<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.18.12-2.18.18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.18.12-2.18.18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="18"><div type="textpart" subtype="section" n="12"><lb n="20"/><p> 12. ‘Tί δὲ καί σε νήπιον ἔτι ἐχρῆν εἰς Αἴγυπτον
ἐκκομίζεσθαι, μή ἀποσφαγῇς; θεὸν γὰρ οὐκ εἰκός ἦν περὶ
θανάτου δεδιέναι,’ καὶ τὰ ἐξῆς. ἡμεῖς δ᾿ αὐτῷ πιστεύοντες
<note type="marginal">381</note> Ἰησοῦ περὶ μὲν τῆς ἐν αὐτῷ θειότητος λέγοντι· Ἐγώ εἰμι <note type="marginal">Jn xiv 6</note>
ἠ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· καὶ εἴ τι τούτοις παραπλήσιον·
<lb n="25"/> περὶ δὲ τοῦ, ὅτι ἐν ἀνθρωπίνῳ σώματι ἦν, ταῦτα
φάσκοντι· Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς <note type="marginal">Jn viii 40</note>
τὴν ἀλήθειαν ὑμῖν λελάληκα· σύνθετόν τι χρῆμά φαμεν
αὐτὸν γεγονέναι. καὶ ἐχρῆν τόν προνοούμενον τῆς ὡς
ἀνθρώπου ἑαυτοῦ εἰς τὸν βίον ἐπιδημίας μή ἀκαίρως ὁμόσε
<lb n="30"/> χωρεῖν τῷ ἕως θανάτου κινδύνῳ. οὕτως δὲ ἔδει αὐτὸν καὶ
<note type="footnote">1 τὰ πάθη θεραπευτέον ABC 4 om. τοῦ ΑBC 6, 7 αὐ-
τοὺς ἐντυγχάνοντας τῶ κοινωνικῷ B; αὐχοῦντας αὐτοὺς τὸ κοινωνικὸν
13, 14 φεύγετε- ἄλλην] U+05D0corr AB; om. U+05D0*C 20 C. Cels. i.
66 καί σε] σε καὶ Α BC 21 μὴ] ἵνα μὴ BC 26 om.
δὲ AC ὁς] ὅστις U+05D0 (sed τις supra lin.</note>

<pb n="108"/>
ὑπὸ τῶν ἀνατρεφόντων ἄγεσθαι, ὑπὸ θείου ἀγγέλου <note type="marginal">U+05D0ABC</note>
οἰκονομουμένων.</p></div><div type="textpart" subtype="section" n="13"><p>13. Τί οὖν ἄτοπον τὸν ἅπαξ ἐνανθρωπήσαντα καὶ
κατʼ ἀνθρωπίνην ἀγωγὴν οἰκονομεῖσθαι πρός τὸ ἐκκλίνειν
κινδύνους, οὐ τῷ ἄλλως ἀδύνατον εἶναι τοιοῦτον γενέσθαι, <lb n="5"/>
ἀλλὰ τῷ δεῖν τὸ ἐγχωροῦν ὀδῷ καὶ τάξει περὶ τῆς σωτηρίας
τοῦ Ἰησοῦ ὡκονομῆσθαι; καὶ βέλτιόν γε ἦν ὑπεκστῆναι
τὸ παιδίον Ἰησοῦν τῆς Ἡρώδου ἐπιβουλῆς, καὶ ἀποδημῆσαι
μετὰ τῶν τρεφόντων αὐτὸ εἰς Αἴγυπτον ἕως τῆς
τελευτῆς τοῦ ἐπιβουλεύοντος· ἢ τὴν περὶ τοῦ Ἰησοῦ πρόνοιαν <lb n="10"/>
κωλύειν τὸ ἐφʼ ἡμῖν Ἡρώδου ἀναιρεῖν τὸ παιδίον
θέλοντος, ἢ τὴν λεγομένην παρὰ τοῖς ποιηταῖς Ἅιδος
κυνέην ἤ τι παραπλήσιον ποιεῖν εἶναι περὶ τὸν Ἰησοῦν, ἢ
<note type="marginal">cf Ge xix 11</note> πατάξαι ὁμοίως τοῖς ἐν Σοδόμοις τοὺς ἥκοντας ἐπὶ τὴν
ἀναίρεσιν αὐτοῦ. τὸ γὰρ πάνυ παράδοξον τῆς ἐπʼ αὐτὸν <lb n="15"/>
βοηθείας, καὶ ἐπὶ πλέον ἐμφανὲς, οὐκ ἦν χρήσιμον τῷ
βούλεσθαι αὐτὸν διδάξαι ὡς ἄνθρωπον μαρτυρούμενον ὑπὸ
τοῦ θεοῦ ἔχειν τι θειότερον ἐν τῷ βλεπομένῳ ἀνθρώπῳ·
<note type="marginal">1 Co i 24</note> ὅπερ ἦν ὁ κυρίως υἱὸς θεοῦ, θεός λόγος, θεοῦ δύναμις καὶ
θεοῦ σοφία, ὁ καλούμενος Χριστός. οὐ καιρὸς δὲ νῦν τὰ <lb n="20"/>
περὶ τοῦ συυθέτου, καὶ ἐξ ὧν συνέκειτο ἐνανθρωπήσας
Ἰησοῦς, διηγήσασθαι· οὔσης τινὸς καὶ, ἴνʼ οὕτως ὀνομάσω,
οἰκείας ζητήσεως τοῖς πιστεύουσιν εἰς τὸν τόπον.</p></div><div type="textpart" subtype="section" n="14"><p>14.  Ὅμοιον δὲ πεποίηται κατὰ Ἰησοῦ καὶ τῶν μαθητῶν <note type="marginal">380</note>
διαβολῇ φήσομεν εἶναι καὶ τό περὶ Ἀριστοτέλους <lb n="25"/>
ἱστορούμενον· οὗτος γὰρ ἰδὼν συγκροτεῖσθαι μέλλον κατʼ
αὐτοῦ δικαστήριον ὡς κατὰ ἀσεβοῦς, διά τινα δόγματα τῆς
φιλοσοφίας αὐτοῦ ἂ ἐνόμισαν εἶναι ἀσεβῆ Ἀθηναῖοι,
ἀναχωρήσας ἀπὸ τῶν Ἀθηνῶν ἐν Χαλκίδι τὰς διατριβὰς
<note type="footnote">3 ἄτοπον] + ἦν ABC 5 οὐ τῶ] οῦτως U+05D0* ἀδύνατον] δυ-
νατὸν ΑB*C εἷναι] +τὸ ABC 7 οἰκονομεῖσθαι ΑBC 8 τὴν
ἡρ. ἐπιβουλὴν U+05D0corr ABC 16 πλεῖον ABC 19 θεοῦ λόγος
U+05D0* θεοῦ δύναμις] καὶ δύναμις 20 om. ὁ ABC 21 συνέ-
κειτο] + ὁ ABC 24 C. Cels. i. 65 κατὰ]+ τοῦ ABC</note>

<pb n="109"/>
<note type="marginal">U+05D0ABC</note> ἐποιήσατο, ἀπολογησάμενος τοῖς γνωρίμοις καὶ εἰπών·
Ἀπίωμεν ἀπὸ τῶν Ἀθηνῶν, ἵνα μὴ πρόφασιν δῶμεν Ἀθηναίοις
τοῦ δεύτερον ἄγος ἀναλαβεῖν παραπλήσιον τῷ κατὰ
Σωκράτους, καὶ ἵνα μὴ δεύτερον εἰς φιλοσοφίαν
<lb n="5"/>ἀσεβήσωσιν.</p></div><div type="textpart" subtype="section" n="15"><head>καὶ ἐν τῶ τρίτῳ τόμῳ τῆU+03F2 αὐτῆU+03F2 κατα᾿ κἑλU+03F2ογ πραγματείαU+03F2
ταδε φηU+03F2ίν·</head><note type="marginal">475</note><p>15. Εἶθ᾿ ἐξῆς τούτοις ὁ Κέλσος τὰ ὑπὸ ὀλίγων πάνυ
παρὰ τὴν διδασκαλίαν Ἰησοῦ λεγόμενα νομιζομένων χρι·
<lb n="10"/> στιανῶν, οὐ φρονιμωτέρων (ὡς οἴεται) ἀλλʼ ἀμαθεστάτων,
φέρων, φησὶ τοιαῦτα ὑπʼ αὐτῶν προστάσσεσθαι· Μηδεὶς
<note type="marginal">476</note> προσίτω πεπαιδευμένος, μηδεὶς σοφός, μηδεὶς φρόνιμος·
κακὰ γὰρ ταῦτα νομίζεται παρʼ ἡμῖν· ἀλλʼ εἴ τις ἀμαθὴς,
εἴ τις ἀνόητος, εἴ τις ἀπαίδευτος, εἴ τις νήπιος, θαρρῶν
<lb n="15"/> ἡκέτω. τούτους γὰ ἀξίους εἶναι τοῦ σφετέρου θεοῦ αὐτόθεν
ὁμολογοῦντες, δῆλοί εἰσιν ὅτι μόνους τοὺς ἠλιθίους
καὶ ἀγεννεῖς καὶ ἀναισθήτους καὶ ἀνδράποδα καὶ γύναια
καὶ παιδάρια πείθειν ἐθέλουσί τε καὶ δύνανται. καὶ πρός
ταῦτα δέ φαμεν ὅτι, ὥσπερ εἶ τις, τοῦ Ἰησοῦ διδάσκοντος
<lb n="20"/> τὰ περὶ σωφροσύνης καὶ λέγοντος· Ὅς ἐὰν ἐμβλέψῃ γυναικὶ <note type="marginal">Mt v 28</note>
πρὸς τὀ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ
αὐτοῦ· ἑώρα τινὰς ὀλίγους ἀπὸ τῶν τοσούτων χριστιανοὺς
εἶναι νομιζομένους ἀκολάστως ζῶντας, εὐλογώτατα μὲν ἂν
αὐτοῖς ἐνεκάλει παρὰ τὴν Ἰησοῦ βιοῦσι διδασκαλίαν·
<lb n="25"/>ἀλογώτατα δʼ ἂν ἐποίησεν, εἰ τό κατʼ ἐκείνων ἔγκλημα τῷ
λόγῳ προσῆπτεν· οὕτως, ἐὰν εὑρίσκηται οὐδενὸς ὗττον ὁ
χριστιανῶν λόγος ἐπὶ σοφίαν προκαλούμενος, ἐγκλητέον
μὲν ἔσται τοῖς συναγορεύουσι τῇ σφῶν ἀμαθίᾳ, καὶ λέγουσιν
οὐ ταῦτα μὲν ἅπερ ὁ Κέλσος ἀνέγραψεν· οὐδὲ γὰρ
<lb n="30"/> οὕτως ἀναισχύντως, κἃν ἰδιῶταί τινες ὦσι καὶ ἀμαθεῖς,
<note type="footnote">1 εἰπών] λέγων ABC 8 C. Cels. iii. 44 13 κακὰ] καὶ U+05D0
14 om. εἴ τις ἀπαίδευτος 15 ἱκέτω U+05D0 om. εἷναι
22 om. τινὰς 23 om. ἅν 29 οὐδὲ] οὐ ABC</note>

<pb n="110"/>
λέγουσιν· ἕτερα δὲ πολλῷ ἐλάττονα καὶ ἀποτρεπτικὰ τοῦ <note type="marginal">U+05D0ABC</note>
ἀσκεῖν σοφίαν.</p></div><div type="textpart" subtype="section" n="16"><p>16. Ὅτι δὲ βούλεται ἡμᾶς εἶναι σοφοὺς ὁ λόγος, δεικτέον
καὶ ἀπὸ τῶν παλαιῶν καὶ Ἰουδαϊκῶν γραμμάτων,
οἶς καὶ ἡμεῖς χρώμεθα· οὐχ ἧττον δὲ καὶ ἀπὸ τῶν μετὰ <lb n="5"/>
τὸν Ἰησοῦν γραφέντων καὶ ἐν ταῖς ἐκκλησίαις θείων εἶναι
πεπιστευμένων. ἀναγέγραπται δὴ ἐν πεντηκοστῷ ψαλμῷ
<note type="marginal">Ps li(1) 8</note> Δαυὶδ ἐν τῇ πρὸς θεὸν εὐχῇ λέγων· Τὰ ἄδηλα καὶ τὰ
κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. καὶ εἴ τίς γε ἐντύχοι
τοῖς ψαλμοῖς, εὕροι ἅν πολλῶν καὶ σοφῶν δογμάτων <lb n="10"/>
<note type="marginal">cf. 2 Chr i 10</note> πλήρη τὴν βίβλον. καὶ Σολομὼν δὲ, ἐπεὶ σοφίαν ᾔτησεν,
ἀπεδέχθη· καὶ τῆς σοφίας αὐτοῦ τὰ ἴχνη ἔστιν ἐν τοῖς
συγγράμμασι θεωρῆσαι, μεγάλην ἔχοντα ἐν βραχυλογίᾳ
περίνοιαν· ἐν οἶς ἂν εὕροις πολλὰ ἐγκώμια τῆς σοφίας καὶ
προτρεπτικὰ περὶ τοῦ σοφίαν δεῖν ἀναλαβεῖν. καὶ οὕτω <lb n="15"/>
<note type="marginal">1 Reg x i ff.</note> γε σοφὸς ἦν Σολομὼν, ὥστε τὴν βασιλίδα Σαβὰ ἀκούσασαν
αὐτοῦ τὸ ὄνομα καὶ τὸ ὄνομα κυρίου ἐλθεῖν πειράσαι αὐτὸν
ἐν αἰνίγμασιν. ἥτις καὶ ἐλάλησεν αὐτῷ πάντα ὅσα ἦν ἐν
τῇ καρδίᾳ αὐτῆς. καὶ ἀπήγγειλεν αὐτῇ Σολομὼν πάντας
τοὺς λόγους αὐτῆς· οὐκ ἦν λόγος παρεωραμένος ὑπὸ τοῦ <lb n="20"/>
βασιλέως, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ. καὶ εἶδε βασίλισσα
Σαβὰ πᾶσαν φρόνησιν Σολομὼν, καὶ τὰ κατʼ αὐτόν· καὶ
ἐξ ἑαυτῆς ἐγένετο. καὶ εἶπε πρὸς τὸν βασιλέα· ἀληθὴς ὀ
λόγος ὃν ἢκουσα ἐν τῇ γῇ μου περὶ σοῦ καὶ περὶ τῆς
φρονήσεως σου· καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσί μοι, <lb n="25"/>
ἕως ὅτε παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου. καὶ
ἰδοὺ οὐκ ἔστι καθὼς ἀπήγγειλάν μοι τὸ ἥμισυ. προστέθεικας
σοφίαν καὶ ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοὴν <note type="marginal">477</note>
<note type="marginal">1 Regiv 29 ff.</note> ἣν ἤκουσα. γέγραπται δὴ περὶ τοῦ αὐτοῦ ὅτι Καὶ ἔδωκε
κύριος φρόνησιν τῷ Σολομὼν καὶ σοφίαν πολλὴν σφόδρα <lb n="30"/>
<note type="footnote">5 ἥττων U+05D0 11 σαλομὼν AB (et infra) ἐζήτησεν ABC
16 βασίλισσαν ABC 17 κυρίου] χυ 21 εἴδε]
εἰδεν ἡ ABC 22 σαββὰ U+05D0C 23 αὐτῆς προς]+ αὐτὸν
ABC 29 om. τοῦ U+05D0</note>

<pb n="111"/>
<note type="marginal">U+05D0ABC</note> καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. καὶ
ἐπληθύνθη σοφία ἐν Σολομὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν
πάντων ἀρχαίων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου.
καὶ ἐσοφίσατο ὑπὲρ πάντας ἀνθρώπους· καὶ τὰ ἐξῆς. οὕτω
<lb n="5"/> δὲ βούλεται σοφοὺς εἶναι ἐν τοῖς πιστεύουσιν ὁ λόγος,
ὤστε ὑπὲρ τοῦ γυμνάσαι τὴν σύνεσιν τῶν ἀκουόντων τὰ
μὲν ἐν αἰνίγμασι, τὰ δὲ ἐν τοῖς καλουμένοις σκοτεινοῖς
λόγοις λελαληκέναι, τὰ δὲ διὰ παραβολῶν, καὶ ἄλλα διὰ
προβλημάτων. καί φησί γέ τις τῶν προφητῶν, ὁ Ὡσηὲ,
<lb n="10"/> ἐπὶ τέλει τῶν λόγων αὐτοῦ· Τίς σοφὸς καὶ συνήσει ταῦτα; <note type="marginal">Hos xiv 10</note>
ἢ συνετὸς καὶ ἐπιγνὼσεται αὐτά; Δανιὴλ δὲ καὶ οἱ μετʼ <note type="marginal">cf. Dan i 20</note>
αὐτοῦ αἰχμαλωτισθέντες τοσοῦτον προέκοψαν καὶ ἐν τοῖς
μαθήμασιν, ἄτινα ἤσκουν ἐν Βαβυλῶνι οἱ περὶ τὀν βασιλέα
σοφοὶ, ὡς πάντων αὐτῶν διαφέροντας ἀποδειχθῆναι τούτους
<lb n="15"/> δεκαπλασίως. λέγεται δὲ ἐν τῷ Ἰεζεκιὴλ πρὸς τὸν Τύρου
ἄρχοντα, μέγα φρονοῦντα ἐπὶ σοφίᾳ· Μὴ σὺ σοφώτερος εἶ <note type="marginal">Ez xviii 3</note>
τοῦ Δανιὴλ; πᾶν κρύφιον οὐκ ἐπεδείχθη σοι.</p></div><div type="textpart" subtype="section" n="17"><p>17. Ἐὰν δὲ καὶ ἐπὶ τὰ μετά τόν Ἰησοῦν γεγραμμένα
ἔλθης βιβλία, εὕροις ἂν τοὺς μὲν ὄχλους τῶν πιστευόντων
<lb n="20"/> τῶν παραβολῶν ἀκούοντας, ὡς ἔξω τυγχάνοντας καὶ ἀξίους <note type="marginal">Mc iv 11, 34</note>
μόνον τῶν ἐξωτερικῶν λόγων, τοὺς δὲ μαθητὰς κατʼ ἰδίαν
τῶν παραβολῶν μανθάνοντας τὰς διηγήσεις· κατʼ ἰδίαν
γάρ τοῖς ἰδίοις μαθηταῖς ἐπέλυεν ἅπαντα ὁ Ἰησοῦς, προτιμῶν
παρὰ τοὺς ὄχλους τοὺς τῆς σοφίας αὐτοῦ ἐπιδικαζομένους.
<lb n="25"/> ἐπαγγέλλεται δὲ τοῖς εἰς αὐτὸν πιστετουσι πέμψαι
σοφούς καὶ γραμματεῖς, λέγων· Ἰδοὺ ἐγὼ ἀποστέλλω εἰς <note type="marginal">Mt xxiii 34</note>
ὑμᾶς σοφοὺς καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι
καὶ σταυρώσουσι. καὶ ὁ Παῦλος δʼ ἐν τῷ καταλόγῳ τῶν
ὑπὸ τοῦ θεοῦ διδομένων χαρισμάτων πρῶτον ἔταξε τὸν <note type="marginal">1 Co xii 8 ff.</note>
<note type="footnote">2 om. ἐν ABC 4 καὶ τὰ ἐξῆς] plura faudat U+05D0 7 om.
ἐν (pr) U+05D0 17 οὐκυπεδείχθη (sic) U+05D0 19 πιστευσάντων ABC
21 μὸνων AB; μόνους C 22 καθʼ δίαν U+05D0* 25 πέμφειν
ABC 26 ἀποστελῶ U+05D0C 27, 28 σταυρώσουσι καὶ ἀποκτε-
νοῦσι ABC</note>

<pb n="112"/>
λόγον τῆς σοφίας, καὶ δεύτερον, ὡς ὑποβεβηκότα παρʼ <note type="marginal">U+05D0ABC</note>
ἐκεῖνον, τὸν λόγον τῆς γνώσεως, τρίτον δέ που καὶ κατωτέρω <note type="marginal">478</note>
τὴν πίστιν. καὶ ἐπεὶ τὸν λόγον προετίμα τῶν
τεραστίων ἐνεργειῶν, διά τοῦτʼ ἐνεργήματα δυνάμεων καὶ
χαρίσματα ἰαμάτων ἐν τῇ κατωτέρω τίθησι χώρᾳ παρὰ τὰ <lb n="5"/>
λογικὰ χαρίσματα. μαρτυρεῖ δὲ τῇ Μωσέως πολυμαθείᾳ
ὁ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων Στέφανος, πάντως ἀπό
τῶν παλαιῶν καὶ μὴ εἰς πολλοὺς ἐφθακότων γραμμάτων
<note type="marginal">Act vii 22</note> λαβών. φησὶ γάρ· Καὶ ἐπαιδεύθη Μωσῆς ἐν πάσῃ σοφίᾳ
Aἰγυπτίων. διὰ τοῦτο δὲ καὶ ἐν τοῖς τεραστίοις ὑπενοεῖτο, <lb n="10"/>
μήποτε οὐ κατὰ τὴν ἐπαγγελίαν τοῦ θεόθεν ἥκειν ἐποίει
αὐτά, ἀλλὰ κατὰ τὰ Αἰγυπτίων μαθήματα, σοφὸς ὢν ἐν
αὑτοῖς. τοιαῦτα γὰρ ὑπονοῶν περὶ αὐτοῦ ὁ βασιλεὺς
<note type="marginal">Ex vii 11</note> ἐκάλεσε τοὺς ἐπαοιδοὺς τῶν A ἰγυπτίων καὶ τοὺς σοφιστὰς
καὶ τοὺς φαρμακεῖς· οἵτινες ἠλέγχθησαν τὸ οὐδὲν ὄντες <lb n="15"/>
ὡς πρὸς τὴν ἐν Μωσῇ σοφίαν ὑπὲρ πᾶσαν Αἰγυπτίων
σοφίαν.</p></div><div type="textpart" subtype="section" n="18"><p>18. Ἀλλʼ εἰκὸς τὰ γεγραμμένα ἐν τῇ πρὸς Κορινθίους
προτέρᾳ τῷ Παύλῳ, ὡς πρὸς Ἕλληνας καὶ μέγα φυσῶντας
ἐπὶ τῇ Ἑλληνικῇ σοφίᾳ, κεκινηκέναι τινὰς, ὡς τοῦ λόγου <lb n="20"/>
μὴ βουλομένου σοφούς. ἀλλʼ ἀκουέτω ὁ τὰ τοιαῦτα
νομίζων ὅτι, ὥσπερ διαβάλλων ἀνθρώπους φαύλους ὁ
λόγος φησὶν αὐτοὺς εἶναι οὐ περὶ τῶν νοητῶν καὶ ἀοράτων
καὶ αἰωνίων σοφοὺς, ἀλλὰ περὶ μόνων τῶν αἰσθητῶν πραγματευσαμένους
καὶ ἐν τούτοις τὰ πάντα τιθεμένους εἶναι <lb n="25"/>
σοφοὺς τοῦ κόσμου· οὕτω καὶ πολλῶν ὄντων δογμάτων,
τὰ μὲν συναγορεύοντα ὕλῃ καὶ σώμασι καὶ πάντα φάσκοντα
εἶναι σώματα τά προηγουμένως ὑφεστηκότα καὶ
μηδὲν παρὰ ταῦτα εἶναι ἄλλο, εἴτε λεγόμενον ἀόρατον εἴτʼ
<note type="marginal">cf 1 Co ii 6</note> ὀνομαζόμενον ἀσώματον, φησὶν εἶναι σοφίαν τοῦ κόσμου <lb n="30"/>
καταργουμένην καὶ μωραινομένην καὶ σοφίαν τοῦ αἰῶνος
τούτου· τὰ δὲ μετατιθέντα τὴν ψυχὴν ἀπὸ τῶν τῇδε πραγμάτων
<note type="footnote">9 om. ἐν ABC 15 φαρμακούς ABC 24 τῶν αἰσθητῶν
μόνων ABC 27, 28 φασκόντων U+05D0 28 om. τὰ ABC</note>

<pb n="113"/>
<note type="marginal">U+05D0ABC</note> ἐπὶ τὴν παρὰ θεῷ μακαριότητα καὶ τὴν καλουμένην
αὐτοῦ βασιλείαν, καὶ διδάσκοντα καταφρονεῖν μὲν ὡς
προσκαίρων πάντων τῶν αἰσθητῶν καὶ βλεπομένων, σπεύδειν
δὲ ἐπὶ τὰ ἀόρατα καὶ σκοπεῖν τὰ μὴ βλεπόμενα,
<lb n="5"/> ταῦτά φησι σοφίαν εἶναι θεοῦ. φιλαλήθης δʼ ὢν ὁ Παῦλός
φησι περί τινων ἐν Ἕλλησι σοφῶν, ἐν οἶς ἀληθεύουσιν, ὅτι
Γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν. <note type="marginal">Ro i 21</note>
καὶ μαρτυρεῖ αὐτοῖς ἐγνωκέναι θεόν· λέγει δὲ καὶ τοῦτʼ οὐκ
ἀθεεὶ αὐτοῖς γεγονέναι, ἐν οἶς γράφει τό· Ὁ θεὸς γὰρ <note type="marginal">Ro i 19 ff.</note>
<lb n="10"/> αὐτοῖς ἐφανέρωσεν· αἰνισσόμενος οἶμαι τοὺς ἀναβαίνοντας
ἀπὸ τῶν ὁρατῶν ἐπὶ τὰ νοητὰ, ὅτε γράφει ὅτι Τὰ ἀόρατα
τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα
καθορᾶται, τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ
εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸν θεὸν οὐχ ὡς
<lb n="15"/> θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>