<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.16.1-2.17.3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.16.1-2.17.3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="16"><div type="textpart" subtype="section" n="1"><head>Περὶ τῶν Διαβαλλόντων τόν ΧΡΙϹΤιΑΝΙϹὸΝ ΔΙὰ ΤὰϹ
ἐΝ τῇ ἐκκληίᾳ αἱρέϲειϲ τόμου Γ΄ κατὰ Κέλϲου.</head><lb n="10"/><p>1. Εἷτ᾿ ἐπεὶ ὡς κατηγορῶν τοῦ λόγου τὰ περὶ τῶν ἐν <note type="marginal">454</note>
χριστιανισμῷ αἱρέσεων ὀνειδίζει ἡμῖν, λέγων· ‘Εὶς πλῆθος
δὲ σπαρέντες αὖθις αὖ σχίζονται καὶ τέμνονται, καὶ στάσεις
ἰδίας ἔχειν ἕκαστοι θέλουσι.’ φησὶ δʼ ἔςι ‘Καὶ ὑπὸ πλήθους
πάλιν διϊστάμενοι σφᾶς αὐτοὺς ἐλέγχουσιν· ἑνός, ὡς <lb n="15"/>
εἰπεῖν, ἔτι κοινωνοῦντες, εἴγε κοινωνοῦσι, τοῦ ὀνόματος.
καὶ τοῦτο μόνον ἐγκαταλιπεῖν ὅμως αἰσχύνονται· τὰ λοιπὰ
δʼ ἄλλοι ἀλλαχῆ τετάχαται.’ καὶ πρὸς τοῦτο φήσομεν ὅτι
οὐδενὸς πράγματος, οὖ μὴ σπουδαία ἐστὶν ἠ ἀρχὴ καὶ τῷ
βιῷ χρήσιμος, γιγόνασιν αἱρέσεις διάφοροι. ἐπεὶ γὰρ <lb n="20"/>
ἰατρικὴ χρήσιμος καὶ ἀναγκαία τῷ γένει τῶν ἀνθρώπων,
πολλά τε τὰ ἐν αὐτῇ ζητούμενα περὶ τοῦ τρόπου τῆς τῶν
σωμάτων θεραπείας· διὰ τοῦτο αἱρέσεις ἐν ἰατρικῇ παρά
μὲυ Ἕλλησιν εὑρίσκονται ὁμολογουμένως πλείονες· ἐγώ δʼ
οἶμαι ὅτι καὶ παρὰ βαρβάροις, ὅσοι γε ἐπαγγέλλονται <lb n="25"/>
χρῆσθαι ἰατρικῇ. πάλιν τε αὖ, ἐπεὶ φιλοσοφία ἀλήθειαν
ἐπαγγελλομένη καὶ γνῶσιν τῶν ὄντων πῶς δεῖ βιοῦν ὑποτίθεται,
<note type="footnote">4 C. Cels. vi. 77; cf. supra p. 84 l. 14 n. 11 C. Cels. iii. 12
13 om. αὖ ABC 17 αἰσχυνόμενοι ABC 25 om. γε U+05D0</note>

<pb n="87"/>
<note type="marginal">U+05D0ΑBC</note> καὶ πειρᾶται διδάσκειν τὰ ὀφέλιμα ἡμῶν τῷ γένει·
πολλὴν δʼ ἔχει τὰ ζητούμενα πράγματα διολκήν· διὰ τοῦτο
αἱρέσεις ἐν φιλοσοφίᾳ συνέστησαν πλεῖσται ὅσαι, ὧν αἱ
μέν εἰσι διασημότεραι, αἱ δὲ οὐ τοιαῦται. ἀλλὰ καὶ ἰουδαῖσμὸς
<lb n="5"/> πρόφασιν ἔσχε γενέσεως αἱρέσεων τὴν διάφορον
ἐκδοχὴν τῶν Μωσέως γραμμάτων καὶ τῶν προφητικῶν
λόγων. οὗτω τοίνυν, ἐπεὶ σεμνόν τι ἐφάνη τοῖς ἀνθρώποις
χριστιανισμὸς, οὐ μόνοις, ὡς ὁ Κέλσος οἴεται, τοῖς ἀνδραποδωδεστέροις,
ἀλλὰ καὶ πολλοῖς τῶν παρʼ Ἕλλησι φιλολόγων,
<lb n="10"/> ἀναγκαίως ὑπέστησαν οὐ πάντως διὰ τὰς στάσεις καὶ
τὸ φιλόνεικον αἱρέσεις, ἀλλὰ διὰ τὸ σπουδάζειν συνιέναι
<note type="marginal">455</note> τὰ χριστιανισμοῦ καὶ τῶν φιλολόγων πλείονας. τούτῳ δʼ
ήκολούθησε, διαφόρως ἐκδεξαμένων τοὺς ἄμα πᾶσι πιστευθέντας
εἶναι θείους λόγους, τὸ γενέσθαι αἱρέσεις ἐπωνύμους
<lb n="15"/> τῶν θαυμασάντων μὲν τὴν τοῦ λόγου ἀρχὴν, κινηθέντων δʼ
ὅπως ποτʼ οὖν ὑπό τινων πιθανοτήτων πρὸς τὰς εἰς ἀλλήλους
διαφωνίας. ἀλλʼ οὔτʼ ἰατρικὴν εὐλόγως ἄν τις
φεύγοι διὰ τὰς ἐν αὐτῇ αἱρέσεις· οὔτε φιλοσοφίαν τοῦ πρέποντος
ἄν τις στοχαζόμενος μισοῖ, πρόφασιν τοῦ μισεῖν
<lb n="20"/> αὐτὴν ποριζόμενος τὰς πολλὰς αἱρέσεις. οὕτως οὐδὲ διὰ
τάς ἐν Ἰουδαίοις αἱρέσεις καταγνωστέον τῶν Μωσέως καὶ
τῶν προφητῶν ἱερῶν βιβλίων.</p></div><div type="textpart" subtype="section" n="2"><p>2. Εἰ δὲ ταῦτʼ ἔχει ἀκολουθίαν, πῶς οὐχὶ ὁμοίως
ἀπολογησόμεθα καὶ περὶ τῶν ἐν χριστιανοῖς αἱρέσεων;
<lb n="25"/> περὶ ὧν πάνυ θαυμασίως ὁ Παῦλος εἰρηκέναι μοι δοκεῖ τό·
Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἴνα οἱ δόκιμοι φανεροὶ <note type="marginal">1 Cο xi 19</note>
γένωνται ἐν ὑμῖν. ὡς γὰρ δόκιμος ἐν ἰατρικῇ ὁ διά τὸ
γυμνάσασθαι ἐν ποικίλαις αἱρέσεσι καὶ εὐγνωμόνως ἐξητακέναι
τὰς πλείονας ἑλόμενος τὴν διαφέρουσαν· καὶ ὡς ὁ
<lb n="30"/> πάνυ προκόπτων ἐν φιλοσοφίᾳ ἀπὸ τοῦ τά πλείονα ἐγνωκέναι
ἐγγυμνασάμενος αὐτοῖς καὶ τῷ κρατήσαντι προσθέμενος
λόγῳ· οὕτως εἴποιμʼ ἄν καὶ τὸν ἐπιμελῶς ἐνιδόντα ταῖς
<note type="footnote">12 τοῦτο U+05D0*Β* 16 εἰς τὰς πρὸς ἀλ.ABC 19 στοχ.τις
ἄν U+05D 22 βίβλων AB 27 om. ἐν ὑμῖν S 30 om. τὰ U+05D0</note>

<pb n="88"/>
ἰουδαῖσμοῦ καὶ χριστιανισμοῦ αἱρέσεσι σοφώτατον χριστιανὸν <note type="marginal">U+05D0ABC</note>
γενέσθαι. ὁ δʼ ἐγκαλῶν τῷ λόγῳ διά τὰς αἱρέσεις
ἐγκαλέσαι ἄν καὶ τῇ Σωκράτους διδασκαλίᾳ, ἀφʼ οὐ τῆς
διατριβῆς πολλαὶ γεγόνασιν οὐ τὰ αὐτὰ φρονούντων σχολαί·
ἀλλὰ καὶ τοῖς Πλάτωνος ἐγκαλέσαι ἄν τις δόγμασι <lb n="5"/>
δἰ Ἀριστοτέλην, ἀποφοιτήσαντα τῆς διατριβῆς αὐτοῦ ἐν
καινοτομίαις· περὶ οὗ καὶ ἐν τοῖς ἀνωτέρω εἰρήκαμεν.
δοκεῖ δέ μοι ὁ Κέλσος ἐγνωκέναι τινὰς αἱρέσεις μηδὲ τοῦ
ὀνόματος τοῦ Ἰησοῦ κοινωνούσας ἡμῖν. τάχα γὰρ περιήχητο
περὶ τῶν καλουμένων Ὀφιανῶν, καὶ τῶν Καιανῶν, <lb n="10"/>
καὶ εἴ τις ἄλλη τοιαύτη ἐξ ὅλων ἀποφοιτήσασα τοῦ Ἰησοῦ
συνέστη γνώμη. πλὴν οὐδὲν τοῦτο πρὸς τὸ ἐγκλητέον
εἶναι τὸν χριστιανῶν λόγον.</p></div><div type="textpart" subtype="section" n="3"><p>3. Ἔστωσαν γὰρ ἐν ἡμῖν οἱ μὴ τὸν αὐτὸν λέγοντες τῷ <note type="marginal">624</note>
Ἰουδαίων θεῷ θεόν· ἀλλʼ οὔ τί γε παρὰ τοῦτο κατηγορητέοι <lb n="15"/>
οἱ ἀπὸ τῶν αὐτῶν γραμμάτων ἀποδεικνύντες ὅτι εἶς καὶ ὁ
<note type="marginal">cf. Ro iii 29</note> αὐτὸς θεὸς Ἰουδαίων ἐστὶ καὶ ἐθνῶν· ὡς καὶ τὸν Παῦλον
λέγειν σαφῶς, ἀπὸ Ἀουδαίων προσελθόντα χριστιανισμῷ·
<note type="marginal">2 Tim i 3</note> Χάριν ἔχω τῷ θεῷ μου, ᾦ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ
συνειδήσει. ἔστω δέ τι καὶ τρίτον γένος τῶν ὀνομαζόντων <lb n="20"/>
ψυχικούς τινας καὶ πνευματικοὺς ἑτέρους οἶμαι δʼ αὐτὸν
λέγειν τοὺς ἀπὸ Οὐαλεντίνου· καὶ τί τοῦτο πρὸς ἡμᾶς
τοὺς ἀπὸ τῆς ἐκκλησίας, κατηγοροῦντας τῶν εἰσαγόντων
φύσεις ἐκ κατασκευῆς σωζομένας ἢ ἐκ κατασκευῆς ἀπολλυμένας;
ἔστωσαν δέ τινες καὶ ἐπαγγελλόμενοι εἶναι Γνωστικοὶ, <lb n="25"/>
ἀνάλογον τοῖς ἑαυτοὺς ἀναγορεύουσι φιλοσόφους
Τπικουρείοις· ἀλλʼ οὔτε οἱ τὴν πρόνοιαν ἀναιροῦντες φιλόσοφοι
εἶεν ἄν ἀληθῶς, οὗτε οἱ τὰ ἀλλόκοτα ἀναπλάσματα
καὶ μή ἀρέσκοντα τοῖς τῆς ἀπὸ τοῦ Ἰησοῦ διαδοχῆς ἐπεισαγαγόντες
εἶεν ἄν χριστιανοί.</p><lb n="30"/></div><div type="textpart" subtype="section" n="4"><p>4. ‘Καὶ βλασφημοῦσι δὲ,᾿ φησὶν, ‘εἰς ἀλλήλους οὗ. <note type="marginal">627</note>
<note type="footnote">5 om. τοῖς τις] + τοῖς 12 ἔγκλητον 14 C. Cels. v. 61
γὰρ] οὖν U+05D0 22 καὶ τί τοῦτο] καὶ τίτου, τί AB; καὶ τίτου· τί τοῦτο
καὶ C 22, 23 ἡμᾶς post ἐκκλησίας ABC 31 C. Cels. v. 63</note>

<pb n="89"/>
<note type="marginal">U+05D0ABC</note> τοι πάνδεινα ῥητὰ καὶ ἄρρητα· καὶ οὐκ ἂν εἶξαιεν οὐδὲ καθʼ
ὁτιοῦν εἰς ὁμόνοιαν, πάντη ἀλλήλους ἀποστυγοῦντες.᾿ καὶ
πρός ταῦτα δʼ ἤμῖν εἴρηται, ὅτι καὶ ἐν φιλοσοφίᾳ ἐστὶν
εὑρεῖν αἱρέσεις αἱρέσεσι πολεμούσας, καὶ ἐν ἰατρικῇ. οἱ
<lb n="5"/> μέντοι τῷ λόγῳ τοῦ Ἰησοῦ ἀκολουθοῦντες, καὶ μεμελετηκότες
αὐτοῦ τοὺς λόγους φρονεῖν καὶ λέγειν καὶ ποιεῖν, λοιδορούμενοι <note type="marginal">1 Co iv 12 f.</note>
εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι
παρακαλοῦμεν· καὶ οὐκ ἂν ῥητὰ καὶ ἄρρητα λέγοιμεν τοὺς
ἄλλα δοξάζοντας παρʼ ἃ ὑπειλήφαμεν· ἀλλʼ, εἰ μὲν δυνάμεθα,
<lb n="10"/> πάντα ἂν πράττοιμεν ὑπὲρ τοῦ αὐτοὺς μεταστῆσαι
ἐπὶ τὸ βέλτιον, διὰ τοῦ προσανέχειν μόνῳ τῷ δημιουργῷ
καὶ πάντα πράττειν ὡς κριθησομένους. εἰ δὲ μὴ πείθοιντο
οἱ ἑτερόδοξοι, τηροῦμεν τὸν προστάξαντα αὐτοῖς λόγον
τοιαῦτα· Αἱρετικόν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν <note type="marginal">Tit iii 10 f.</note>
<lb n="15"/> παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ
ἁμαρτάνει, ὢν αὐτοκατάκριτος. ἔτι δὲ οἱ τό Μακάριοι οἱ <note type="marginal">Μt v 9</note>
εἰρηνοποιοί· νοήσαντες, καὶ τό· Μακάριοι οἱ πραεῖς· οὐκ <note type="marginal">Mt v 5</note>
ἄν ἀποστυγήσαιεν τοὺς παραχαράττοντας τὰ χριστιανισμοῦ.</p></div></div><div type="textpart" subtype="chapter" n="17"><head>XVII.</head><div type="textpart" subtype="section" n="1"><head>Πρὸϲ τοὺϲ λέγονταϲ τῶν φιλοϲοφω μηλέν Διαφερειν
<lb n="20"/> τῷ παρ΄ Ἕλληϲι φερομένῳ ὀνόματι τὸν ἐπὶ
πἂϲι θεὸ καλείν Δία, ἢ τῷ δεἴνα φέρ᾿ εἰπεῖν παρ᾿
Ἰνλοῖϲ, ἤ τῷ λεῖνα παρ᾿ Αἰγυπτίοιϲ. ἐκ τοῦ ά καὶ έ
τόμου τῶν κατὰ Κέλϲου.</head><note type="marginal">341</note><p>1. Μετὰ ταῦτά φησιν ὁ Κέλσος, ὅτι ‘Οἱ αἰπόλοι καὶ
<lb n="25"/> ποιμένες ἔνα ἐνόμισαν θεὸν, εἴτε ὕφιστον εἴτʼ Ἀδωναῖον
<note type="footnote">1 ἤξαιεν C 7 δυσφημούμενοι] βλασφημούμενοι ABC 8 om.
καὶ ante οὐκ ABC 10 πράττομεν B*; πράττωμεν AC ὑπέρ
τοῦ] ἐπὶ τὸ AB*; ἐπὶ τῶ ΒaC 13 τηροῦμεν] ἀντεροῦμεν ABC
15 ἐξἐστρεπται ΑB* 21,22 τῶ δεῖνα] τὸ δεῖνα (bis) ABC 22 ά]
restitui; γʼ AB; τρίτου C 24 C. Cels. i. 24 om. ὁ κέλσος
25 ἀδωναϊ (sed super rasuram)</note>

<pb n="90"/>
εἴτʼ οὐράνιον εἴτε Σαβαὼθ, εἴτε καὶ ὅπη καὶ ὅπως χαίρουσιν <note type="marginal">U+05D0ABC</note>
ὀνομάζοντες τόνδε τὸν κόσμον· καὶ πλεῖον οὐδὲν ἔγνωσαν.᾿
καὶ ἐν τοῖς ἐξῆς δέ φησι ‘μηδὲν διαφέρειν τῷ παρʼ Ἕλλησι
φερομένῳ ὀνόματι τὸν ἐπὶ πᾶσι θεὸν καλεῖν Δία, ἢ τῷ
δεῖνα φέρʼ εἰπεῖν παρʼ Ἰνδοῖς, ἢ τῷ δεῖνα παρʼ Αἰγυπτίοις.᾿ <lb n="5"/>
λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι ἐμπίπτει εἰς τό προκείμενον
λόγος βαθὺς καὶ ἀπόρρητος, ὁ περὶ φύσεως ὀνομάτων·
πότερον, ώς οἶεται Ἀριστοτέλης, θέσει εἰσὶ τὰ ὀνόματα· ἢ,
ὡς νομίζουσιν οἱ ἀπὸ τῆς Στοᾶς, φύσει, μιμουμένων τῶν
πρώτων φωνῶν τὰ πράγματα καθʼ ὧν τὰ ὀνόματα, καθὸ καὶ <lb n="10"/>
στοιχεῖά τινα τῆς ἐτυμολογίας εἰσάγουσιν· ἢ, ὤς διδάσκει
Ἐπίκουρος, ἑτέρως ὡς οἴονται οἱ ἀπὸ τῆς Στοᾶς φύσει
ἐστὶ τὰ ὀνόματα, ἀπορρηξάντων τῶν πρώτων ἀνθρώπων <note type="marginal">342</note>
τινὰς φωνάς κατὰ τῶν πραγμάτων. ἐὰν τοίνυν δυνηθῶμεν
ἐν προηγουμένῳ λόγῳ παραστῆσαι φύσιν ὀνομάτων ἐνεργῶν, <lb n="15"/>
ὧν τισὶ χρῶνται Αἰγυπτίων οἱ σοφοὶ, ἢ τῶν παρὰ
Πέρσαις μάγων οἱ λόγιοι, ἢ τῶν παρʼ Ἰνδοῖς φιλοσοφούντων
Βράχμαναι, ἢ Σαμαναῖοι· καὶ οὕτω καθʼ ἕκαστον τῶν
ἐθνῶν· καὶ κατασκευάσαι οἶοί τε γενώμεθα ὅτι καὶ ἡ καλουμένη
μαγεία οὐχ, ὡς οἶονται οἱ ἀπὸ Ἐπικούρου καὶ Ἀριστοτέλους, <lb n="20"/>
πρᾶγμά ἐστιν ἀσύστατον πάντη, ἀλλʼ, ὡς οἱ περὶ
ταῦτα δεινοὶ ἀποδεικνύουσι, συνεστὼς μὲν, λόγους δʼ ἔχον
σφόδρα ὀλίγοις γιγνωσκομένους· τότʼ ἐροῦμεν ὅτι τὸ μὲν
Σαβαὼθ ὄνομα καὶ τὸ Ἀδωναΐ, καὶ ὅσα ἄλλα παρʼ Ἐβραίοις
μετὰ πολλῆς σεμνολογίας παραδεδομένα, οὐκ ἐπὶ τῶν <lb n="25"/>
τυχόντων καὶ γενητῶν κεῖται πραγμάτων, ἀλλʼ ἐπί τινος
θεολογίας ἀπορρήτου, ἀναφερομένης εἰς τὸν τῶν ὅλων
δημιουργόν. διὸ καὶ δύναται ταῦτα τὰ ὀνόματα λεγόμενα
μετά τινος τοῦ συνυφοῦς αὐτοῖς εἱρμοῦ, ἄλλα δὲ κατὰ
Αίγυπτίαν ἐκφερόμενα φωνὴν ἐπί τινων δαιμόνων τῶν <lb n="30"/>
<note type="footnote">1 οὐρανὸν U+05D0* 2 πλέον ΑBC 4 δία] ἰδία U+05D0* 4, 5 τὸ
δεῖνα (bis) ABC 8 ἐστὶ ABC 11 om. τῆς U+05D0 16 τῶν παρὰ]
παρὰ τῶν U+05D0* 19 om. καὶ post ἐθνῶν ΑBC 22 συνεστὸς AB
23 γινωσκομένους ABC 24 om. ὅσα 25 παραδιδόμενα
29 συμφυοῦς ABC 30 φερόμενα U+05D0</note>

<pb n="91"/>
<note type="marginal">U+05D0ABC</note> τάδε μόνα δυναμένων, καὶ ἄλλα κατὰ τήν Περσῶν διάλεκτον
ἐπὶ ἄλλωυ δυνάμεων, καὶ οὕτω καθʼ ἕκαστον τῶν ἐθυῶν, εἰς
χρείας τινὰς παραλαμβάνεσθαι. καὶ οὕτως εὑρεθήσεται
τῶν ἐπὶ γῆς δαιμόνων, λαχόντων διαφόρους τόπους, φέρεσθαι
<lb n="5"/> τὰ ὀνόματα οἰκείως ταῖς κατὰ τόπον καὶ ἔθυος διαλέκτοις.
ὁ τοίνυν μεγαλοφυέστερον κἂν ὀλίγην τούτων
περίνοιαν εἰληφὼς εὐλαβήσεται ἄλλα ἄλλοις ἐφαρμόζειν
ὀνόματα πράγμασι, μήποτε ὅμοιον πάθῃ τοῖς τὸ θεὸς
ὄνομα ἐσφαλμένως φέρουσιν ἐπὶ ὕλην ἄψυχον, ἢ τὴν τοῦ
<lb n="10"/> ἀγαθοῦ προσηγορίαν κατασπῶσιν ἀπὸ τοῦ πρώτου αἰτίου ἢ
ἀπὸ τῆς ἀρετῆς καὶ τοῦ καλοῦ ἐπὶ τὸν τυφλὸν πλοῦτον
καὶ ἐπὶ τὴν σαρκῶν καὶ αἱμάτων καὶ ὀστέων συμμετρίαν ἐν
ὑγείᾳ καὶ εὐεξίᾳ, ἦ τὴν νομιζομένην εὐγένειαν.</p></div><div type="textpart" subtype="section" n="2"><p>2. Καὶ τάχα οὐκ ἐλάττων ὁ κίνδυνος τῷ τὸ ὄνομα τοῦ
<lb n="15"/> θεοῦ ἢ τὸ ὄνομα τοῦ ἀγαθοῦ ἐφʼ ἃ μὴ χρὴ κατάγοντι, ἤπερ
τῷ τὰ κατά τινα ἀπόρρητον λόγον ὀνόματα ἐναλλάσσοντι,
<note type="marginal">343</note> καὶ τὰ μὲν κατὰ τῶν ἐλαττόνων φέροντι ἐπὶ τὰ κρείττονα,
τὰ δὲ κατὰ τῶν κρειττόνων ἐπὶ τὰ ἥττονα. καὶ οὐ λέγω
ὅτι τῷ Διὶ εὐθέως συνεξακούεται ὁ Κρόνου καὶ Ἀέας υἵὸς,
<lb n="20"/> καὶ Ἥρας ἀνὴρ, καὶ Ποσειδῶνος ἀδελφὸς, καὶ Ἀθηνᾶς καὶ
Ἀρτέμιδος πατὴρ, καὶ ὁ τῇ θυγατρὶ Περσεφόνῃ μιγείς· ἦ
τῷ Ἀπόλλωνι συνεξακούεται ὁ Λητοῦς καὶ Διὸς υἷός, καὶ
Ἀρτέμιδος ἀδελφὸς, καὶ Ἑρμοῦ ὁμοπάτριος ἀδελφός· καὶ
ὅσα ἄλλα φέρουσιν οἱ σοφοὶ Κέλσου τῶν δογμάτων πατέρες
<lb n="25"/> καὶ ἀρχαῖοι θεολόγοι Ἑλλήνων. τίς γὰρ ἡ ἀποκλήρωσις,
κυριολεκτεῖσθαι μὲν τὸν Δία, οὐχὶ δὲ καὶ τὸν πατέρα μὲν
αὐτοῦ εἶναι Κρόνον, μητέρα δὲ Ῥέαν; τὸ δʼ ὅμοιον ποιητέον
καὶ ἐπὶ τῶν ἄλλων ὀνομαζομένων θεῶν. τοῦτο δὲ τὸ
ἔγκλημα οὐδαμῶς ἅπτεται τῶν κατά τινα ἀπόρρητον λόγον
<lb n="30"/> τὸ Σαβαὼθ τασσόντων ἐπὶ τοῦ θεοῦ, ἢ τὸ Ἀδωναὶ, τι τῶν
<note type="footnote">1 τάδε μόνα] τὰ δαιμόνια ABC 7 εὐλαβηθήσεται U+05D0
ABC 15 om. τὸ ὄνομα τοῦ ἀγαθοῦ ABC 15, 16 ήπερ τῶ] U+05D0
(τῶ additc supra lin.); ἣ ABC 19 εὐθέως τῶ διt ABC ὁ] τὸ
U+05D0* (ό supra lin.) 21 om. ὁ ABC 23 om. καὶ ἐρμ. ὁμ. ἀδελ-
φός ABC 27 τὸ ὅμοιον δέ ABC</note>

<pb n="92"/>
λοιπῶν ὀνομάτων. ὅταν δὲ τὰ περὶ ὀνομάτων τις δύνηται <note type="marginal">U+05D0ΑBC</note>
τὰ ἐν ἀπορρήτοις φιλοσοφεῖν, πολλὰ ἂν εὕροι καὶ περὶ τῆς
ἐπικλήσεως τῶν ἀγγέλων τοῦ θεοῦ ὦν ὁ μέν τις Μιχαὴλ,
ἕτερος δὲ Γαβριὴλ, καὶ ἄλλος Ῥαφαὴλ καλεῖται, φερωνύμως
τοῖς πράγμασιν ἃ διακονοῦνται κατὰ βούλημα τοῦ θεοῦ <lb n="5"/>
τῶν ὅλων ἐν τῷ παντί. τῆς δʼ ὁμοίας ἔχεται περὶ ὀνομάτων
φιλοσοφίας καὶ ὁ ἡμέτερος Ἰησοῦς, οὗ τὸ ὄνομα μυρίους
ἤδη ἐναργῶς ἑώραται δαίμονας ἐξελάσαν ψυχῶν καὶ
σωμάτων, ἐνεργῆσαν εἰς ἐκείνους ἀφʼ ὧν ἀπηλάσθησαν.
ἔτι δʼ εἰς τὸν περὶ ὀνομάτων τόπον λεκτέον, ὅτι οἱ περὶ τὴν <lb n="10"/>
χρῆσιν τῶν ἐπῳδῶν δεινοὶ ἱστοροῦσιν, ὅτι τὴν αὐτὴν
ἐπῳδὴν εἰπόντα μὲν τῇ οἰκείᾳ διαλέκτῳ ἔστιν ἐνεργῆσαι
ὅπερ ἐπαγγέλλεται ὑ ἐπῳδή· μεταλαβόντα δὲ εἰς ἄλλην
ὀποιανδηποτοῦν φωνὴν ἔστιν ἰδεῖν ἄτονον καὶ οὐδὲν δυναμένην.
οὕτως οὐ τὰ σημαινόμενα κατὰ τῶν πραγμάτων, <lb n="15"/>
ἀλλʼ αἱ τῶν φωνῶν ποιότητες καὶ ἰδιότητες ἔχουσί τι δυνατὸν
ἐν αὐταῖς πρὸς τάδε τινὰ ἢ τάδε. οὕτω δʼ ἀπολογησόμεθα
διὰ τῶν τοιούτων καὶ περὶ τοῦ μέχρι θανάτου
ἀγωνίζεσθαι χριστιανοὺς, ἵνα μὴ τὸν Δία θεὸν ἀναγορεύσωσι,
μηδʼ ἄλλῃ διαλέκτῳ αὐτὸν ὀνομάσωσιν. ἢ γὰρ ἀορίστως <lb n="20"/>
ὁμολογοῦσι τὸ κοινὸν ὄνομα τὸ ὁ θεὸς, ἢ καὶ μετὰ
προσθήκης τῆς ὁ δημιουργὸς τῶν ὅλων, ὁ ποιητής οὐρανοῦ
καὶ γῆς, ὁ καταπέμψας τῷ τῶν ἀνθρώπων γένει τούσδε
τινὰς τοὺς σοφούς· ὧν τῷ ὀνόματι ἐφαρμοζόμενον τὸ ὁ
θεὸς ὄνομα δύναμίν τινα παρὰ ἀνθρώποις ἐπιτελεῖ. πολλὰ <lb n="25"/>
δʼ ἄν καὶ ἄλλα λέγοιτο εἰς τὸν περὶ ὀνομάτων τόπον, πρὸς
τοὺς οἰομένους δεἴν ἀδιαφορεῖν περὶ τῆς χρήσεως αὐτῶν.
<note type="marginal">Plat Phiteb 12 B, C</note> καὶ εἴπερ θαυμάζεται Πλάτων, εἰπὼν ἐν Φιλήβῳ· Τὸ δ΄
ἐμὸν δέος, ὧ Πρώταρχε, περὶ τὰ ὀνόματα τῶν θεῶν οὐκ
ὀλίγον· ἐπεὶ Φίληβος θεὸν τὴν ἡδονὴν εἶπεν ὁ προσδιαλεγόμενος <note type="marginal">344</note>
<note type="footnote">2 εὔρη U+05D0 7, 8 μυρίοις AC 8 ἐνεργως AB 9 ἀπηλάθησαν BC
13 μεταλαβόντα] U+05D0?*A; μεταβαλόντα U+05D0 BC; cf. infra p. 93 l. 19. 23
14 οἱανδηποτοῦν U+05D0 18 om. διὰ τῶν τοιούτων ABC 19 τὸν θεὸν
Δία conj. Boherellus; sed cf. p. 95 l 5 21 om. ὁ U+05D0 23 τῶ γένει
τῶν ἀνθρ. 24 om. ὁ U+05D0 30 ἐπεὶ φἰηβος] ἐπὶ φιλήβου U+05D0*</note>

<pb n="93"/>
<note type="marginal">U+05D0ABC</note> τῷ Σωκράτει· πῶς οὐ μᾶλλον τῆς εὐλαβείας
ἀποδεξόμεθα χριστιανοὺς, μηδὲν τῶν ἐν ταῖς μυθοποιίαις
παραλαμβανομένων ὀνομάτων προσάπτοντας τῷ τοῦ παντὸς
δημιουργῷ;</p></div><div type="textpart" subtype="section" n="3"><lb n="5"/><head>Καὶ ἐν τῷ ε΄ Μόμῳ τάλε περὶ τοῦ αὐτοῦ φηϲίν.</head><note type="marginal">611</note><p>3. Ἀλλʼ, ἐπεὶ Κέλσος οἴεται μηδὲν διαφέρειν Δία
ὕφιστον καλεῖν ἢ Ζῇνα ἢ Ἀδωναῖον Σαβαὼθ, ἢ ὡς
Αἰγύπτιοι Ἀμοῦν, ἢ ὡς Σκύθαι Παπαῖον· φέρε καὶ περὶ
τούτων ὀλίγα διαλεχθῶμεν, ὑπομιμνήσκοντες ἄμα τὸν ἐντυγχάνοντα
<lb n="10"/> καὶ τῶν ἀνωτέρω εἰς τὸ τοιοῦτον πρόβλημα
εἰρημένων, ὅτε ἐκάλεσεν ἡμᾶς ἡ Κέλσου λέξις ἐπὶ τὰ
τοιαῦτα. καὶ νῦν οὖν φαμὲν ὅτι ἡ τῶν ὀνομάτων φύσις
οὐ θεμένων εἰσὶ νόμοι, ὡς Ἀριστοτέλης οἴεται. οὐδὲ γὰρ
<note type="marginal">612</note> ἀπὸ ἀνθρώπων τὴν ἀρχὴν ἔχουσιν αἱ ἐν ἀνθρώποις διάλεκτοι,
<lb n="15"/> ὡς δῆλον τοῖς ἐφιστάνειν δυναμένοις φύσει ἐπῳδῶν
οἰκειουμένων κατὰ τὰς διαφόρους διαλέκτους καὶ τοὺς διαφόρους
φθόγγους τῶν ὀνομάτων τοῖς πατράσι τῶν διαλέκτων·
περὶ ὥν ἐν τοῖς ἀνωτέρω ἐπʼ ὀλίγον διειλήφαμεν, λέγοντες
ὅτι καὶ μεταλαμβανόμενα εἰς ἄλλην διάλεκτον τὰ πεφυκότα
<lb n="20"/> δύνασθαι ἐν τῇ δεῖνα διαλέκτῳ οὐκέτι ἀνύει τι, ὡς ἤνυεν ἐν
ταῖς οἰκείαις φωναῖς. ἥδη δὲ καὶ ἐπʼ ἀνθρώπων τὸ τοιοῦτον
εὑρίσκεται· τὸν γὰρ ἀπὸ γενέσεως Ἑλλάδι διαλέκτῳ καλούμενον
τὸν δεῖνα οὐκ ἂν μεταλαβόντες εἰς διάλεκτον
Αἰγυπτίων Ῥωμαίων ἤ τινος ἄλλου ποιήσαιμεν παθεῖν ἢ
<lb n="25"/> δράσαι, ἅπερ πάθοι ἢ δράσαι ἂν καλούμενος τῇ πρώτῃ
θέσει τοῦ ὀνόματος αὐτοῦ. ἀλλʼ οὐδὲ τὸν ἐξ ἀρχῆς
Ῥωμαίων κληθέντα φωνῇ εἰ μεταλάβοιμεν ἐπὶ τὴν Ἑλ.
λάδα διάλεκτον, ποιήσαιμεν ἂν ὅπερ ποιεῖν ἐπαγγέλλεται
ἡ ἐπῳδὴ τηροῦσα τὸ κατονομασθὲν αὐτῷ πρῶτον ὄνομα.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>