<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2039.tlg004.1st1K-grc1:17-18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2039.tlg004.1st1K-grc1:17-18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2039.tlg004.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="17"><p>Σαφῶς τούτων εἰρημένων, εἴπωμεν τί τε παρά τι
μεριζόμενον ποιεῖ τί, δήλου ὄντος τοῦ ὅτι μοῖραι παρὰ
<note type="footnote">1 ἐναντίους B. 4 οὕτω A. 7 τὸν παρʼ ὃν] τὸ παρὸν AB.</note>
<note type="footnote">10.παραβάλλοι A, παραβάλλει? B. εἰ om. A. 16 τὸν A,
τὸ B. 17 μερισμός B, ἀριθμός A. 22 πολλαπλασιασασμὸς A.</note>
<note type="footnote">24 ἐκ addidi. 24—25 πλασιάζοντος AB. 26 εἴπομεν AB.</note>

<pb n="12"/>
μοίρας μεριζόμεναι μοίρας ποιοῦσιν, ζητουμένου δὲ
τοῦ περὶ τῶν ξξ λόγου, περὶ τούτου ῥητέον· ἰστέον
τοίνυν, ὁποιονοῦν εἶδος λεπτῶν ἐπὶ τὸ πρὸ ἑαυτοῦ
προσεχὲς μεριζόμενον, ἓν ὁποιονοῦν τῶν πρὸ αὐτοῦ
<lb n="5"/> εἶδος ποιεῖ, χωρὶς τῶν πρώτων λεπτῶν μόνων· ι γὰρ
τυχὸν λεπτὰ πρῶτα παρὰ β μοίρας μεριζόμενα, πρῶτα
λεπτὰ ποιεῖ ε· καὶ φανερὸν ὅτι τὰ πρῶτα λεπτὰ
παρὰ τὸ πρὸ αὐτῶν εἶδος μερισθέντα, τουτέστι παρὰ
μοίρας, τὸ ἐξ ἀρχῆς ἴδιον εἶδος πεποίηκε, πρῶτα γὰρ
<lb n="10"/> μεμένηκεν.</p></div><div type="textpart" subtype="paragraph" n="18"><p>Ἐπὶ δὲ τῶν μετὰ ταῦτα οὐχ οὕτως ἔχει λοιπῶν
εἰδῶν· δεύτερα γὰρ παρὰ τὰ προσεχῆ αὐτοῖς πρῶτα
μεριζόμενα, πρῶτα ποιεῖ, καὶ οὐκέτι τὰ αὐτὰ δεύτερα·
τοῦτο δὲ ῥᾷον ἐπιστῆσαι ἐκ τῶν ἐπάνω εἰρημένων.
<lb n="15"/> ἐλέγετο δὲ ὅτι δεῖ ζητῆσαι ἀριθμὸν ὃς συντιθέμενος
ἐπὶ τὸν παρʼ ὃν γίνεται ὁ μερισμός, καὶ τὰ ἑξῆς.
κἀνταῦθα οὖν τὸ αὐτό ἐστι· δεῖ γὰρ ζητῆσαι ἀριθμὸν
ὃς συντιθέμενος ἐπὶ τὸν μερίζοντα πάντως ποιῆσαι
ὀφείλει τὸ μεριζόμενον εἶδος· <del>ἔστι δὲ ὁ εὑρισκόμενος
<lb n="20"/> ὁ ε·</del> εἴρηται δὲ ἐν τοῖς πολλαπλασιασμοῖς καὶ τοῦτο
ὅτι μοῖρα ἤτοι μοῖραι, ἐφʼ ὃ ἂν εἶδος πολλαπλασιασθῶσιν,
τὸ αὐτὸ εἶδος φυλάξουσιν. εἰ δὲ ταῦτα
οὕτως, καὶ ἀνάπαλιν πᾶν εἶδος παρὰ μοῖραν ἢ μοίρας
μεριζόμενον, ἤτοι παραβαλλόμενον, τὸ αὐτὸ εἶδος
<lb n="25"/> φυλάξει. πρῶτα δὲ λεπτὰ παρὰ πρῶτα μεριζόμενα
μοίρας ποιεῖ, ὥσπερ καὶ μοῖραι ἐπὶ λεπτὰ πρῶτα πολλαπλασιαζόμεναι
ἐποίουν λεπτὰ πρῶτα· ὁμοίως καὶ δεύτερα
παρὰ δεύτερα μοίρας, καὶ τρίτα παρὰ τρίτα
μεριζόμενα μοίρας ποιήσει, ἐπεὶ καὶ μοῖραι ἐπὶ τρίτα
<note type="footnote">1 ποιοῦσι A. 4 τῶν] an legendum τὸ? 15 ἀριθμὸν]
καὶ AB. 16 τὸ παρὸν AB. 19—20 ἔστι . . . ὁ ε delevi.</note>

<pb n="13"/>
λεπτὰ πολλαπλασιαζόμεναι τρίτα λεπτὰ ποιοῦσιν· καὶ
ἀπλῶς πᾶν εἶδος παρʼ ἑαυτὸ μεριζόμενον μοῖραν ποιεῖ.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>