<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.15.7-2.15.13</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.15.7-2.15.13</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="15"><div type="textpart" subtype="section" n="7"><lb n="5"/><p> 7. Τὸ δʼ ἐξαίφνης οἶον ἀπὸ πυρὸς πηδήσαντος ἐξάπτεσθαι <note type="marginal">cf. Plat Ep vii 341 C, D</note>
φῶς ἐν τῇ ψυχῇ, πρότερος οἶδεν ὀ λόγος, εἰπὼν ἐν τῷ
προφήτῃ· Φωτίσατε ἑαυτοῖς φῶς γνώσεως. καὶ Ἰωάννης <note type="marginal">Hos x 12</note>
δὲ ὕστερον ἐκείνου γενόμενος λέγει ὅτι Ὃ γέγονεν ἐν τῷ <note type="marginal">Jn i 4</note>
λόγῳ ξωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρόπων· ὅπερ
<lb n="10"/> φῶς ἀληθινὸν φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν
ἀληθινὸν καὶ νοητὸν κόσμον, καὶ ποιεῖ αὐτὸν φῶς τοῦ cf. Mt v 8
κόσμου. ἔλαμψε γὰρ τοῦτο τὸ φῶς ἐν ταῖς καρδίαις ἡμῶν, 2 Co iv
πρὸς φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ θεοῦ ἐν
<note type="marginal">633</note> προσώπῳ Χριστοῦ. διό φησιν ἀρχαιότατος προφήτης πρὸ
<lb n="15"/> πολλῶν γενεῶν τῆς Κύρου βασιλείας προφητεύσας, ὑπὲρ
τὰς τεσσαρεσκαίδεκα γὰρ γενεὰς πρεσβύτερος αὐτοῦ ἦν, τό·
Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαιν <note type="marginal">Ps xxv (xxvi) f</note>
καί· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς <note type="marginal">Ps cxix (cxviii) 105</note>
τρίβοις μου. καί Ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ <note type="marginal">Ps iv 7</note>
<lb n="20"/> προσώπου σου, κύριε· καί· Ἐν τῷ φωτί σου ὄψόμεθα <note type="marginal">P xxxvi (xxxv) 10</note>
φῶς. καὶ ἐπὶ τὸ φῶς τοῦτο προτρέπων ἡμᾶς ὁ ἐν τῷ
Ἠσαΐᾳ λόγος φησί· Φωτίζου, φωτίζου, Ἰερουσαλήμ· ἤκει <note type="marginal">Isa Ix 1</note>
γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνέτειλεν. ὁ δʼ
αὐτὸς οὗτος προφητεύων περὶ τῆς τοῦ Ἰησοῦ ἐπιδημίας,
<lb n="25"/> ἀφίσταντος τῆς ἀπὸ τῶν εἰδώλων καὶ ἀγαλμάτων καὶ δαιμόνων
θεραπείας, φησὶν ὅτι Καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ <note type="marginal">Μt iv 16 cf. Isa ix 2</note>
θανάτου φῶς ἀνέτειλεν αὐτοῖς· καὶ πάλιν· Λαός ὁ καθήμενος
ἐν σκότει φῶς εἶδεν μέγα. ὅρα οὖν τὴν διαφορὰν τοῦ
καλῶς λελεγμένου ὑπὸ τοῦ Πλάτωνος περὶ τοῦ πρώτου
<lb n="30"/> ἀγαθοῦ, καὶ τῶν εἰρημένων ἐν τοῖς προφήταις περὶ τοῦ
φωτὸς τῶν μακαρίων· καὶ ὅρα ὅτι ἡ μὲν ἐν Πλάτωνι περὶ
<note type="footnote">7 ἑαυτοῖς] ἑαυτοὺς U+05D0 14 προσώπω] -τοῦ AB 18 νόμος]
λόγος AB 23 ἀνατέταλκεν ΒC; ἀνέταλκεν A 28 ἐν σκότει]
ἐν σκοτία AC; om. B 29 λεγομένους A ABC</note>

<pb n="76"/>
τούτου ἀλήθεια οὐδὲν ὡς πρὸς εἰλικρινῆ εὐσέβειαν ὥνησε <note type="marginal">U+05D0ΑΒC</note>
τοὺς ἐντυγχάνοντας, ἀλλʼ οὐδʼ αὐτὸν τὸν τοιαῦτα περὶ τοῦ
πρώτου ἀγαθοῦ φιλοσοφήσαντα· ἡ δὲ τῶν θείων γραμμάτων
εὐτελὴς λέξις ἐνθουσιζν πεποίηκε τοὺς γνησίως ἐντυγχάνοντας
αὐτῇ· παρʼ οἶς τρέφεται τοῦτο τὸ φῶς τῷ <lb n="5"/>
<note type="marginal">cf Mt xxv 4</note> ἔν τινι παραβολῇ εἰρημένῳ ἐλαίῳ, τηροῦντι τῶν δάδων τὸ
φῶς ἐν ταῖς φρονίμοις πέντε παρθένοις.</p></div><div type="textpart" subtype="section" n="8"><p>8. Μετὰ ταῦτα ἴδωμεν καὶ τὴν ἔξῆς αὐτοῦ λέξιν, τοῦ <note type="marginal">735</note>
Κέλσου δηλονότι, οὗτως ἔχουσαν. ‘ Ἔστιν αὐτοῖς καὶ τοιόνδε
παράγγελμα, τὸν ὑβρίζοντα μὴ ἀμύνεσθαι· κἂν τύπτῃ, <lb n="10"/>
φησὶ, τὴν ἑτέραν γνάθον, σὺ δὲ καὶ τήν ἄλλην πάρεχε.
ἀρχαῖον καὶ τοῦτο εὖ μάλα πρόσθεν εἰρημένον, ἀγροικότερονδʼ
αὐτὸ ἀπεμνημόνευσαν. ἐπεὶ καὶ Πλάτωνι πεποίηται
<note type="marginal">Plat Cri 49 B</note> Σωκράτης Κρίτωνι διαλεγόμενος τάδε. Οὐδαμῶς ἄρα
δεῖ ἀδικεῖν. Οὐ δῆτα. Οὐδ᾿ ἀδικούμενον ἄρα ἀνταδικεῖν, <lb n="15"/>
ὡς οἱ πολλοὶ οἴονται· ἐπειδή γε οὐδαμῶς δεῖ ἀδικεῖν. Οὐ
φαίνεται.᾿ καὶ τὰ ἐξῆς. πρός τοῦτο δὴ, καὶ πρὸς πάντα <note type="marginal">736</note>
ὅσα ἐκοινοποίησεν ὁ Κέλσος, μὴ δυνηθεὶς αὐτῶν ἀντιβλέφαι
τῇ ἀληθότητι, φάσκων αὐτὰ καὶ παρʼ Ἕλλησιν εἰρῆσθαι,
τοιαῦτα λεκτέον· Εἱ ὠφέλιμόν ἐστι τὸ δόγμα καὶ τὸ βούλημα <lb n="20"/>
αὐτοῦ ὑγιὲς, εἴρηται δὲ Ἕλλησι μὲν παρὰ Πλάτωνι
ἤ τινι τῶν ἑλληνικῶν σοφῶν, Ἰουδαίοις δὲ παρὰ Μωσῇ ἠ
τινι τῶν προφητῶν, χριστιανοῖς δὲ ἐν τοῖς ἀναγραφεῖσιν
ʼΙησοῦ λόγοις ἢ λελεγμένοις παρά τινι τῶν ἀποστόλων
αὐτοῦ· οὐ νομιστέον κατηγορεῖσθαι τὸ λεγόμενον παρὰ <lb n="25"/>
Ἰουδαίοις ἢ παρὰ χριστιανοῖς, ἐκ τοῦ καὶ παρʼ Ἕλλησιν
αὐτὰ εἰρῆσθαι· καὶ μάλιστα ἐὰν ἀποδεικνύηται τὰ Ἰουδαίων
πρεσβύτερα τῶν ἑλληνικῶν. οὐδὲ πάλιν ὑπὸ τοῦ κάλλους
τῆς ἑλληνικῆς φράσεως λεγόμενον τὸ αὐτὸ πάντως κρεῖττον
εἶναι νομιστέον τοῦ εὐτελέστερον ἀπαγγελλομένου καὶ <lb n="30"/>
<note type="footnote">8 C. Cels. vii. 58 ταῦτα]+ δὲ U+05D0 8, 9 om. τοῦ κέλσου
δηλονότι U+05D0 16 ἐπειδή] ἐπεὶ δὲ U+05D0 17 καὶ τὰ ἐξῆς] om. U+05D0
qui plura Platonis verba laudat 22 ἑλληνικῶν] ἐλλήνων U+05D0
23 om. ἐν U+05D0</note>

<pb n="77"/>
<note type="marginal">U+05D0ABC</note> ἁπλουστέραις λέξεσι παρὰ Ἰουδαίοις ἡ χριστιανοῖς· καίτοι
γε ἡ πρώτη Ἰουδαίων λέξις, ἦ οἱ προφῆται χρησάμενοι
καταλελοίπασιν ἡμῖν βιβλία, Ἑβραίων διαλέκτῳ καὶ σοφῇ
συνθέσει τῶν ἐν τῇ διαλέκτῳ κατʼ ἐκείνους ἀναγέγραπται.</p></div><div type="textpart" subtype="section" n="9"><lb n="5"/><p> 9. Εἰ δὲ χρή καὶ τήν τῶν δογμάτων ταυτότητα, κἂν
παράδοξος ὁ λόγος εἶναι δοκῇ, δεῖξαι βέλτιον εἰρημένην
παρὰ τοῖς Ἰουδαίων προφήταις ἢ τοῖς λογίοις χριστιανῶν·
οὗτω τὸν λόγον κατασκευαστέον, ἀπό τινος τοῦ περὶ τὰς
τροφάς καὶ τὴν σκευασίαν αὐτῶν παραδείγματος. ἔστω
<lb n="10"/> τι ὑγιεινὸν βρῶμα καὶ ἰσχύος τοῖς ἐσθίουσιν ἐμποιητικὸν,
τοῦτο δὲ οὕτω μὲν σκευασθὲν καὶ τοιοῖσδε ἡδύσμασιν ἀρτυθὲν
λαμβανέτωσαν οὐχ οἱ μὴ μαθόντες ἄγροικοι καὶ ἐν
ἐπαύλεσιν ἀνατεθραμμένοι καὶ πένητες τὰ τοιάδε ἐσθίειν,
ἀλλʼ οἱ πλούσιοι καὶ ἁβροδίαιτοι μόνοι· οὐκ ἐκείνως δὲ καὶ
<lb n="15"/> ὡς δοκεῖ τοῖς νομιζομένοις καθαριωτέροις σκευασθὲν, ἀλλʼ
ὡς μεμαθήκασιν ἐσθίειν οἱ πένητες καὶ οἱ ἀγροικότεροι καὶ
οἱ πολλοὶ τῶν ἀνθρώπων, ἐσθιέτωσαν μυριάδες ὅλαι. εἰ
οὖν καὶ διδοῖτο ἀπὸ μὲν τῆς τοιᾶσδε σκευασίας τοὺς νομιζομένους
καθαριωτέρους μόνους ὑγιάζεσθαι, οὐδενὸς τῶν πολλῶν
<lb n="20"/> προσβάλλοντος τοῖς τοιοῖσδε βρώμασιν, ἀπὸ δὲ τῆς
τοιᾶδε τὰ πλήθη τῶν ἀνθρώπων ὑγιεινότερον διάγειν·
τίνας μᾶλλον τοῦ κοινωνικοῦ ἕνεκεν ἀποδεξόμεθα τῶν
ὑγιεινῶν βρωμάτων χάριν; ἆρά γε τοὺς τοῖς λογίοις
χρησίμως αὐτὰ σκευάζοντας, ἢ τοὺς τοῖς πλήθεσι; τῆς
<lb n="25"/> ἴσης (δεδόσθω γὰρ) ὑγιείας καὶ εὐεξίας ἐγγινομένης ἀπὸ τῶν
οὑτωσὶ σκευασθέντων ἢ οὑτωσὶ, ἀλλὰ φανερὸν ὅτι αὐτὸ
<note type="marginal">737</note> τὸ φιλάνθρωπον καὶ τὸ κοινωνικὸν ὑποβάλλει, κοινωφελέστερον
εἶναι ἰτρὸν τὸν τῆς τῶν πολλῶν ὑγιείας προνοησάμενον,
ἤπερ τὸν τῆς τῶν ὀλίγων μόνον.</p></div><div type="textpart" subtype="section" n="10"><lb n="30"/><p>10. Εἷ νενόηται δὴ τὸ παράδειγμα, μεταβιβαστέον
αὐτὸ ἐπὶ τὴν ποιότητα τῆς τῶν λογικῶν ζώων λογικῆς τροφῆς.
<note type="footnote">7 λογίοις] λόγοις U+05D0 10 ὑγιαῖνον U+05D0 12 μανθάνοντες U+05D0
18 διδοῖτο] cοniecit Boherellus; διδῶτο U+05D0; διδότω Α BC om. τοὺς U+05D0
25 δεδόσθω γὰρ] γὰρ δεδόσθω ABC 29 om. τιῶν</note>

<pb n="78"/>
καὶ ὅρα εἰ μὴ Πλάτων μὲν καὶ οἱ ληνῶν σοφοὶ, <note type="marginal">U+05D0ABC</note>
ἐν οἶς λέγουσι καλῶς, παραπλήσιοί εἰσι τοῖς προνοησαμένοις
ἰατροῖς τῶν καθαριωτέρων εἶναι νομιζομένων μόνων,
τοῦ πλήθους δὲ τῶν ἀνθρώπων καταφρονησάντων οἱ δὲ ἐν
Ἰουδαίοις προφῆται καὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ, οἱ μακρὰν <lb n="5"/>
χαίρειν εἰπόντες τῇ ποικίλῃ τῶν λέξεων συνθέσει καὶ τῇ,
<note type="marginal">1 Co ii 5; cf. i 26; 2</note> ὡς ὠνόμασεν ἡ γραφὴ, σοφίᾳ ἀνθρώπων καὶ σοφίᾳ κατὰ
<note type="marginal">Co i 12</note> σάρκα, τὴν γλῶσσαν αἰνισσομένη, ὁμοιωθεῖεν ἂν τοῖς τὴν
αὐτήν τῶν βρωμάτων ποιότητα ὑγιεινοτάτην προνοησαμένοις
συνθέσει λέξεων σκευάσαι καὶ εὐτρεπίσαι φθανούσῃ <lb n="10"/>
ἐπὶ τὰ πλήθη τῶν ἀνθρώπων καὶ μὴ ξενιζούσῃ τὴν διάλεκτον
αὐτῶν, μηδὲ διὰ τοῦ ξενισμοῦ ἀποστρεφούσῃ
ἀκούειν ὡς ἀσυνήθων τῶν τοιῶνδε διαλέξεων. καὶ γὰρ
εἴπερ πρόκειται τῷ, ἴνʼ οὕτως ὀνομάσω, λογικῷ βρώματι
ἀνεξίκακον καὶ πρᾶον ποιῆσαι τὸν ἐμφαγόντα· πῶς οὐ <lb n="15"/>
βέλτιον συνεσκευασμένος εἶη ἂν λόγος ὁ πλήθη ἀνεξικάκων
καὶ πράων κατασκευάζων ἢ προκοπτόντων γε ἐπὶ ταύτας τὰς
ἀρετὰς, παρὰ τὸν πάνυ ὀλίγους καὶ εὐαριθμήτους, ἵνα καὶ
τοῦτο δοθῇ, ἀνεξικάκους καὶ πράους ποιοῦντα; ὥσπερ δὲ
εἰ ὀ <del>Πλάτων</del> τοὺς αἰγυπτιάζοντας ἢ τοὺς συριάζοντας <lb n="20"/>
ὠφελεῖν ὑγιέσι δόγμασιν ἐβούλετο Ἕλλην τυγχάνων·,
προενοήσατο ἂν μαθεῖν τὰς τῶν ἀκουσομένων διαλέκτους
καὶ, ἐς Ἕλληνες ὀνομάζουσι, βαρβαρίζειν μᾶλλον ὑπὲρ
τῆς Αἰγυπτίων καὶ Σύρων βελτιώσεως Ἕλλην μένων
μηδὲν δύνασθαι χρήσιμον λέγειν Αἰγυπτίοις καὶ Σύροις· <lb n="25"/>
οὕτως ἡ προνοουμένη θεία φύσις οὐ τῶν πεπαιδεῦσθαι
νομιζομένων μόνον τὰ Ἑλλήνων, ἀλλὰ καὶ τῶν λοιπῶν
Ἑλλήνων, συγκατέβη τῇ ἰδιωτείᾳ τοῦ πλήθους τῶν ἀκροωμένων,
ἴνα ταῖς συνήθεσιν αὐτοῖς χρησαμένη λέξεσι προκα-
<note type="footnote">3 μόνον A B 4 om. δὲ (pr.) U+05D0 καταφρονήσασιν C 5 μα-
κρὰ ABC 8 αἰνισσομένη] Ba Ε; αἰνισσόμενοι U+05D0 ΑΒ* C ὁμοι-
ωθεῖεν ἄν] ὁμοιωθεῖσαν U+05D0 13 τοιῶνδε] τοιούτων Α BC 16 συ-
σκευασάμενος U+05D0 18, 19 om. καὶ τοῦτο U+05D0 20 πλατων] supplevi
e conjecture 21 ἐβούλετο] βουλόμενος C 24 μένων] μὲν
ὡς 25 χρήσιμον δύνασθαι A BC 26 προνοησαμένη ABC
27, 28 om. ἀλλὰ καὶ τῶν λοιπῶν ἐλλήνων A BCs</note>

<pb n="79"/>
<note type="marginal">U+05D0ABC</note> λέσηται ἐπὶ ἀκρόασιν τὸ τῶν ἰδιωτῶν πλῆθος, δυνάμενον
ἐξ εὐχεροῦς μετὰ τήν ἅπαξ γενομένην εἰσαγωγήν φιλοτιμήσασθαι
πρὸς τὸ καὶ βαθύτερα τῶν κεκρυμμένων νοημάτων
ἐν ταῖς γραφαῖς καταλαβεῖν. καὶ τῷ τυχόντι γὰρ δῆλον
<lb n="5"/> ταύτας ἀναγινώσκοντι, ὅτι πολλὰ βαθύτερον τοῦ αὐτόθεν
ἐμφαινομένου ἔχειν δύναται νοῦν, τοῖς ἀνατιθεῖσιν ἑαυτοὺς
τῇ ἐξετάσει τοῦ λόγου φανερούμενον, καὶ φανερούμενον
<note type="marginal">738</note> κατὰ τὴν ἀναλογίαν τῆς εἰς τὸν λόγον σχολῆς καὶ εἰς τὴν
ἄσκησιν αὐτοῦ προθυμίας.</p></div><div type="textpart" subtype="section" n="11"><lb n="10"/><p>11. Οὐκοῦν κατεσκεύασται ὅτι, ὥς φησι Κέλσος,
ἀγροικότερον εἰπὼν ὁ Ἰησοῦς· Τῷ τύπτοντί σε εἰς τὴν <note type="marginal">Lc vi 29</note>
σιαγόνα πάρεχε καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι <note type="marginal">Mt v 40</note>
καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες καὶ τὸ ἱμάτιον· βιωφελέστερον
κεκίνηκε τὸν λόγον καὶ παρέστησεν οὕτως
<lb n="15"/>εἰπών, ἢ ὡς ἐν τῷ Κρίτωνι Πλάτων, οὖ μηδʼ ἀκούειν ἰδιῶται
δύνανται, ἀλλὰ μόγις οἱ τὰ ἐγκύκλια πρὸ τῆς σεμνῆς Ἑλλήνων
φιλοσοφίας μεμαθηκότες. κατανοητέον δὲ καὶ ὅτι
οὐ παραφθείρεται ὁ περὶ ἀνεξικακίας νοῦς ὑπὸ τῆς τῶν
λέξεων εὐτελείας, ἀλλὰ καὶ ἐν τούτῳ συκοφαντεῖ τὸν λόγον
<lb n="20"/> λέγων ὁ Κέλσος· ‘ Ἀλλὰ τῶνδε μὲν πέρι καὶ ἄλλων, ὅσα
παραφθείρουσιν, ἀρκείτω τὰ εἰρημένα.'</p></div><div type="textpart" subtype="section" n="12"><head>Καὶ ἐ τῶ ς΄ πάλ τόμῳ, πρὸc τὸν λυcειλὲc τo
cῶμα το κυριου λέγοντα Κέλcον οὓτωU+03F2.</head><note type="marginal">688</note><p>12. Ἐξῆς δὲ τούτοις λέγει, ὁ Κέλσος δηλονότι·
<lb n="25"/> ‘ Ἐπειδὴ θεῖον πνεῦμα ἦν ἐν σώματι, πάντως τι παραλλάττειν
αὐτὸ τῶν λοιπῶν ἐχρῆν, ἢ κατὰ μέγεθος ἢ κάλλος ἢ
<note type="marginal">689</note>ἀλκὴν ἢ φωνὴν ἢ κατάπληξιν ἢ πειθώ. ἀμήχανον γὰρ ὅτῳ
<note type="footnote">5, 6 πολὺν τοῦ αὐτόθεν ἐμφ.βαθύτερον 6 ἑαυτοὺς] αὐτοὺς U+05D0
7 φανερούμενον καὶ] BC: καὶ A; om.  8 ἀναλογίαν] ἀνάλογον
U+05D0 10 ὥς φησι κέλσος] ὥς φησιν ὁ κέλσος AC; ὁ ὥς φησιν ὁ κέλσος
B 11 om. ὁ ἰησοῦς ABC 20 ὁ κέλσος λέγων Α ΑΒC
24 C. Cels. vi. 75 om. δὲ U+05D0 ὁ κέλσος δηλονότι] ὅτι U+05D0
26 αὐτὸ] αὐτὸν om. ἦ ante κατὰ 27 ὅτῳ] ὦ τὸ ABC</note>

<pb n="80"/>
θεῖόν τι πλέον τῶν ἄλλων προσῆν μηδὲν ἄλλου διαφέρειν· <note type="marginal">U+05D0ABC</note>
τοῦτο δὲ οὐδὲν ἄλλου διέφερεν, ἀλλʼ, ὥς φασι, μικρὸν καὶ
δυσειδὲς καὶ ἀγεννὲς ἦν.᾿ φαίνεται δὴ καὶ ἐν τούτοις ὅτι,
ἐὰν μὲν κατηγορεῖν θέλῃ τοῦ Ἰησοῦ, ὡς πιστεύων ταῖς παρέχειν
δοκούσαις αὐτῷ γραφαῖς ἀφορμὰς κατηγορίας λέγει τὰ <lb n="5"/>
ἀπʼ αὐτῶν · ὅπου δὲ κατὰ τὰς αὐτὰς γραφὰς δόξαι ἄν τις τὰ
ἐναντία λέγεσθαι τοῖς εἰς κατηγορίαν παραλαμβανομένοις,
ταῦτα οὐδὲ προσποιεῖται εἰδέναι. ὁμολογουμένως τοίνυν
γέγραπται τὰ περὶ τοῦ δυσειδὲς γεγονέναι τὸ τοῦ Ἰησοῦ
σῶμα· οὐ μὴν ὡς ἐκτέθειται καὶ ἀγεννές· οὐδὲ σαφῶς <lb n="10"/>
δηλοῦται ὅτι μικρὸν ἦν. ἔχει δὲ ἡ λέξις οὕτω παρὰ τῷ
Ἠσαΐᾳ ἀναγεγραμμένη, προφητεύοντι αὐτὸν ἐπιδημήσοντα
τοῖς πολλοῖς οὐκ ἐν ὡαίῳ εἴδει οὐδέ τινι ὑπερέχοντι κάλλει·
<note type="marginal">Ιs liii I ff.</note> Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων
κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ, ὡς <lb n="15"/>
παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ. οὐκ ἔστιν εἶδος αὐτῷ
<del>οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος</del> οὐδὲ
κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς
υἱοὺς τῶν ἀνθρώπων. ἄρʼ οὖν τούτων μὲν Κέλσος ἤκουεν,
ἐπεὶ ὤετο αὐτῷ χρήσιμα εἶναι εἰς τὸ κατηγορεῖσθαι τὸν <lb n="20"/>
Ἰησοῦν· οὐκέτι δὲ προσέσχε τοῖς λεγομένοις ἐν τεσσαρακοστῷ
τετάρτῳ ψαλμῷ, τῷ ὑπὲρ τοῦ ἀγαπητοῦ, τίνα τρόπον
<note type="marginal">Ρs xlv (xliv) 4 f.</note> λέγεται· Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου,
δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον <note type="marginal">690</note>
καὶ κατευοδοῦ καὶ βασίλευε.</p></div><div type="textpart" subtype="section" n="13"><p>13. Ἔστω δὲ μὴ ἀνεγνωκέναι αὐτὸν τὴν προφητείαν,
ἢ ἀνεγνωκότα περιεσπᾶσθαι ὑπὸ τῶν παρερμηνευόντων
αὐτὴν, ὡς οὐ περὶ Ἰησοῦ Χριστοῦ προφητευομένην· τί
<note type="marginal">cf. Mt xvii 1 f.</note>φήσει καὶ περὶ τοῦ εὐαγγελίου, ἐν ᾦ ἀναβὰς εἰς τὸ
ὑφηλὸν ὄρος μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν καὶ <lb n="30"/>
<note type="footnote">2 τοῦτο δὲ] τὸ δέ γε ΑBC 5 δοκούσαις αὐτῶ] αὐτὸ δοκούσαις
Α; αὐτῶ δοκούσαις BC 6 om. τις ABC 11 om. τῶ ABC
16 πεδίον U+05D0 17 οὐδέ δόξα- εἴχεν εἴδος] om. U+05D0ABC ; sed cl. infra
p.81 l. 3 18 ἄτιμον] +καὶ ABC 19 ἤκουσεν ABC 22 om.
τῶ ὑπὲρ τοῦ ἀγαπητοῦ U+05D0 24 ἔντειναι U+05D0 29 om. τὸ</note>

<pb n="81"/>
<note type="marginal">U+05D0ABC</note> ὥφθη ἐν δόξῃ· ὅτε καὶ Μωσῆς καὶ Ἡλίας ὀφθέντες ἐν δόξῃ <note type="marginal">Lc ix 30 f.</note>
ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἰερουσαλήμ;
ἢ ἐὰν μὲν προφήτης λέγῃ· Εἴδομεν αὐτὸν, καὶ οὐκ <note type="marginal">Ιs liii 2</note>
εἶχεν εἶδος οὐδὲ κάλλος, καὶ τὸ ἔξῆς· καὶ ὁ Κέλσος παραδέχεται
<lb n="5"/> τὴν προφητείαν ταύτην ἐπὶ τὸν Ἰησοῦν ἀναφέρεσθαι,
τυφλώττων περὶ τὴν παραδοχὴν τοῦ λεγομένου, καὶ
οὐχ ὁρῶν ὅτι μεγάλη κατασκευή ἐστι τοῦ τὸν ἄμορφον
εἶναι δοκοῦντα Ἰησοῦν υἱὸν εἶναι θεοῦ, τὸ πρὸ πολλῶν ἐτῶν
τῆς γενέσεως αὐτοῦ πεπροφητεῦσθαι καὶ περὶ τοῦ εἶδους
<lb n="10"/> αὐτοῦ· ἐὰν δὲ ἄλλος προφήτης ὡραιότητα καὶ κάλλος εἶναι
λέγῃ περὶ αὐτόν, οὐκέτι βούλεται τὴν προφητείαν εἰς Ἰησοῦν
Χριστὸν ἀναφέρεσθαι; καὶ εἰ μὲν σαφῶς ἢν ἀπὸ τῶν
εὐαγγελίων λαβεῖν, ὅτι οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ
τὸ εἶδος αὐτοῦ ἄτιμον ἦν, ἐκλεῖπον παρὰ τοὺς υἴοὺς τῶν
<lb n="15"/> ἀνθρώπων· εἴποι ἄν τις οὐ κατὰ τὸ προφητικόν εἰρηκέναι
ταῦτα τὸν Κέλσον, ἀλλὰ κατὰ τὸ εὐαγγελικόν. νυνὶ δὲ
οὔτε τῶν εὐαγγελίων, ἀλλʼ οὐδὲ τῶν ἀποστόλων ἐμφαινόντων
ὅτι οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· σαφὲς ὅτι τὸ ἀπὸ τῆς
προφητείας ἀναγκάζεται παραδέχεσθαι ὡς ἀληθευόμενον
<lb n="20"/> περὶ Χριστοῦ· ὅπερ οὐκέτι ἐπιτρέπει τὰς περὶ Ἰησοῦ κατηγορίας
προβαίνειν.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>