<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.12.1-2.14.1</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1:2.12.1-2.14.1</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="12"><div type="textpart" subtype="section" n="1"><head>Πρὸc το μὴ ἐκκακεῖν ἐν τῆ ἀναγνώU+03F2ει τῆc θείαc <note type="marginal">ABC</note>
γραφῆU+03F2 τὸν μὴ cυνιέντα τὸ cκοτεινόν τῶν ἐν αὐτῇ
αἰνιγμάτων καὶ παραβολῶν. ἀπὸ τῆU+03F2 κ΄ ὁμιλίαU+03F2 τῆc
εἰc τὸν Ἰηcοῦκ τὸν ναυῆ.</head><p>1. μὲν ἄκρα ὠφέλεια ἀπὸ τῶν τοιούτων ἀναγνωσμάτων  <lb n="5"/>
ῷ δυναμένῳ νοῆσαι τὴν ἀληθῆ κληροδοσίαν ἀπὸ Ἰησοῦ
μςριζομένην τοῖς υἱοῖς Ἰσραὴλ γίνεται, καὶ τῷ οἶῳ τε γενομένῳ
ἀναβῆναι ἐπὶ τὴν γῆν τὴν ἁγίαν, τὴν ἀληθινὴν, τήν
ὄντως ἀγαθὴν, καὶ ἐφαρμόσαι ἐκ τῆς ὀνομασίας τῶν εἰρημένων
τῇ διαφορᾷ τῶν κληρονομούντων τὰ κατὰ τοὺς τόπους <lb n="10"/>
λεγόμενα. ἐπεὶ δὲ δύσκολόν ἐστιν εὑρεῖν τὸν οὕτως ὠφελούμενον,
βουλόμεθα παραμυθήσασθαι τοὺς ἀκούοντας μὴ ἐκκακεῖν
ἐπὶ ταῖς ἀναγνώσεσι. τίς οὖν ἡ παραμυθία ὑπὲρ
τοῦ μὴ ἐκκακεῖν τὸν ἀκούοντα τῶν τοιούτων ἀναγνωσμάτων,
λεκτέον. ὥσπερ τοίνυν αἱ ἐπῳδαὶ δύναμίν τινα ἔχουσι <lb n="15"/>
φυσικὴν, καὶ μὴ νοῶν ὁ κατεπαδόμενος λαμβάνει τι ἐκ τῆς
ἐπῳδῆς, κατὰ τὴν φύσιν τῶν φθόγγων τῆς ἐπῳδῆς, εἴτε εἰς
βλάβην εἴτε εἰς ἴασιν σώματος ψυχῆς ἑαυτοῦ· οὗτω μοι
νόει πάσης ἐπῳδῆς δυνατωτέραν εἶναι τὴν ὀνομασίαν τῶν ἐν
ταῖς θείαις γραφαῖς ὀνομάτων. εἰσὶ γάρ τινες δυνάμεις ἐν <lb n="20"/>
ἡμῖν, ὦν αἱ μὲν κρείττονες διὰ τούτων τῶν οἱονεὶ ἐπῳδῶν
τρέφονται συγγενεῖς οὗσαι αὐταῖς, καὶ ἡμῶν μὴ νοούντων
ἐκείνας τὰς δυνάμεις νοούσας τὰ λεγόμενα δυνατωτέρας ἐν
ἡμῖν γίνεσθαι πρὸς τὸ συνεργεῖν τῷ ἡμετέρῳ βίῳ. ὅτι γὰρ
ἔστι τινὰ ἐν ἠμῖν ἀόρατα, καὶ πολλά γε ταῦτα, δηλώσει ὄ <lb n="25"/>
<note type="marginal">Ps ciii (cii) 1</note> εἰπὼν φαλμός· Εὐλόγει ἡ ψυχή μου τὸν κύριον, καὶ πάντα
τὰ ἐντός μου τὸ ὄνομα τὸ ἄγιον αὐτοῦ. ἔστιν οὖν πλῆθός
τι ἐν ἡμῖν δυνάμεων κεκληρωμένων ἡμῶν τὰς ψυχὰς καὶ τὰ
σώματα· αἵτινες, ἐὰν ὧσιν ἄγιαι, τῆς γραφῆς ἀναγινωσκο-
<note type="footnote">1 Ru. ΙΙ. 442 13 om. ἡ B 28 κεκληρωμένον B</note>

<pb n="63"/>
<note type="marginal">ABC</note> μένῃς ὠφελοῦνται καὶ γίνονται ἰσχυρότεραι, κἂν ὀ νοῦς
ἠμῶν ἄκαρπος ᾖ. ὡς γέγραπται περὶ τοῦ γλώσσῃ λαλοῦντος,
ὅτι Τὸ πνεῦμά μου προσεύχεται, ὀ δὲ νοῦς μου ἄκαρπός <note type="marginal">1 Co xiv 14</note>
ἐστι. νόει οὖν μοι ὅτι ποτὲ τοῦ ἐν ἡμῖν νοῦ ἀκάρπου ὄντος
<lb n="5"/> αἱ δυνάμεις αἱ συνεργοῦσαι τῇ ψυχῇ καὶ τῷ νῷ καὶ πᾶσιν
ἡμῖν τρέφονται λογικῇ τῇ ἀπὸ τῶν ἴερῶν γραμμάτων καὶ
τῶν ὀνομάτων τούτων τροφῇ, καὶ τρεφόμεναι δυνατώτεραι
γίνονται πρὸς τὸ ἡμῖν συνεργεῖν· ὥσπερ δὲ αἱ κρείττους
δυνάμεις οἱονεὶ κατεπάδονται καὶ ὠφελοῦνται, καὶ γίνονται
<note type="marginal">443</note> δυνατώτεραι ἀπὸ τῶν τοιούτων γραμμάτα· καὶ ὀνομότων,
οὐτως αἱ ἀντικείμεναι δυνάμεις τῶν ἐν ἡμῖν οἱονεὶ καθέλκονται
καὶ νικῶνται ἀπὸ τῶυ τοῦ θεοῦ ἐπῳδῶν, καὶ νικώμεναι
κοιμίζονται.</p></div><div type="textpart" subtype="section" n="2"><p>2. Καὶ εἴ ποτέ τις ὑμῶν ἑώρακεν ἀπὸ ἐπῳδῶν ἀσπίδα
<lb n="15"/> κοιμιζομένην, ἢ ἄλλο τι τούτων τῶν ἰοβόλων, ἐκεῖνο τὸ
παράδειγμα λαβέτω εἰς τὴν γραφήν· ἧς ἀναγινωσκομένης
καὶ μὴ νοουμένης, ἐνίοτε ἀκηδιᾷ καὶ ἐκκακεῖ ὁ ἀκροατής· καὶ
πιστευέτω ὅτι αἱ ἐν αὐτῷ ἀσπίδες καὶ αἱ ἐν αὐτῷ ἔχιδναι
ἀτονώτεραι γίνονται ἀπὸ τῶν φαρμάκων τῶν φαρμακευόντων,
<lb n="20"/> οἶον παρὰ σοφοῦ Μωσῆ, παρὰ σοφοῦ Ἰησοῦ, παρὰ σοφῶν
τῶν ἀγίων προφητῶν. μὴ ἐκκακῶμεν οὖν ἀκούοντες γραφῶν,
ἂς οὐ νοοῦμεν· ἀλλὰ γενηθήτω ἡμῖν κατὰ τὴν πίστιν <note type="marginal">cf. Mt ix 29</note>
ἡμῶν, ἣν καὶ πιστεύομεν, ὅτι πᾶσα γραφὴ θεόπνευστος οὗσα <note type="marginal">cf. 2 Τi iii 16</note>
ὠφέλιμός ἐστι. τὸ γὰρ ἓν τῶν δύο δεῖ σε παραδέξασθαι ἐπὶ
<lb n="25"/> τούτων τῶν γραφῶν, ἢ ὅτι οὔκ εἰσι θεόπνευστοι ἐπεὶ οὐκ
εἰσιν ὀφέλιμοι, ὢς ὑπολαμβάνοι ἄν ὀ ἄπιστος· ἦ, ὡς πιστὸς,
παραδέξασθαι ὅτι ἐπεί εἰσιν θεόπνευστοι ὠφέλιμοί εἰσιν.
ἰστέον μέντοι γε ὅτι καὶ ἀνεπαισθήτως ἡμῶν πολλάκις
γίνεται ἡ ὠφέλεια, οἶον πολλάκις τροφήν τινα διατασσόμεθα
<lb n="30"/> ἐσθίειν ὀξυδερκικὴν, καὶ οὐ δήπου ἐν τῷ ἐσθίειν
αἰσθανόμεθα ὅτι ὠφελούμεθα τὸν ὀφθαλμὸν, ἀλλʼ ἠμέρας
διαγενομένης δευτέρας καὶ τρίτης, ἡ ἀνάδοσις τῆς τροφῆς
<note type="footnote">11 δυνάμεις τῶν ἐν ἡμῖν] τῶν ἐν ἡμῖν δυνάμεων AC 15 om. τὸ
AC 27 θεόπνευστοι ὠφέλιμοί] ώφέλιμοι θεόπνευστοί AC</note>

<pb n="64"/>
τῆς ὠφελούσης τὸν ὀφθαλμὸν ποιεῖ ἡμᾶς τῇ πείρᾳ πιστεῦσαι, <note type="marginal">ABC</note>
ὅτι τὸν ὀφθαλμὸν ὠφελήμεθα. ἀλλὰ καὶ ἐπʼ ἄλλων
τροφῶν ὠφελουσῶν τινὰ μέλη τοῦ σώματος τοῦτο ἔστιν
ἰδεῖν. οὗτω τοίνυν πίστευε καὶ περὶ τῆς θείας γραφῆς, ὅτι
ὠφελεῖταί σου ή ψυχὴ, κἂν μὴ ὁ νοῦς τὸν καρπὸν λαμβάνῃ <lb n="5"/>
τῆς ὠφελείας τῆς ἀπὸ τῶν γραμμάτων, ἐκ μόνης ψιλῆς τῆς
ἀναγνώσεως. τὰ γὰρ ἐν ἡμῖν ἐπᾴδεται, καὶ τὰ μὲν κρείττονα
τρέφεται τὰ δὲ χείρονα καταργεῖται.</p></div></div><div type="textpart" subtype="chapter" n="13"><head>XIII.</head><div type="textpart" subtype="section" n="1"><head>Πότε καὶ τίcι τὰ άπὸ φιλοcοφίαc μαθήματα χρήcιμα
εἰc τὴν τῶν ἰερῶν γραφῶ λιήγηcιν, μετὰ <lb n="10"/>
γραφικῆU+03F2 μαρτυρίαc.</head><p>1. Χαῖρε ἐν θεῷ, κύριέ μου σπουδαιότατε καὶ αἰδεσιμώτατε
υἱὲ γρηγόριε, παρὰ Ὠριγένους. ἡ εἰς σύνεσιν.
ὡς οἶσθα, εὐφυΐα ἔργον φέρειν δύναται ἄσκησιν προσλαβοῦσα,
ἄγον ἐπὶ τὸ κατὰ τὸ ἐνδεχόμενον, ἴνʼ οὕτως ὀνομάσω, <lb n="15"/>
τέλος ἐκείνου, ὅπερ ἀσκεῖν τις βούλεται. δύναται οὖν
ή εὐφυΐα σου Ῥωμαίων σε νομικὸν ποιῆσαι τέλειον, καὶ
Ἑλληνικόν τινα φιλόσοφον τῶν νομιζομένων ἐλλογίμων
αἱρέσεων. ἀλλʼ ἐγὼ τῇ πᾶσῃ τῆς εὐφυΐας δυνάμει σου
ἐβουλόμην καταχρήσασθαί σε, τελικῶς μὲν εἰς χριστιανι· <lb n="20"/>
σμόν, ποιητικῶς δέ. διὰ τοῦτʼ ἄν ηὐξάμην παραλαβεῖν σε
καὶ φιλοσοφίας Ἑλλήνων τὰ οἱονεὶ εἰς χριστιανισμὸν δυνάμενα
γενέσθαι ἐγκύκλια μαθήματα ἢ προπαιδεύματα, καὶ
τὰ ἀπὸ γεωμετρίας καὶ ἀστρονομίας χρήσιμα ἐσόμενα εἰς
τὴν τῶν ἱερῶν γραφῶν διήγησιν ἵνʼ, ὅπερ φασὶ φιλοσόφων <lb n="25"/>
παῖδες περὶ γεωμετρίας καὶ μουσικῆς, γραμματικῆς τε
καὶ ῥητορικῆς καὶ ἀστρονομίας, ὡς συνερίθων φιλοσοφίᾳ,
<note type="footnote">9 Ru. I. 30 16 ἀσκεῖν] ἀρκεῖν B 17 ῥωμαίων] AB*C
ῥωμαῖον Bcorr. pri man E ποιῆσαι] ποιεῖν AC</note>

<pb n="65"/>
<note type="marginal">ABC</note> τοῦθʼ ἡμεῖς εἴπωμεν καὶ περὶ αὐτῆς φιλοσοφίας πρὸς
χριστιανισμόν.</p></div><div type="textpart" subtype="section" n="2"><p>2. Καὶ τάχα τοιοῦτό τι αἰνίσσεται τὸ ἐν Ἐξόδῳ
γῃαμμένον ἐκ προσόπου τοῦ θεοῦ, ἴνα λεχθῇ τοῖς υἱοῖς
<lb n="5"/> Ἰσραὴλ αἰτεῖν παρὰ γειτόνων καὶ συσκήνων σκεύη ἀργυρᾶ <note type="marginal">Ex. xi 2: xii 35 f.</note>
καὶ χρυσᾶ καὶ ἱματισμόν· ἴνα σκυλεύσαντες τοὺς Αἰγυπτίους
εὐρωσιν ὕλην πρὸς τὴν κατασκευὴν τῶν παραλαμβανομένων
εἰς τὴν πρὸς θεὸν λατρείαν. ἐκ γὰρ ὧν ἐσκύλευσαν
<note type="marginal">31</note> τοὺς Αἰγυπτίους οἱ υῖοὶ Ἰσραὴλ, τὰ ἐν τοῖς ἀγίοις τῶν
<lb n="10"/> ἀγίων κατεσκεύασται, ἡ κιβωτὸς μετὰ τοῦ ἐπιθέματος καὶ
τὰ χερουβὶμ καὶ τὸ ἱλαστήριον καὶ ἡ χρυσῆ στάμνος ἐν ἢ
ἀπέκειτο τὸ μάννα τῶν ἀγγέλων ὁ ἄρτος. ταῦτα μὲν οὖν
ἀπὸ τοῦ καλλίστου τῶν Αἰγυπτίων εἰκὸς γεγονέναι χρυσοῦ·
ἀπὸ δὲ δευτέρου τινὸς παρʼ ἐκεῖνον ἡ στερεὰ δἰ ὅλου χρυσῆ
<lb n="15"/> λυχνία, πλησίον τοῦ ἐσωτέρου καταπετάσματος, καὶ οἱ ἐπʼ
αὐτῆς λύχνοι, καὶ ἡ χρυσῆ τράπεζα ἐφʼ ἦς ἦσαν οἱ ἄρτοι
τῆς προθέσεως, καὶ μεταξὺ ἀμφοτέρων τὸ χρυσοῦν θυμιατήριον.
εἰ δέ τις ἦν τρίτος καὶ τέταρτος χρυσὸς, ἐξ ἐκείνου
κατεσκευάζετο τὰ σκεύη τὰ ἅγια. καὶ ἀπὸ ἀργύρου δὲ
<lb n="20"/> Αἰγυπτίου ἄλλα ἐγίνετο· ἐν Ἀἰγύπτῳ γὰρ παροικοῦντες οἱ
υἳοὶ Ἰσραὴλ τοῦτο ἀπὸ τῆς ἐκεῖ παροικίας κεκερδήκασι, τὸ
εὐπορῆσαι τοσαύτης ὕλης τιμίας εἰς τὰ χρήσιμα τῇ λατρείᾳ
τοῦ θεοῦ. ἀπὸ δὲ Αίγυπτίων ματισμοῦ εἰκὸς γεγονέναι
ὅσα ἐδεήθη ἔργων, ὡς ὠνόμασεν ἡ γραφὴ, ῥαφιδευτῶν, <note type="marginal">Εx xxvii 16</note>
<lb n="25"/> συρραπτῶν, τῶν ῥαφιδευτῶν μετὰ σοφίας θεοῦ, τὰ τοιάδε
ἱμάτια τοῖς τοιοισδὶ, ἴνα γένηται τὰ καταπετάσματα, καὶ αἱ
αὐλαῖαι αἱ ἐξωτέρω καὶ ἐσωτέρω.</p></div><div type="textpart" subtype="section" n="3"><p>3. Καὶ τί με δεῖ ἀκαίρως παρεκβαίνοντα κατασκευάζειν
εἰς ὅσα χρήσιμά ἐστι τοῖς υἱοῖς Ἰσραὴλ τά ἀπὸ
<lb n="30"/> Αἰγύπτου παραλαμβανόμενα, οἶς Αἰγύπτιοι μὲν οὐκ εἰς δέον
ἐχρῶντο, Ἑβραῖοι δὲ διὰ τὴν τοῦ θεοῦ σοφίαν εἰς θεοσέβειαν
<note type="footnote">23 αἰγυπτίων] αἰγυπτίου AC 26 τοιοισδὶ] τοιούτοις δεῖ B
27 αὐλαῖαι] conjecit Tarinus ; αὐλαὶ ABC; cf. Ex. xxvi. 4 29 εἰς
ὅσα] ἴσως ἄ B</note>

<pb n="66"/>
ἐχρήσαντο; οἶδεν μέντοι ἡ θεία γραφή τισι πρὸς <note type="marginal">ABC</note>
κακοῦ γεγονέναι τὸ ἀπὸ τῆς γῆς τῶν υἱῶν Ἰσραὴλ εἰς Αἴγυπτον
καταβεβηκέναι· αἰνισσομένη ὅτι τισὶ πρὸς κακοῦ
γίνεται τὸ παροικῆσαι τοῖς Αἰγυπτίοις, τουτέστι τοῖς τοῦ <lb n="5"/>
κόσμου μαθήμασι, μετὰ τὸ ἐντραφῆναι τῷ νόμῳ τοῦ θεοῦ
<note type="marginal">1 Reg xi 14 ff.</note> καὶ τῇ Ἰσραηλιτικῇ εἰς αὐτὸν θεραπείᾳ. Ἄδερ γοῦν ὀ
Ἰδουμαῖος, ὅσον μὲν ἐν τῇ γῇ τοῦ Ἰσραὴλ ἦν, μὴ γευόμενος
τῶν Αἰγυπτίων ἄρτων, εἴδωλα οὐ κατεσκεύαζεν· ὅτε δὲ
ἀποδρὰς τὸν σοφὸν Σολομῶντα κατέβη εἰς Αἴγυπτον, ὡς
ἀποδρὰς ἀπὸ τῆς τοῦ θεοῦ σοφίας, συγγενής γέγονε τῷ <lb n="10"/>
Φαραὼ, γήμας τὴν ἀδελφὴν τῆς γυναικός αὐτοῦ, καὶ τεκνοποιῶν
τὸν τρεφόμενον μεταξὺ τῶν παίδων τοῦ Φαραώ.
διόπερ, εἰ καὶ ἐπανελήλυθεν εἰς τὴν γῆν Ἰσραὴλ, ἐπὶ τῷ
διασχίσαι τὸν λαὸν τοῦ θεοῦ ἐπανελήλυθε, καὶ ποιῆσαι
<note type="marginal">1 Reg xii 28f.</note> αὐτοὺς εἰπεῖν ἐπὶ τῇ χρυσῇ δαμάλει· Οὗτοί εἰσιν οἱ θεοί <lb n="15"/>
σου, Ἰσραὴλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. κἀγὼ
δὲ τῇ πείρᾳ μαθὼν εἴποιμʼ ἄν σοι, ὅτι σπάνιος μὲν ὅ τὰ
χρήσιμα τῆς Αἰγύπτου λαβὼν καὶ ἐξελθὼν ταύτης καὶ
κατασκευάσας τὰ πρὸς τὴν λατρείαν τοῦ θεοῦ· πολὺς δὲ
ὁ τοῦ Ἰδουμαίου Ἄδερ ἀδελφός. οὗτοι δέ εἰσιν οἱ ἀπό <lb n="20"/>
τινος Ἑλληνικῆς ἐντρεχείας αἱρετικὴ γεννήσαντες νοήματα,
καὶ οἱονεὶ δαμάλεις χρυσᾶς κατασκευάσαντες ἐν Βαιθὴλ, ὃ
ἑρμηνεύεται οἶκος θεοῦ. δοκεῖ δέ μοι καὶ διὰ τούτων ὁ <note type="marginal">32</note>
λόγος αἰνίσσεσθαι, ὅτι τὰ ἴδια ἀναπλάσματα ἀνέθηκαν
ταῖς γραφαῖς, ἐν αἷς οἰκεῖ λόγος θεοῦ, τροπικῶς Bαιθήλ <lb n="25"/>
καλουμέναις. τὸ δʼ ἄλλο ἀνάπλασμα ἐν Δάν φησιν ὀ
λόγος ἀνατεθεῖσθαι. τοῦ δὲ Δὰν τὰ ὅρια τελευταῖά ἐστι,
καὶ ἐγγὺς τῶν ἐθνικῶν ὀρίων· ὡς δῆλον ἐκ τῶν ἀναγεγραμμένων
ἐν τῷ τοῦ Ναυῆ Ἰησοῦ. ἐγγὺς οὖν εἰσὶν ἐθνικῶν
ὀρίων τινὰ τῶν ἀναπλασμάτων, ἅπερ ἀνέπλασαν οἱ τοῦ <lb n="30"/>
Ἄδερ, ὡς ἀποδεδώκαμεν, ἀδελφοί.</p></div><div type="textpart" subtype="section" n="4"><p>4. Σὺ οὖν, κύριε υἱὲ, προηγουμένως πρόσεχε τῇ τῶν
<note type="footnote">5 ἐντραφῆναι] ἐγγραφῆναι ΑC</note>

<pb n="67"/>
<note type="marginal">ABC</note> θείων γραφῶν ἀναγνώ σει· ἀλλὰ πρόσεχε. πολλῆς γὰρ
προσοχῆς ἀναγινόσκοντες τὰ θεῖα δεόμεθα· ἵνα μὴ προπετέστερον
εἶπωμέν τινα ἢ νοήσωμεν περὶ αὐτῶν. καὶ
προσέχων τῇ τῶν θείων ἀναγνώσει μετὰ πιστῆς καὶ θεῷ
<lb n="5"/> ἀρεσκούσης προλήψεως, κροῦε τὰ κεκλεισμένα αὐτῆς καὶ
ἀνοιγήσεταί σοι ὑπὸ τοῦ θυρωροῦ, περὶ οὗ εἶςεν ὁ Ἰησοῦς·
Τούτῳ ὁ θυρωρὸς ἀνοίγει. καὶ προσέχων τῇ θείᾳ ἀναγνώσει <note type="marginal">Jn x 3</note>
ὀρθῶς ζήτει καὶ μετὰ πίστεως τῆς εἰς θεὸν ἀκλινοῦς
τὸν κεκρυμμένον τοῖς πολλοῖς νοῦν τῶν θείων γραμμάτων.
<lb n="10"/> μὴ ἀρκοῦ δὲ τῷ κρούειν καὶ ζητεῖν· ἀναγκαιοτάτη γὰρ καὶ
ἠ περὶ τοῦ νοεῖν τὰ θεῖα εὐχή· ἐφʼ ἢν προτρέπων ὁ σωτὴρ
οὐ μόνον εἶπε τό· Κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· καὶ τό· <note type="marginal">Μt vii 7; Lc xi 9</note>
Ζητεῖτε καὶ εὑρήσετε· ἀλλὰ καὶ τό· Αἰτεῖτε καὶ δοθήσεται
ὑμῖν. ταῦτα ἀπὸ τῆς πρός σε ἐμοῦ πατρικῆς ἀγάπης
<lb n="15"/> τετόλμηται εἰ δʼ εὗ ἔχει τὰ τετολμημένα ἢ μὴ, θεός ἄν
εἰδείη καὶ ὁ χριστὸς αὐτοῦ καὶ ὀ μετέχων πνεύματος θεοῦ
καὶ πνεύματος χριστοῦ. μετέχοις δὲ σὺ, καὶ ἀεὶ αὔξοις τὴν
μετοχὴν, ἴνα λέγῃς οὐ μόνον τό. Μέτοχοι τοῦ χριστοῦ γεγόναμεν, <note type="marginal">He iii 14</note>
ἀλλὰ καί Μέτοχοι τοῦ θεοῦ γεγόναμεν.</p></div></div><div type="textpart" subtype="chapter" n="14"><head>XIV.</head><div type="textpart" subtype="section" n="1"><lb n="20"/><head>Ὅτι τοῖc θέλουU+03F2ι μὴ cφάλλεcθαι περὶ τὴν άλήθειαν
ἐν τῷ νοεῖν τὰc θείαc γραφάc ἀναγκαιότατ ἐcτι τὰ
ἂρμόζοντα εἰc τὴν χρῆU+03F2ιν εἰλέναι λογικὰ, ὧν ἀνευ
ριβειαU+03F2 U+03F2ημαινομένων οὐ λύνατα ὅ λεἴ τρόπον
παρίcταcθαι. γ΄ τόμο τῶν εἱc τὴν γένεU+03F2ιν.</head><lb n="25"/><p>1. Καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς <note type="marginal">Gen i 16 ff.</note>
μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας,
καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ
<note type="footnote">24 ἐμοῦ] μου AC 18 λέγης] λέγοις AC 20 Ru. II. 22
23 ἀκριβείας] ἀκμίβεια AC</note>

<pb n="68"/>
τοὺς ἀστέρας· καὶ ἔθετο αὐτοὺς ὁ θεός ἐν τῷ στερεώματι <note type="marginal">ABC</note>
τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς
ἡμέρας καὶ τῆς νυκτός. ζητητέον δὲ εἰ ταὐτόν ἐστι τό.
εἰς ἀρχὰς τῆς ἡμέρας τῷ· καὶ ἄρχειν τῆς ἡμέρας· καὶ τό·
εἰς ἀρχὰς τῆς νυκτός τῷ ἀπὸ κοινοῦ ἂν νοηθέντι· καὶ ἄρχειν <lb n="5"/>
τῆς νυκτός. καὶ ὁ Ἀκύλας γὰρ τὸ ἀνάλογον ἐτήρησε,
ποιήσας ἀντὶ μὲν τοῦ εἰς ἀρχάς, εἰς ἐξουσίαν· ἀντὶ δὲ τοῦ
καὶ ἄρχειν, ἐξουσιάζειν. φασὶ δὲ, οἶς ἐμέλησε τῆς τῶν
σημαινομένων ἐξετάσεως, ἐν τοῖς τόποις τοῖς ἔχουσι συζυγίαν
προσηγοριῶν καὶ κατηγορημάτων, προύφίστασθαι τὰ <lb n="10"/>
τυγχάνοντα τῶν προσηγοριῶν, καὶ ἐπιγίνεσθαι κατηγορήματα
παρὰ τὰς προσηγορίας. καὶ προσηγορίαν μὲν ἔχουσαν
κατηγόρημά φασιν, οἶον τὴν φρόνησιν, κατηγόρημα δὲ
εἶναι τὸ φρονεῖν· ὁμοίως προσηγορίαν τὴν σωφροσύνην,
κατηγόρημα δὲ τὸ σωφρονεῖν. καὶ προῦφίστασθαί φασι τὴν <lb n="15"/>
φρόνησιν, εἶτʼ ἐπιγίνεσθαι κατηγόρημα ἀπὸ φρονήσεως τὸ
φρονεῖν. ταῦτα δὲ, εἰ καὶ δόξομέν τισι παρὰ τὸ βούλημα
ποιεῖν τῆς γραφῆς, τετηρήκαμεν, ἐπεὶ ὁ μὲν ποιῶν τοὺς
φωστῆρας θεὸς ποιεῖ τὸν μὲν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας,
τὸν δὲ ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός· τίθεται δὲ αὐτοὺς ἐν <lb n="20"/>
τῷ στερεώματι τοῦ οὐρανοῦ οὐκέτι εἰς ἀρχὰς τῆς ἡμέρας
καὶ τῆς νυκτὸς, ἀλλʼ εἰς τὸ ἄρχειν τῆς ἡμέρας καὶ τῆς
νυκτός. τὸ γὰρ τεταγμένως καὶ ἀκολούθως τῷ τεχνολογουμένῳ
κατὰ τὸν τόπον προτετάχθαι τὰς προσηγορίας,
εἶτ᾿ ἐπιφέρεσθαι τὰ κατηγορήματα, κεκίνηκεν ἡμᾶς μήποτε <lb n="25"/>
τὸ πρᾶγμα καὶ παρὰ τῷ θεράποντι νενόηται οὑτως ἔχον, <note type="marginal">23</note>
καὶ μάλιστα ἐπεὶ καὶ ὁ κυριώτατα ἑρμηνεύειν φιλοτιμούμενος
Ἀκύλας οὐκ ἄλλο πεποίηκε παρὰ τὴν προσηγορίαν
καὶ τό κατηγόρημα.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>