων τοῦτο ἀναιρεῖν <note type="marginal">ABD</note>
ῥητῶν γραφικῶν λύU+03F2ιU+03F2 καὶ ἑρμηνεία. ἐκ το
περὶ ἀρχῶν τρίτου τὀμου.</p><p>1. Ἐπεὶ δὲ ἐν τῷ κηρύγματι τῷ ἐκκλησιαστικῷ περιέχεται
ὁ περὶ κρίσεως δικαίας θεοῦ λόγος, ὅστις καὶ τοὺς <lb n="5"/>
ἀκούοντας, πιστευθεὶς εἶναι ἀληθής, προκαλεῖται ἐπὶ τὸ
καλῶς βιοῦν καὶ παντὶ τρόπῳ φεύγειν τήν ἁμαρτίαν, δηλονότι
συγκατατιθεμένους τὸ ἐφʼ ἡμῖν εἶναι τὰ ἐπαίνου καὶ
ψόγου ἄξια· φέρε καὶ τὰ περὶ τοῦ αὐτεξουσίου ἰδία ὀλίγα
διαλάβωμεν, ἀναγκαιοτάτου ὡς ἔνι μάλιστα προβλήματος. <lb n="10"/>
ἴνα δὲ νοήσωμεν τί τὸ αὐτεξούσιον, τὴν ἔννοιαν αὐτοῦ ἀναπτύξαι
δεῖ, ἵνα ταύτης σαφηνισθείσης ἀκριβῶς παρασταθῇ
τὸ ζητούμενον. τῶν κινουμένων τὰ μέν τινα ἐν ἑαυτοῖς
ἔχει τήν τῆς κινήσεως αἰτίαν, ἕτερα δὲ ἔξωθεν μόνον κινεῖται.
ἔξωθεν μὲν οὖν μόνον κινεῖται τὰ φορητὰ, οἶον ξύλα καὶ <lb n="15"/>
λίθοι καὶ πᾶσα ἡ ὑπὸ ἕξεως μόνης συνεχομένη ὕλη. ὑπεξῃρήσθω
δὲ νῦν τοῦ λόγου τὸ κίνησιν λέγειν τὴν ῥύσιν τῶν
σωμάτων, ἐπεὶ μή χρεία τούτου πρὸς τὸ προκείμενον. ἐν
ἑαυτοῖς δὲ ἔχει τήν αἰτίαν τοῦ κινεῖσθαι ζῶα καὶ φυτὰ καὶ
ἀπαξαπλῶς ὅσα ὑπὸ φύσεως καὶ ψυχῆς συνέχεται, ἐξ ὦν <lb n="20"/>
φασὶν εἶναι καὶ τὰ μέταλλα. πρὸς δὲ τούτοις καὶ τὸ πῦρ
αὐτοκίνητόν ἐστι, τάχα δὲ καὶ αἱ πηγαί. τῶν δὲ ἐν ἑαυτοῖς
τὴν αἰτίαν τοῦ κινεῖσθαι ἐχόντων, τὰ μέν φασιν ἐξ ἑαυτῶν
κινεῖσθαι, τὰ δὲ ἀφʼ ἑαυτῶν· ἐξ ἑαυτῶν μὲν τὰ ἄφυχα, ἀφʼ <note type="marginal">109</note>
ἑαυτῶν δὲ τὰ ἔμψυχα. καὶ ἀφʼ ἑαυτῶν κινεῖται τὰ ἔμφχα, <lb n="25"/>
φαντασίας ἐγγινομένης ὁρμὴν προκαλουμένης. καὶ
πάλιν ἔν τισι τῶν ζώων φαντασίαι γίνονται ὁρμν προκαλούμεναι,
<note type="footnote"> 1 Ru. 1. 108; deest folium in C 16, 17 ὑφεξηρήσθω AB 
22 αὐτοῖς Β</note>

<pb n="153"/>
<note type="marginal">ΑB(C)(D)</note> φύσεως φανταστικῆς τεταγμένως κινούσης τὴν
ὁρμὴν, ὡς ἐν τῷ ἀράχνῃ φαντασία τοῦ ὑφαίνειν γίνεται,
καὶ ὁρμὴ ἀκολουθεῖ ἐπὶ τὸ ὑφαίνειν, τῆς φανταστικῆς
αὐτοῦ φύσεως τεταγμένως ἐπὶ τοῦτο αὐτόν προκαλουμένης,
<lb n="5"/> καὶ οὐδευὸς ἄλλου μετὰ τὴν φανταστικήν αὐτοῦ φύσιν
πεπιστευμένου τοῦ ζώου· καὶ ἐν τῇ μελίσσῃ ἐπὶ τὸ
κηρολαστεῖν.</p></div><div type="textpart" subtype="section" n="2"><p>2. Τὸ μέντοι λογικόν ζῶον καὶ λόγον ἔχει πρὸς τῇ
φανταστικῇ φύσει, τὸν κρίνοντα τὰς φαντασίας καὶ τινὰς
<lb n="10"/> μὲν ἀποδοκιμάζοντα τινάς δὲ παραδεχόμενον ἵνα ἄγηται
τὸ ζῶον κατʼ αὐτάς. ὅθεν ἐπεὶ ἐν τῇ φύσει τοῦ λόγου
εἰσὶν ἀφορμαὶ τοῦ θεωρῆσαι τὸ καλὸν καὶ τὸ αἰσχρὸν, αἷς
ἑπόμενοι θεωρήσαντες τὸ καλὸν καὶ τὸ αἰσχρὸν αἱρούμεθα
μὲν τὸ καλὸν, ἐκκλίνομεν δὲ τὸ αἰσχρόν· ἐπαινετοὶ μέν
<lb n="15"/> ἐσμεν ἐπιδόντες ἑαυτοὺς τῇ πράξει τοῦ καλοῦ, ψεκτοὶ δὲ
κατὰ τὸ ἐναντίον. οὐκ ἀγνοητέον μέντοι γε ὅτι τὸ πλέον
τῆς εἰς πάντα τεταγμένης φύσεως ποσῶς ἐστὶν ἐν τοῖς
ζώοις, ἐπὶ τὸ πλέον δὲ ἢ ἐπὶ τὸ ἔλαττον· ὥστε ἐγγύς που
εἶναι, ἵνʼ οὕτως εἴπω, τοῦ λογικοῦ τὸ ἐν τοῖς ἰχνευταῖς
<lb n="20"/> κυσὶν ἔργον καὶ ἐν τοῖς πολεμικοῖς ἵπποις. τὸ μὲν οὖν
ὑποπεσεῖν τόδε τι τῶν ἔξωθεν φαντασίαν ἡμῖν κινοῦν
τοιάνδε ἢ τοιάνδε, ὁμολογουμένως οὐκ ἔστι τῶν ἐφʼ ἡμῖν·
τὸ δὲ κρῖναι οὑτωσὶ χρήσασθαι τῷ γενομένῳ ἢ ἑτέρως, οὐκ
ἄλλου τινὸς ἔργον ἢ τοῦ ἐν ἡμῖν λόγου ἐστὶν, ἤτοι παρά
<note type="marginal">110</note> τάς ἀφορμάς ἐνεργοῦντος ἡτμᾶς πρὸς τὰς ἐπὶ τὸ καλὸν
προκαλουμένας καὶ τὸ καθῆκον ὁρμάς, ἢ ἐπὶ τὸ ἐναντίον
ἐκτρέπουτος.</p></div><div type="textpart" subtype="section" n="3"><p>3. Εἰ δέ τις αὐτὸ τὸ ἔξωθεν λέγοι εἶναι τοιόνδε, ὥστε
ἀδυνάτως ἔχειν ἀντιβλέφαι αὐτῷ τοιῷδε γενομένῳ, οὗτος
<lb n="30"/> ἐπιστησάτω τοῖς ἰδίοις πάθεσι καὶ κινήμασιν, εἰ μὴ εὐδόκησις
γίνεται καὶ συγκατάθεσις καὶ ῥοπή τοῦ ἡγεμονικοῦ
ἐπὶ τόδε τι διὰ τάσδε τὰς πιθανότητας. οὐ γὰρ, φέρʼ
<note type="footnote">4 προκαλουμένης] rursus incipit C 26 προκαλουμένας] restitui;
προσκαλουμένας ABC</note>

<pb n="154"/>
εἰπεῖν, ἡ γυνὴ τῷ κρίναντι ἐγκρατεύεσθαι καὶ ἀνέχειν <note type="marginal">ABC</note>
ἑαυτὸν ἀπὸ μίξεων, ἐπιφανεῖσα καὶ προκαλεσαμένη ἐπὶ τὸ
ποιῆσαί τι παρὰ πρόθεσιν, αὐτοτελὴς αἰτία γίνεται τοῦ τὴν
πρόθεσιν ἀθετῆσαι. πάντως γὰρ εὐδοκήσας τῷ γαργαλισμῷ
καὶ τῷ λείῳ τῆς ἡδονῆς, ἀντιβλέψαι αὐτῷ μὴ βεβουλημένος<lb n="5"/>
μηδὲ τὸ κεκριμένον κυρῶσαι, πράττει τὸ ἀκόλαστον. ὁ δὲ
τις ἔμπαλιν, τῶν αὐτῶν συμβεβηκότων τῷ πλείονα μαθήματα
ἀνειληφότι καὶ ήσκηκότι,—οἱ μὲν γαργαλισμοὶ
καὶ οἱ ἐρεθισμοὶ συμβαίνουσιν, ὁ λόγος δὲ, ἅτε ἐπὶ πλεῖον
ἰσχυροποιηθεὶς καὶ τραφεὶς τῇ μελέτῃ, καὶ βεβαιωθεὶς τοῖς<lb n="10"/>
δόγμασι πρὸς τὸ καλὸν ἤ ἐγγύς γε τοῦ βεβαιωθῆναι
γεγενημένος, ἀνακρούει τοὺς ἐρεθισμοὺς καὶ ὑπεκλύει τὴν
ἐπιθυμίαν.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>