<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2039.tlg004.1st1K-grc1:15-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2039.tlg004.1st1K-grc1:15-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2039.tlg004.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="15"><p>Λέγεται δὲ καὶ ἄλλως μερίζεσθαι ἀριθμός, ὁπόταν
διαιρῆται εἰς ἄνισα ὁποσαοῦν, ἀπλῶς γὰρ παρὰ τὸ
διαμερίζεσθαι τὴν τοῦ ἀριθμοῦ σύνθεσιν· ἀλλʼ ἐπιστῆσαί
<lb n="25"/> ἐστιν ὅτι ἄλλο τι ποιεῖ ὁ μερισμὸς οὗτος· διὸ
καὶ οἱ πολλοὶ μᾶλλον τὸ τοιοῦτο διαίρεσιν ἀριθμοῦ
καλοῦσιν, οὐκέτι δὲ μερισμόν· ὁ γὰρ κυρίως μερισμὸς
τεταγμένος ἐστί· κατὰ γὰρ τὴν αὐτὴν τάξιν τῷ πολλαπλασιασμῷ
<note type="footnote">7 γχ glossam delevi. 9 δεύτερα alt.] β΄β B, β΄β΄ δύο A.
11 ΑΤ] α?? AB. 13 τοιούτων τὸ] τοῖς AB. οἵων] ὁμοίων AB.</note>
<note type="footnote">23 διαιρεῖται AB. 25 ὅτι] ὅταν B.</note>

<pb n="11"/>
τέτακται, κἂν δοκῇ ἐναντίως αὐτῷ ἔχειν,
ὅτι ὁ μὲν σύνθεσις, οὗτος δὲ διαίρεσίς ἐστι· τάξιν δὲ
ὁμοίαν ἔχουσιν ὅτι, ὥσπερ ἐκεῖνος ἰσάκις συνετέθη,
οὕτως καὶ οὗτος ἰσάκις μερίζεται. ὁ γὰρ μερίζων κατὰ
ἕτερον ἀριθμὸν μερίζει δοθέντα· τοῦτο γὰρ τέλος τοῦ <lb n="5"/>
μερισμοῦ, τὸ εὑρεῖν ἀριθμόν τινα ὃς πολλαπλασιαζόμενος
ἤτοι συντιθέμενος ἐπὶ τὸν παρʼ ὃν γίνεται ὁ
μερισμός, ποιήσει τὸ τοῦ μεριζομένου πλῆθος.</p></div><div type="textpart" subtype="paragraph" n="16"><p>Καλεῖται δὲ παρὰ τοῖς γεωμέτραις παραβολὴ χωρίου·
τὸ γὰρ δοθὲν χωρίον παραβάλλεται, οἷον, εἰ τύχοι, τὸ <lb n="10"/>
τῶν ρ μ° παρά τινα, ὑπόθου τὸν ε ἀριθμόν, καὶ ποίει
τὸν κ ἀριθμὸν πλάτος γινόμενον τοῦ χωρίου· ἦν δὲ
ὁ ὁ ἐπιζητούμενος ὃς καὶ εὕρηται ἤδη· διὰ γὰρ
τούτου ὁ μερισμὸς παντελῶς ἀνεφάνθη· τοῦτο δὲ ἦν
τὸ λεγόμενον ὅτι οὐδὲν ἕτερόν ἐστι τὸ μερίσαι ἢ τὸ <lb n="15"/>
εὑρεῖν τινα ἀριθμὸν ὃς συντεθεὶς ἐπὶ τὸν παρʼ ὃν
γίνεται ὁ μερισμός, οἷον ὁ κ ὃς εὕρηται, ἐπὶ τὸν ε
ποιῆσαι ὀφείλει τὸ τοῦ μεριζομένου πλῆθος· ὃ καὶ
ἔστιν· ὁ γὰρ εἰρημένος κ παρὰ τὸν ε ποιεῖ τὸν ρ.
ὥστε δεῖ ἐπιστῆσαι ὅτι ὁ μέλλων μερίζειν τι, πρότερον <lb n="20"/>
ἀποβλέπει εἰς τὸ βάθος τῆς γενέσεως τοῦ μέλλοντος
μερίζεσθαι· ἦν γὰρ ὁ πολλαπλασιάσας τὸν μέλλοντα
μερίζεσθαι ἡ γένεσις αὐτοῦ ἰδοῦ γὰρ ὅτι καὶ ὁ μερισμὸς
γέγονεν ἡμῖν <add cause="omitted">ἐκ</add> τῆς θεωρίας τοῦ πολλαπλασιάζοντος
τὸν μερίζοντα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>