<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.18.5-2.18.11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.18.5-2.18.11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="18"><div type="textpart" subtype="section" n="5"><p>5. Ἔστωσαν δὲ τῷ Κέλσῳ τοῦ περὶ τῶν ἐκπυρώσεων
καὶ ἐξυδατώσεων μύθου διδάσκαλοι οἱ κατʼ αὐτὸν σοφώτατοι <lb n="10"/>
Αἰγύπτιοι, ὧν τῆς σοφίας ἴχνη ἄλογα ζῶα προσκυνούμενα
καὶ λόγοι παριστάντες εὔλογον εἶναι καὶ ἀνακεχωρηκυῖάν
τινα καὶ μυστικὴν τὴν τοιαύτην τοῦ θείου
θεραπείαν. κἂν μὲν Αἰγύπτιοι περὶ τῶν ζώων σεμνύνοντες
ἑαυτῶν τὸν λόγον θεολογίας φέρωσι, σοφοί εἰσιν· ἐὰν δὲ <lb n="15"/>
ὁ τῷ Ἰουδαίων συγκαταθέμενος νόμῳ καὶ νομοθέτῃ πάντα
ἀναφέρῃ ἐπὶ τὸν τῶν ὅλων δημιουργὸν μόνον θεὸν, ἥττων
εἶναι παρὰ Κέλσῳ καὶ τοῖς ὁμοίοις αὐτῷ λογίζεται τοῦ μὴ
εἰς λογικὰ μόνον καὶ θνητὰ ζῶα, ἀλλὰ καὶ εἰς ἄλογα κατάγοντος
τὴν θεότητα, ὑπὲρ τὴν μυθικὴν μετενσωμάτωσιν, <lb n="20"/>
τὴν περὶ τῆς πιπτούσης ἀπὸ τῶν ἀφίδων τοῦ οὐρανοῦ
φυχῆς καὶ ἕως τῶν ἀλόγων ζώων, οὐ μόνον ἡμέρων ἀλλὰ
καὶ ἀγριωτάτων, καταβαινούσης. καὶ ἐὰν μὲν Αἱγύπτιοι
μυθολογῶσι, πιστεύονται πεφιλοσοφηκέναι δι᾿ αἰνιγμῶν
καὶ ἀπορρήτων· ἐὰν δὲ Μωσῆς ὅλῳ ἔθνει συγγράφων ἱστορίας <lb n="25"/>
καὶ νόμους αὐτοῖς καταλίπῃ, μῦθοι κενοὶ νομίζονται
μηδʼ ἀλληγορίαν ἐπιδεχόμενοι οἱ λόγοι αὐτοῦ. τοῦτο γὰρ
Κέλσῳ καὶ τοῖς Ἐπικουρείοις δοκεῖ.</p></div><div type="textpart" subtype="section" n="6"><p>6. Εἶτ ἐπεί φησιν ὁ Κέλσος αὐταῖς λέξεσιν· ‘Εἰ μὲν <note type="marginal">330</note>
δὴ θελήσουσιν ἀποκρίνεσθαί μοι, ὡς οὐ διαπειρωμένῳ, <lb n="30"/>
πάντα γὰρ οἶδα,’ καὶ τὰ ἑξῆς· λεκτέον δὲ πρὸς τό ‘πάντα
<note type="footnote">4 om. παρὰ ΑBC τὰ τοῦ] τὰ U+05D0; τοῦ (?) corr 7 κατα-
σκευάζομεν 13 θείου] θεοῦ U+05D0 16 ὁ τῶ] τις τῶ τῶν
C; τις τῶν ΑB* 20 ὑπὲρ] ἐπὶ U+05D0 24 αἰνιγμάτων ABC
29 C. Cels. i. 12 30 δὴ] οὗν ABC ἀποκρίνασθαί ABC</note>

<pb n="101"/>
<note type="marginal">U+05D0ΑBC</note> γὰρ οἶδα,’ ἀλαζονικώτατα ὑπ᾿ αὐτοῦ ἀποτετολμημένον, ὅτι,
εἴπερ ἀνεγνώκει μάλιστα τοὺς προφήτας, ὁμολογουμένων
αἰνιγμάτων πεπληρωμένους καὶ λόγων τοῖς πολλοῖς ἀσαφῶν,
καὶ εἰ ἐντετεύχει ταῖς εὐαγγελικαῖς παραβολαῖς καὶ
<lb n="5"/>τῇ λοιπῇ νόμου καὶ τῆς Ἰουδαϊκῆς ἱστορίας γραφῇ καὶ
ταῖς τῶν ἀποστόλων φωναῖς, καὶ ἀναγνοὺς εὐγνωμόνως
ἐβούλετο εἰσελθεῖν εἰς τόν τῶν λέξεων νοῦν, οὐκ ἂν οτως
ἐθρασύνετο, οὐδʼ εἶνε· ‘πάντα γὰρ οἶδα.’ ὡς οὐδ᾿ ἡμεῖς οἱ
τούτοις ἐνδιατρίψαντες εἴποιμεν ἄν· ‘πάντα γὰρ οἶδαʼ·
<lb n="10"/> φίλη γὰρ ἡ ἀλήθεια. οὐδεὶς ἡμῶν ἐρεῖ· πάντα γὰρ οἶδα
τὰ Ἐπικούρου· ἢ θαρρήσει ὅτι πάντα οἶδε τὰ Πλάτωνος·
τοσούτων οὐσῶν διαφωνιῶν καὶ παρὰ τοῖς διηγουμένοις
αὐτά. τίς γὰρ οὕτω θρασὺς εἰπεῖν· πάντα γὰρ οἶδα τά
Στωϊκὰ, ἢ πάντα τὰ Περιπατητικά; εἰ μὴ ἂρα τό ‘πάντα
<lb n="15"/> γὰρ οἶδαʼ ἀπό τινων ἰδιωτῶν ἀναισθήτων ἀκούσας, οὐκ
αἰσθανομένων τῆς ἑαυτῶν ἀμαθίας, ᾠήθη ὡς τοιούτοις
διδασκάλοις χρησάμενος πάντα ἐγνωκέναι. δοκεῖ δέ μοι
τοιοῦτόν τι πεποιηκέναι, ὡς εἴ τις τῇ Αίγύπτῳ ἐπιδημήσας,
ἔνθα οἱ μὲν Αἰγυπτίων σοφοὶ κατὰ τὰ πάτρια γράμματα
<lb n="20"/> πολλά φιλοσοφοῦσι περὶ τῶν παρʼ αὐτοῖς νενομισμένων
θείων, οἱ δὲ ἰδιῶται μύθους τινὰς ἀκούοντες ὧν τοὺς λόγους
οὐκ ἐπίστανται μέγα ἐπʼ αὐτοῖς φρονοῦσιν, ᾤετο πάντα τὰ
Aἰγυπτίων ἐγνωκέναι, τοῖς ἰδιώταις αὐτῶν μαθητεύσας καὶ
μηδενὶ τῶν ἱερέων συμμίξας μηδʼ ἀπό τινος αὐτῶν τὰ
<lb n="25"/> Αἱγυπτίων ἀπόρρητα μαθών. ἃ δʼ εἶπον περὶ Αἰγυπτίων
σοφῶν τε καὶ ἰδιωτῶν, δυνατὸν ἰδεῖν καὶ περὶ Περσῶν·
παρʼ οἶς εἰσὶ τελεταὶ, πρεσβευόμεναι μὲν λογικῶς ὑπὸ
τῶν παρʼ αὐτοῖς λογίων, συμβολικῶς δὲ γινόμεναι ὑπό τῶν
παρʼ αὐτοῖς πολλῶν καὶ ἐπιπολαιοτέρων. τὸ δʼ αὐτὸ καὶ
<lb n="30"/> περὶ Σύρων καὶ Ἰνδῶν καὶ τῶν ὅσοι καὶ μύθους καὶ γράμματα
ἔχουσι λεκτέον.</p><note type="footnote">4 ἐντετυχήκει ABC 13 γὰρ (pr)] δʼ ABC 14 στωικῶν ABC
περιπατητικῶν C 19 αἰγυπτίων] αἰγύπτιοι ABC 30 γράμ-
ματα] πράγματα ΑB*C</note></div><pb n="102"/><div type="textpart" subtype="section" n="7"><p>7. Ἐπεὶ δʼ ὁ Κέλσος ἔθηκεν ὡς λεγόμενον ὑπὸ <note type="marginal">331 U+05D0A</note>
πολλῶν χριστιανῶν· ‘Κακὸν μέν γε ἡ ἐν τῷ βίῳ σοφία,
ἀγαθὸν δʼ ἡ μωρία·᾿ λεκτέον ὅτι συκοφαντεῖ τὸν λόγον, μὴ
ἐκθέμενος αὑτὴν τὴν παρὰ τῷ Παύλῳ κειμένην λέξιν οὔτως
<note type="marginal">1 Co iii 18 f.</note> ἔχουσαν· Εἴ τις δοκεῖ σοφός εἶναι ἐν ὑμῖν, ἐν τῷ αἰῶνι <lb n="5"/>
τούτῳ μωρὸς γενέσθω, ἵνα γένηται σοφός· ἡ γάρ σοφία
τοῦ κόσμου τούτου μωρία παρὰ θεῷ ἐστίν. οὐκοῦν ὁ μὲν
ἀπόστολός φησιν οὐχ ἀπλῶς Ἡ σοφία μωρία παρὰ θεῷ
ἐστίν· ἀλλʼ Ἡ σοφία τοῦ κόσμου τούτου. καὶ πάλιν,
οὐκ Εἴ τις δοκεῖ σοφός εἶναι ἐν ὑμῖν, ἁπαξαπλῶς μωρός <lb n="10"/>
γενέσθω· ἀλλʼ Ἐν τῷ αἰῶνι τούτῳ μωρός γενέσθω, ἵνα
γένηται σοφός. σοφίαν οὖν τούτου τοῦ αἰῶνος λέγομεν
τὴν κατὰ τὰς γραφάς καταργουμένην πᾶσαν ψευδοδοξοῦσαν
φιλοσοφίαν· καὶ μωρίαν λέγομεν ἀγαθὸν, οὐκ ἀπολελυμένως,
ἀλλʼ ὅτε τις τῷ αἰῶνι τούτῳ γίνεται μωρός· ὡς εἰ <lb n="15"/>
λέγοιμεν καὶ τὸν Πλατωνικὸν, πιστεύοντα τῇ ἀθανασίᾳ
τῆς ψυχῆς καὶ τοῖς περὶ αὐτῆς λεγομένοις περὶ μετενσωματώσεως,
μυρίαν ἀνειληφέναι, ὡς πρὸς τοὺς Στωῖκοὺς
διασύροντας τὴν τούτων συγκατάθεσιν· καὶ ὡς πρός Περιπατητικοὺς
θρυλοῦντας τὰ Πλάτωνος τερετίσματα· καὶ ὡς <lb n="20"/>
πρὸς Ἐπικουρείους δεισιδαιμονίαν ἐγκαλοῦντας τοῖς εἰσάγουσι
πρόνοιαν καὶ θεὸν ἐφιστᾶσι τοῖς ὅλοις. ἔτι δὲ ὅτι
καὶ κατὰ τό τῷ λόγῳ ἀρέσκον πολλῷ διαφέρει μετὰ λόγου
καὶ σοφίας συγκατατίθεσθαι τοῖς δόγμασιν ἠπερ μετὰ
φιλῆς τῆς πίστεως· καὶ ὅτι κατὰ περίστασιν καὶ τοῦτʼ <lb n="25"/>
ἐβουλήθη ὁ λόγος, ἱνα μὴ πάντη ἀνωφελεῖς ἐάσῃ τοὺς
ἀνθρώπους· δηλοῖ ὁ τοῦ Ἰησοῦ γνήσιος μαθητὴς Παῦλος,
<note type="marginal">1 Co i 21</note> εἰπών· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὀ
κόσμος διὰ τῆς σοφίας τόν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς
μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. σαφῶς <lb n="30"/>
οὖν διὰ τούτων δηλοῦται ὅτι ἐν τῇ σοφίᾳ τοῦ θεοῦ ἐχρῆν
<note type="footnote">2 κακὸν μέν γε] ὅτι κακὸν ABC 7 παρὰ]+ τῶ ABC
8 παρὰ] + τῶ ABC 12 τοῦ αἰῶνος τούτου A BC 14 ἀγαθὴν
ἀπολελυμένον ABC</note>

<pb n="103"/>
<note type="marginal">U+05D0ΑBC</note> γιγνώσκεσθαι τὸν θεόν. καὶ ἐπεὶ μὴ τοῦτο γεγένηται
οὕτως, δεύτερον εὐδόκησεν ὁ θεὸς σῶσαι τοὺς πιστεύοντας
οὐχ ἀπαξαπλῶς διὰ μωρίας, ἀλλὰ διὰ μωρίας ὅσον ἐπὶ
κηρύγματι. αὐτόθεν γὰρ κηρυσσόμενος Ἰησοῦς Χριστός
<lb n="5"/> ἐσταυραμένος μωρία ἐστὶ κηρύγματος· ὡς καὶ ὁ συναισθόμενος
αὐτοῦ λέγει Παῦλος ἐν τῷ· Ἡμεῖς δὲ κηρύσσομεν <note type="marginal">Co i 23 f.</note>
Ἰησοῦν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον
ἔθυεσι δὲ μωρίαν· αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ
Ἕλλησι, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.</p></div><div type="textpart" subtype="section" n="8"><lb n="10"/><head>Kαὶ πρὸU+03F2 τῷ τέλει τοῆ αὐτοῦ πρώτογ τόμου, περ
το μηδἐνα U+03F2οφὀν πεπαιαευμένον μεμαθητεῦU+03F2θαι
τῷ ἸηU+03F2οῦ,, ταῦτα·</head><note type="marginal">376</note><p>8. Ὅτι τοῖς δυναμένοις φρονίμως καὶ εὐγνωμόνως
ἐξετάζειν τὰ περὶ τοὺς ἀποστόλους τοῦ Ἰησοῦ φαίνεται,
<lb n="15"/> ὅτι δυνάμει θεία ἐδίδασκον οὗτοι τὸν χριστιανισμὸν καὶ
ἐπετύγχανον ὑπάγοντες ἀνθρώπους τῷ λόγῳ τοῦ θεοῦ. οὐ
γὰρ ἡ εἰς τὸ λέγειν δύναμις καὶ τάξις ἐπαγγελίας, κατὰ
τὰς Ἐλλήνων διαλεκτικὰς ῥητορικάς τέχνας, ἦν ἐν αὐτοῖς
<note type="marginal">377</note> ὑπαγομένη τοὺς ἀκούοντας. δοκεῖ δέ μοι, ὅτι σοφοὺς μέν
<lb n="20"/> τινας ὡς πρὸς τὴν τῶν πολλῶν ὑπόληψιν καὶ ἱκανοὺς πρὸς
τὸ νοεῖν ἀρεσκόντως πλήθεσι καὶ λέγειν ἐπιλεξάμενος, καὶ
χρησάμενος αὐτοῖς διακόνοις τῆς διδασκαλίας, ὁ Ἰησοῦς
εὐλογώτατʼ ἄν ὑπενοήθη ὁμοίᾳ φιλοσόφοις κεκηρύχθαι
ἀγωγῇ αἱρέσεώ τινος προϊσταμένοις· καὶ οὐκέτι ἂν ἡ περὶ
<lb n="25"/> τοῦ θεῖον εἶναι τὸν λόγον ἐπαγγελία ἀνεφαίνετο· ἅτε τοῦ
λόγου ὄντος καὶ τοῦ κηρύγματος ἐν πειθοῖς τῆς ἐν φράσει <note type="marginal">cf 1 Co ii 4 f.</note>
καὶ συνθέσει τῶν λέξεων σοφίας· καὶ ἦν ἂν ἡ πίστις,
ὁμοίως τῇ τῶν τοῦ κόσμου φιλοσόφων περὶ τῶν δογμάτων
<note type="footnote">8 ἔθνεσι] ἐλλησι BC 13 C. Cels. i. 62 17 ἀπαγ-
γελίας B; ἀπαγγελείας A 19 ὅτι] ]+ εἰ U+05D0 (sed punctis notatur)
21 καὶ λέγειν post νοεῖν ABC 23 κεκηρύχθαι] κεχρῆσθαι ΑBC
25 ἀπαγγελεία A 26 πειθοῖς] cf. p. 41 l 14. p. 71 l 30</note>

<pb n="104"/>
πίστει, ἐν σοφίᾳ ἀνθρώπων καὶ οὐκ ἐν δυνάμει θεοῦ. νυνὶ <note type="marginal">U+05D0ABC</note>
δὲ τίς βλέπων ἁλιεῖς καὶ τελώνας, μηδὲ τά πρῶτα γράμματα
μεμαθηκότας (ὡς τὸ εὐαγγέλιον ἀναγράφει περὶ
αὐτῶν, καὶ ὁ Κέλσος κατὰ ταῦτα πεπίστευκεν αὐτοῖς, ἀληθεύουσι
περὶ τῆς ἰδιωτείας αὐτῶν), τεθαρρηκότως οὐ μόνον <lb n="5"/>
Ἰουδαίοις ὁμιλοῦντας περὶ τῆς εἰς τόν Ἰησοῦν πίστεως,
ἀλλὰ καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι κηρύσσοντας αὐτὸν καὶ
ἀνύοντας, οὐκ ἂν ζητήσαι πόθεν ἦν αὐτοῖς δύναμις πιστική;
οὐ γὰρ ἡ νενομισμένη τοῖς πολλοῖς. καὶ τίς οὐκ ἄν λέγοι
<note type="marginal">Mt iv 19</note> ὅτι τό· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· <lb n="10"/>
δυνάμει τινὶ θεία ἐν τοῖς ἀποστόλοις αὐτοῦ ἐπλήρωσεν
ὁ Ἰησοῦς; ἥντινα καὶ ὁ Παῦλος παριστὰς, ὡς καὶ ἐν
<note type="marginal">1 Co ii 4 f.</note> τοῖς ἀνωτέρω εἰρήκαμεν, φησί· Καὶ ὁ λόγος μου καὶ τὸ
κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις,
ἀλλʼ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· ἵνα ἡ πίστις <lb n="15"/>
ἡμῶν μὴ ἢ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλʼ ἐν δυνάμει θεοῦ·
κατὰ γὰρ τὰ εἰρημένα ἐν τοῖς προφήταις, προγνωστικῶς
<note type="marginal">Ps Ixviii (lxvii) 12 f</note> ἀπαγγέλλουσι περὶ τῆς κηρύξεως τοῦ εὐαγγελίου· Κύριος
ἔδωκε ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, ὁ βασιλεὺς
τῶν δυνάμεων τοῦ ἀγαπητοῦ· ἵνα καὶ ἠ λέγουσα προφητείω· <lb n="20"/>
<note type="marginal">Ps cxlvii 15 (4)</note> Ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ· πληρωθῇ.
<note type="marginal">cf Ps xix (xviii) 5</note> καὶ βλέπομέν γε, ὅτι Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ τῶν
ἀποστόλων Ἰησοῦ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης
τὰ ῥήματα αὐτῶν. διὰ τοῦτο δυνάμεως μὲν πληροῦνται
οἱ λόγου τοῦ μετὰ δυνάμεως ἀπαγγελλομένου <lb n="25"/>
ἀκούοντες, ἣν ἐπιδείκνυνται τῇ τε διαθέσει καὶ τῷ βίῳ καὶ
τῷ ἔως θανάτου ἀγωνίζεσθαι περὶ τῆς ἀληθείας· διάκενοι
δέ τινές εἰσι, κἂν ἐπαγγέλλωνται πιστεύειν τῷ θεῷ διὰ τοῦ
Ἰησοῦ, οἱ μὴ δύναμιν θείαν ἔχοντες προσάγεσθαι δοκοῦντες
τῷ λόγῳ τοῦ θεοῦ. εἰ καὶ ἀνωτέρω δʼ ἐμνήσθην εὐαγγελικοῦ <lb n="30"/>
ῥητοῦ ὑπὸ τοῦ σωτῆρος εἰρημένου, οὐδὲν ἡττον καὶ
<note type="footnote">11, 12 ἐπλήρωσεν ἐν τ. άπ. αὐτοῦ ABC 14 om. ἀνθρωπίνης
ABC 23 φθόγγος post ὁ ABC 25 λόγου] λόγοι U+05D0*BC 27 τὤ
τὸ ΑBC 29 μὴ] + ὑπὸ U+05D0 (sed punctis notatur)</note>

<pb n="105"/>
<note type="marginal">U+05D0ABC</note> νῦν αὐτῷ κατά καιρὸν χρήσομαι, παριστάς καὶ τὴυ τοῦ
σωτῆρος ἡμῶν περὶ τῆς τοῦ εὐαγγελίου κηρύξεως πρόγνωσιν
θειότατα δηλουμένην, καὶ τὴν τοῦ λόγου ἰσχν χωρὶς
<note type="marginal">378</note> διδασκάλων κρατοῦσαν τῶν πιστευόντων τῇ μετά δυνάμεως
<lb n="5"/> θείας πειθοῖ. φησὶ δὴ ὁ Ἰησοῦς· Ὁ μὲν θερισμός πολὺς, <note type="marginal">Mt ix 37 f.</note>
οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖυ τοῦ κυρίου τοῦ θερισμοῦ,
ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.</p></div><div type="textpart" subtype="section" n="9"><p>9. Ἐπεὶ δὲ καὶ ἐπιρρήτους εἶπεν ἀνθρόπους, τελώνας
καὶ ναύτας πονηροτάτους λέγων ὁ Κέλσος τοὺς ἀποστόλους
<lb n="10"/> Ἰησοῦ· καὶ περὶ τούτου φήσομεν ὅτι ἔοικεν, ἵνα μὲν
ἐγκαλέσῃ τῷ λόγῳ, πιστεύειν ὅπου θέλει τοῖς γιγραμμένοις·
ἵνα δὲ τὴν ἐμφαινομένην θειότητα ἐν τοῖς αὐτοῖς
βιβλίοις ἀπαγγελλομένην μή παραδέξηται, ἀπιστεῖν τοῖς
εὐαγγελίοις· δέου τὸ φιλάληθες ἰδόντα τῶν γραψάντων ἐκ
<lb n="15"/> τῆς περὶ τῶν χειρόνων ἀναγραφῆς πιστεῦσαι καὶ περὶ τῶν
θειοτέρων. γέγραπται δὴ ἐν τῇ Βαρνάβα καθολικῇ ἐπιστολῇ,
ὅθεν ὁ Κέλσος λαβὼν τάχα εἶπεν εἶναι ἐπιρρήτους
καὶ πονηροτάτους τοὺς ἀποστόλους, ὅτι Ἐξελέξατο τοὺς <note type="marginal">Εp Barn v 9</note>
ἰδίους ἀποστόλους Ἰησοῦς, ὄντας ὑπὲρ πᾶσαν ἀνομίαν ἀνομωτέρους.
<lb n="20"/> καὶ ἐν τῷ εὐαγγελίῳ δὲ τῷ κατὰ Λουκᾶν φησὶ
πρός τὸν Ἰησοῦν ὁ Πέτρος· Ἔξελθε ἀπʼ ἐμοῦ, ὅτι ἀνὴρ <note type="marginal">Lc v 8</note>
ἁμαρτωλός εἰμι, κύριε. ἀλλά καὶ ὁ Παῦλος ἐν τῇ πρός
Τιμόθεόν φησι, καὶ αὐτός ὕστερον ἀπόστολος Ἰησοῦ γενόμενος,
ὅτι Πιστὸς ὁ λόγος, ὅτι Ἰησοῦς Χριστὸς ἦλθεν εἰς <note type="marginal">1 Tim i 15</note>
<lb n="25"/> τόν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγὡ. τί
οὖν ἄτοπον, βουλόμενον παραστῆσαι τῷ γένει τῶν ἀνθρώπων
τὸν Ἲησοῦν ὁπηλίκην ἔχει ψυχῶν ἰατρικήν, τοὺς
ἐπιρρήτους καὶ πονηροτάτους ἐπιλέξασθαι, καὶ τούτους
προαγαγεῖν ἐπὶ τοσοῦτον, ὥστʼ αὐτοὺς παράδειγμα εἶναι
<lb n="30"/> ἤθους καθαρωτάτου τοῖς δι᾿ αὐτῶν προσαγομένοις τῷ Χριστοῦ
εὐαγγελίῳ;</p><note type="footnote">10 ἔοικεν κ.τ.λ.] cf. supra c. xv. p. 83 l. 4 20 ἐν τῶ κατὰ
λουκᾶν δὲ (om. δὲ C) εὐαγγελίῳ ABC 23 γενόμενος ἰησοῦ ABC
30 αὐτῶν] αὐτὸν U+05D0*</note></div><pb n="106"/><div type="textpart" subtype="section" n="10"><p>10. Εἰ δʼ ἐπὶ τῷ προτέρῳ βίῳ ὀνειδίζειν μέλλοιμεν <note type="marginal">U+05D0ABC</note>
τοῖς μεταβαλοῦσιν, ὥρα καὶ Φαίδωνος ἡμᾶς κατηγορεῖν
καὶ φιλοσοφήσαντος, ἐπεὶ, ὡς ἡ ἱστορία φησὶν, ἀπὸ οἰκήματος <note type="marginal">379</note>
στέγους αὐτὸν μετήγαγεν εἰς φιλόσοφον διατριβήν
ὁ Σωκράτης. ἀλλὰ καὶ τὴν Πολέμωνος ἀσωτίαν, τοῦ <lb n="5"/>
διαδεξαμένου Ξενοκράτην, ὀυειδίσομεν φιλοσοφίᾳ· δέον
κἀκεῖ τοῦτʼ αὐτῆς ἀποδέξασθαι, ὅτι δεδύνηται ὁ ἐν τοῖς
πείσασι λόγος ἀπὸ τηλικούτων μεταστῆσαι κακῶν τοὺς
προκατειλημμένους ἐν αὐτοῖς. καὶ παρὰ μὲν τοῖς Ἔλλησιν
εἶς τις Φαίδων, καὶ οὐκ οἶδα εἰ δεύτερος, καὶ εἶς<lb n="10"/>
Πολέμων, μεταβαλόντες ἀπὸ ἀσώτου καὶ μοχθηροτάτου
βίου ἐφιλοσόφησαν· παρὰ δὲ τῷ Ἰησοῦ οὐ μόνοι τότε οἱ
δώδεκα, ἀλλʼ ἀεὶ καὶ πολλαπλασίους, οἵτινες γενόμενοι
<note type="marginal">Tit iii 3 ff.</note> σωφρόνων χορός λέγουσι περὶ τῶν προτέρων· Ἠμεν γάρ
ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες <lb n="15"/>
ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες,
στυγητοὶ, μισοῦντες ἀλλήλους. ὅτε δʼ ἡ χρηστότης
καὶ ἠ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ,
διἀ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος,
<note type="marginal">Ps cvii (cvi) 20</note> οὖ ἐξέχεεν ἐφʼ ἡμᾶς, τοιοίδε γεγόναμεν. Ἐξαπέστειλε γάρ <lb n="20"/>
ὁ θεός τὸυ λόγον αὐτοῦ, καὶ ἰάσατο αὑτοὺς, καὶ ἐρρύσατο
αὑτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν· ὡς ὁ ἐν ψαλμοῖς προφητεύσας
ἐδίδαξε. καὶ ταῦτα δʼ ἂυ προσθείην τοῖς λεγομένοις,
ὅτι Χρύσιππος, ἐν τῷ περὶ παθῶν θεραπευτικῷ,
πειρᾶται ὑπὲρ τοῦ καταστεῖλαι τὰ ἐν ἀνθρώποις πάθη τῶν <lb n="25"/>
ψυχῶν, μὴ προσποιησάμενος ποῖόν τι τῆς ἀληθείας ἐστὶ
δόγμα, θεραπεύειν κατὰ τὰς διαφόρους αἱρέσεις τοὺς ἐν
τοῖς πάθεσι προκατειλημμένους, καί φησιν ὅτι, κἂν ἡδονὴ
<note type="footnote">4 στέγους αὐτὸν] τέγους αὐτὸν AC; ἐτείου σἁυτὸν U+05D0 (sic) εἰς] ἐπὶ
τὴν ABC 6 φιλοσοφία] καὶ μετὰ φιλοσοφίαν ABC 8 λόγος]
λόγοις (?) U+05D0* 12 μόνοι] μόνον ΑB*C 13 ἀλλʼ ἀε]i ἀλλὰ
AB*C 19 ἀνακαινώσεως] τοῦ U+05D0 (supsa lin.) 20 οὔ] supra
lim n U+05D0 ; δ B ἡμᾶς] + πλουσίως U+05D0 (supra lin.) 23 λελεγ-
μένοις ABC 26 ποῖόν τι] ποῖον τὸ Α BC 27 ἐν] καὶ U+05D0 (sed
puncti notatur)</note>

<pb n="107"/>
<note type="marginal">U+05D0ΑBC</note> τέλος ἦ, οὑτωσὶ θεραπευτέον τὰ πάθη· κἀν τρία γένη τῶν
ἀγαθῶν, οὐδὲν ἧττον κατὰ τὸν λόγον τοῦτον τῶν παθῶν
οὕτως ἀπαλλακτέον τοὺς ἐνεχομένους αὐτοῖς. οἱ δὲ κατήγοροι
τοῦ χριστιανισμοῦ οὐχ ὁρῶσιν ὅσων πάθη καὶ ὅσων
<lb n="5"/> χύσις κακίας καταστέλλεται, καὶ ὅσων ἄγρια ἤθη ἡμεροῦται
προφάσει τοῦ λόγου· ᾧ ἔδει αὐτοὺς ἐντυχόντας
τῷ κοινωνικῷ χάριτας ὁμολογεῖν, καινῇ μεθόδῳ πολλῶν
κακῶν μεταστήσαντι τοὺς ἀνθρώπους· καὶ μαρτυρεῖν γε
αὐτῷ, εἰ καὶ μὴ ἀλήθειαν, ἀλλὰ τὸ λυσιτελὲς τῷ τῶν ἀνθρώπων
<lb n="10"/> γένει.</p></div><div type="textpart" subtype="section" n="11"><note type="marginal">380</note><p>11. Ἐπεὶ δὲ μὴ προπετεῖς διδάσκων τοὺς μαθητὰς ὀ
Ἰησοῦς ἔλεγεν αὐτοῖς τό· Ἐὰν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει <note type="marginal">Mt x 23</note>
ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν· κἂν ἐν τῇ ἑτέρᾳ διώκωσι,
πάλιν φεύγετε εἰς τὴν ἄλλην· καὶ διδάσκων παράδειγμα
<lb n="15"/> αὐτοῖς ἐγίνετο εὐσταθοῦς βίου, οἰκονομοῦντος μὴ εἰκῆ
μηδὲ ἀκαίρως καὶ ἀλόγως ὁμόσε χωρεῖν τοῖς κινδύνοις·
τοῦτο πάλιν κακουργῶν ὁ Κέλσος διαβάλλει, καί φησι
πρός τὸν Ἰησοῦν ὁ παρʼ αὐτῷ Ἰουδαῖος ὅτι ‘Μετὰ τῶν
μαθητῶν τῇδε κἀκεῖσε ἀποδιδράσκεις.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>