<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1:40-46</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1:40-46</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="40"><p>40. Καὶ τὴν ἐξουσίαν δὲ ἣν ἔλεγε μετὰ τὴν ἀνάστασιν εἰληφέναι,
ταύτην εἶχε καὶ πρὸ τοῦ λαβεῖν, καὶ πρὸ τῆς ἀναστάσεως.
<note type="marginal">Matt. iv. 10.</note> Αὐτὸς μὲν γὰρ ἐπετίμα διʼ ἑαυτοῦ τῷ Σατανᾷ λέγων, ‘Ὕπαγε
<note type="marginal">Luke x. 18, 19.</note> ὀπίσω μου, Σατανᾶ·’ τοῖς δὲ μαθηταῖς ‘ἐδίδουʼ κατʼ αὐτοῦ ‘τὴν
ἐξουσίαν,ʼ ὅτε καὶ, ὑποστρεψάντων αὐτῶν, ἔλεγεν, ‘Ἐθεώρουν
τὸν Σατανᾶν ὡς ἀστραπὴν, πεσόντα ἐκ τοῦ οὐρανοῦʼ Ἀλλὰ
καὶ πάλιν, ὅπερ ἔλεγεν εἰληφέναι, τοῦτο καὶ πρὸ τοῦ λαβεῖν
ἔχων δείκνυται· τούς τε γὰρ δαίμονας ἀπήλαυνε· καὶ ἅπερ
<note type="marginal">Ib. xiii. 16.</note> ‘ἔδησεν ὁ Σατανᾶς,ʼ ἔλυεν αὐτὸς, ὡς ἐπὶ τῆς ‘Ἀβραμιαίας
<note type="marginal">Matt. ix. 5; Luke vii. 48.</note> θυγαττὸς’ ἐποίησε· καὶ ἁμαρτίας ἠφίει, λέγων τῷ παραλυτικῷ,
<note type="marginal">John ix. 1 sq.</note> καὶ τῇ τοὺς πόδας ἀλειψάσῃ γυναικί· ‘Ἀφέωνταί σου αἱ ἁμαρτίαι.’
Καὶ νεκροὺς μὲν ἤγειρε, τοῦ δὲ τυφλοῦ τὴν γένεσιν ἀποκαθίστα,
χαριζόμενος αὐτῷ τὸ βλέπειν. Καὶ ταῦτα ἐποίει, οὐ
<note type="marginal">Isa. ix 6. Alex.</note> μέλλων ἕως λάβῃ, ἀλλʼ ‘ἐξουσιαστὴςʼ ὤν. Ὡς ἐκ τούτων δῆλον
εἶναι ὅτι ἃ εἶχε Λόγος ὢν, ταῦτα καὶ γενόμενος ἄνθρωπος, καὶ
μετὰ τὴν ἀνάστασιν, ἀνθρωπίνως εἰληφέναι λέγει, ἵνα δι᾿ αὐτὸν
<note type="marginal">2 Pet. i. 4.</note> οἱ ἄνθρωποι ἐπὶ μὲν τῆς γῆς, ὡς ‘κοινωνοὶ γενόμενοι θείας
φύσεως,’ λοιπὸν ἐξουσίαν ἔχωσι κατὰ δαιμόνων, ἐν δὲ τοῖς
<note type="marginal">Rom. viii. 21.</note> οὐρανοῖς, ὡς ‘ἐλευθερωθέντες ἀπὸ τῆς φθορᾶς,ʼ αἰωνίως βασιλεύσωσι.
Καθόλου γὰρ τοῦτο χρὴ γινώσκειν, ὅτι οὐδὲν ὧν
λέγει εἰληφέναι, ὡς μὴ ἔχων ἔλαβεν· εἶχε γὰρ αὐτὰ ἀεὶ Θεὸς

<pb n="195"/>
ὢν ὁ Λόγος. Λέγεται δὲ νῦν ἀνθρωπίνως ὅτι ἔλαβεν, ἵνα, τῆς
σαρκὸς ἐν αὐτῷ λαμβανούσης, λοιπὸν ἐξ ἐκείνης καὶ εἰς ἡμᾶς
διαμείνῃ βεβαίως. Καὶ γὰρ καὶ τὸ παρὰ τοῦ Πέτρου λεγόμενον,
ὅτι ‘λαβὼν παρὰ Θεοῦ τιμὴν καὶ δόξαν, ὑποταγέντων αὐτῷ <note type="marginal">2 Pet. i. 17; 1 Pet, iii. 22.</note>
ἀγγέλων,ʼ τοιοῦτον ἔχει τὸν νοῦν. Ὡς ἐπυνθάνετο ἀνθρωπίνως,
ἤγειρε δὲ θεϊκῶς τὸν Λάζαρον· οὕτω τὸ μὲν ‘ἔλαβενʼ ἀνθρωπίνως <note type="marginal">Cp. c. 32.</note>
εἴρηται· ἡ δὲ τῶν ἀγγέλων ὑποταγὴ τὴν θεότητα τοῦ
Λόγου δείκνυσι.</p></div><div type="textpart" subtype="chapter" n="41"><p>41. Παύσασθε τοιγαροῦν, ὧ θεοστυγεῖς, καὶ μὴ ταπεινοῦτε
τὸν Λόγον· μηδὲ παραιρεῖσθε τὴν θεότητα αὐτοῦ, ἥτις ἐστι τοῦ <note type="marginal">c. 4.</note>
Πατρὸς, ὡς δεομένου, ἢ ἀγνοοῦντος· ἵνα μὴ τὰ ἑαυτῶν ἐπιῤῥίπτητε
τῷ Χριστῷ, ὡς οἱ τότε λιθάζοντες αὐτὸν ἐποίουν Ἰουδαῖοι.
Οὐ γὰρ τοῦ Λόγου, ᾗ Λόγος ἐστὶ, ταῦτα τυγχάνει ὄντα, <note type="marginal">Cp. c. 56.</note>
ἀλλὰ τῶν ἀνθρώπων ἐστὶν ἴδια ταῦτα. Καὶ ὥσπερ πτύσαντος
αὐτοῦ, καὶ ἐκτείναντος τὴν χεῖρα, καὶ φωνήσαντος Λάζαρον,
οὐκ ἐλέγομεν ἀνθρώπινα εἶναι τὰ κατορθώματα, εἰ καὶ διὰ τοῦ
σώματος ἐγίνετο, ἀλλὰ Θεοῦ· οὕτως ἐὰν τὰ ἀνθρώπινα λέγηται
περὶ τοῦ Σωτῆρος ἐν τῷ εὐαγγελίῳ, πάλιν εἰς τὴν φύσιν τῶν
λεγομένων ἐνορῶντες, καὶ ὡς ἀλλότρια ταῦτα Θεοῦ τυγχάνει
ὄντα, μὴ τῇ θεότητι τοῦ Λόγου ταῦτα λογιζώμεθα, ἀλλὰ τῇ
ἀνθρωπότητι αὐτοῦ, Εἰ γὰρ καὶ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ ἀλλὰ
τῆς σαρκὸς ἴδια τὰ πάθη· καὶ εἰ ἡ σάρξ θεοφορεῖται ἐν τῷ Λόγῳ,
ἀλλʼ ἡ χάρις καὶ ἡ δύναμίς ἐστι τοῦ Λόγου. Τὰ γοῦν ἔργα
τοῦ Πατρὸς διὰ τῆς σαρκὸς ἐποίει· καὶ οὐδὲν ἧττον πάλιν τὰ
πάθη τῆς σαρκὸς ἐδείκνυτο ἐν αὐτῷ· οἷον ἐπυνθάνετο καὶ ἤγειρε <note type="marginal">Cp. c. 46.</note>
Λάζαρον· ἐπέπληττε τῇ μητρὶ, λέγων, ‘οὔπω ἥκει ἡ ὥρα μου,’ <note type="marginal">John ii. 4.</note>
καὶ εὐθὺς τὸ ὕδωρ οἷνον ἐποίει. Ἀληθινὸς γὰρ Θεὸς ἦν ἐν τῇ <note type="marginal">Cp. c. 53; i. 44.</note>
σαρκὶ, καὶ ἀληθὴς σὰρξ ἦν ἐν τῷ Λόγῳ. Διὰ τοῦτο ἐκ μὲν
τῶν ἔργων ἐγνώριζεν ἑαυτὸν Υἱόν τε τοῦ Θεοῦ, καὶ τὸν ἑαυτοῦ
Πατέρα· ἐκ δὲ τῶν τῆς σαρκὸς παθῶν ἐδείκνυεν ὅτι ἀληθὲς
ἐφόρει σῶμα, καὶ ἴδιον ἢν αὐτοῦ τοῦτο.</p></div><div type="textpart" subtype="chapter" n="42"><p>42. Τούτων οὕτως ὄντων, φέρε καὶ τὸ, ‘Περὶ δὲ τῆς ἡμέρας <note type="marginal">Mark xiii. 32.</note>
καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱὸς,ʼ διερευνήσωμεν. <note type="marginal">(15.)</note>
Τοῦτο μὲν γὰρ μεγάλως μάλιστα ἀγνοήσαντες, καὶ
ἐν τούτῳ σκοτοδινιῶντες, μεγάλην νομίζουσινἔχειν ἐν τούτῳ πρόφασιν
τῆς αἱρέσεως αὐτῶν. Ἐγὼ δὲ καὶ τοῦτο προφασιζομένους

<pb n="196"/>
αὐτοὺς, καὶ ἐν τούτῳ παρασκευαζομένους τοὺς αἱρετικοὺς,
<note type="marginal">Cp. ii. 32.</note> ὡς τοὺς γίγαντας, πάλιν θεομαχοῦντας αὐτοὺς ὁρῶ. Ὁ γὰρ
οὐρανοῦ καὶ γῆς Κύριος, διʼ οὗ τὰ πάντα γέγονε, κρίνεται παῤ
αὐτοῖς περὶ ἡμέρας καὶ ὥρας· καὶ ὁ τὰ πάντα γινώσκων Λόγος
κατηγορεῖται παῤ αὐτῶν, ὡς ἀγνοῶν περὶ ἡμέρας· καὶ ὁ γινώσκων
Υἱὸς τὸν Πατέρα λέγεται ἀγνοεῖν ἡμέρας ὥραν· ὧν τί ἂν
τίς ἀφρονέστερον εἴποι, ἢ ποίαν τίς τούτοις ἐξισώσοι μανίαν;
Διὰ τοῦ Λόγου γέγονε τὰ πάντα, καὶ χρόνοι, καὶ καιροὶ, καὶ
<note type="marginal">Cp. ii. 78.</note> νὺξ, καὶ ἡμέρα, καὶ πᾶσα ἡ κτίσις· καὶ ἀγνοεῖν ὁ δημιουργὸς τὸ
ποίημα λέγεται; καὶ αὐτὸς μὲν οὖν ὁ εἱρμὸς τοῦ ἀναγνώσματος
δείκνυσιν εἰδέναι τὸν Υἱὸν τοῦ Θεοῦ τὴν ὥραν, καὶ τὴν ἡμέραν,
κἂν οἱ Ἀρειανοὶ τῇ ἀγνοίᾳ καταπίπτωσιν. Εἰρηκὼς γὰρ, ‘οὐδὲ
ὁ Υἱὸς,’ διηγεῖται τοῖς μαθηταῖς τὰ πρὸ τῆς ἡμέρας, λέγων·
<note type="marginal">Mark. xiii. 7 sq.</note> ‘Τάδε ἔσται καὶ τάδε, εἶτα τὸ τέλος.’ Ὁ δὲ τὰ πρὸ τῆς ἡμέρας
λέγων οἶδε πάντως καὶ τὴν ἡμέραν, ἥτις μετὰ τὰ προειρημένα
φανήσεται. Εἰ δὲ μὴ ᾔδει τὴν ὥραν, οὐκ ἂν τὰ πρὸ αὐτῆς
ἐσήμανεν, οὐκ εἰδὼς πότε ἔσται ἡ ὥρα. Καὶ ὥσπερ ἄν τις
οἰκίαν ἢ πόλιν τοῖς ἀγνοοῦσι σημᾶναι θέλων, τὰ μὲν πρὸ τῆς
οἰκίας ἢ τῆς πόλεως διεξίοι· ἐπειδὰν δὲ πάντα σημάνας λέγοι,
‘Εἶςʼ εὐθὺς ἡ πόλις ἢ ἡ οἰκία· οἶδε πάντως ὁ σημαίνων, ποῦ τε
ἡ οἰκία ἢ ἡ πόλις ἐστίν· (οὐκ ἂν γὰρ εἰ μὴ ἐγίνωσκεν, ἐσήμανε
τὰ πρὸ ἐκείνων, μή ποτε διʼ ἄγνοιαν ἢ μακρὰν ἀποστήσῃ τοὺς
ἀκούοντας, ἢ αὐτὸς λέγων, λάθῃ καὶ ὑπερβῇ τὸ σημαινόμενον·)
οὕτω λέγων ὁ Κύριος τὰ πρὸ τῆς ἡμέρας καὶ τῆς ὥρας, οἶδεν
ἀκριβῶς, καὶ οὐκ ἀγνοεῖ, πότε ἡ ὥρα καὶ ἡ ἡμέρα ἐνίσταται.</p></div><div type="textpart" subtype="chapter" n="43"><p>43. Τίνος οὖν ἕνεκεν, γινώσκων, οὐκ εἶπε φανερῶς τότε τοῖς
μαθηταῖς, οὐδενός ἐστι περιεργάσασθαι, ἃ σεσιώπηκεν αὐτός.
<note type="marginal">Rom. xi. 34.</note> ‘Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;’
Τίνος δὲ χάριν γινώσκων ἔλεγεν, ὅτι ‘οὐδὲ ὁ Υἱὸς οἶδεν,ʼ οὐδένα
τῶν πιστῶν ἀγνοεῖν οἶμαι, ὅτι καὶ τοῦτο οὐδὲν ᾗττον διὰ τὴν
σάρκα ὡς ἄνθρωπος ἔλεγεν. Οὐδὲ γὰρ οὐδὲ τοῦτο ἐλάττωμα
<note type="marginal">c. 53. 58; iv. 36.</note> τοῦ Λόγου ἐστὶν, ἀλλὰ τῆς ἀνθρωπίνης φύσεως, ἧς ἐστιν ἴδιον
καὶ τὸ ἀγνοεῖν. Καὶ τοῦτο πάλιν ἄν τις ἴδοι καλῶς, ἐὰν καὶ τὸν
καιρὸν ἐξετάζῃ μετὰ συνειδήσεως ἀγαθῆς, πότε καὶ τίσιν ἔλεγε
ταῦτα ὁ Σωτήρ. Οὐ τοίνυν ὅτε ὁ οὐρανὸς δι᾿ αὐτοῦ ἐγένετο,
<note type="marginal">Prov. viii. 29.</note> οὐδʼ ὅτε ἦν παῤ αὐτῷ τῷ Πατρὶ ὁ Λόγος ‘ἁρμόζωνʼ τὰ πάντα,

<pb n="197"/>
οὐδὲ πρὸ τοῦ γενέσθαι ἄνθρωπος ἔλεγε ταῦτα· ἀλλʼ ὅτε ‘ὁ Λόγος
σὰρξ ἐγένετο.’ Διὰ τοῦτο καὶ πάντα, ὅσα μετὰ τὸ γενέσθαι
ἄνθρωπος, ἀνθρωπίνως λέγει, ταῦτα τῇ ἀνθρωπότητι δίκαιον
ἀνατιθέναι. Τοῦ μὲν γὰρ Λόγου ἴδιόν ἐστιν εἰδέναι τὰ πεποιημένα,
καὶ τούτων τὴν ἀρχὴν καὶ τὸ τέλος μὴ ἀγνοεῖν· αὐτοῦ
γάρ ἐστιν ἔργα· καὶ οἶδεν ὁπόσα, καὶ ἕως τίνος τὴν σύστασιν
αὐτῶν εἰργάσατο. Εἰδὼς δὲ τὴν ἀρχὴν ἑκάστου καὶ τὸ τέλος,
οἶδε πάντως καὶ τὸ καθόλου καὶ κοινὸν πάντων τέλος. Ἀμέλει
λέγων ἐν τῷ εὐαγγελίῳ περὶ τοῦ κατὰ τὸ ἀνθρώπινον αὐτοῦ,
‘Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν,ʼ δῆλός ἐστιν <note type="marginal">John xvii. 1.</note>
ὅτι καὶ τὴν περὶ τοῦ πάντων τέλους ὥραν, ὡς μὲν Λόγος, γινώσκει,
ὡς δὲ ἄνθρωπος, ἀγνοεῖ· ἀνθρώπου γὰρ ἴδιον τὸ ἀγνοεῖν,
καὶ μάλιστα ταῦτα. Ἀλλὰ καὶ τοῦτο τῆς φιλανθρωπίας ἴδιον
τοῦ Σωτῆρος. Ἐπειδὴ γὰρ γέγονεν ἄνθρωπος, οὐκ ἐπαισχύνεται
διὰ τὴν σάρκα τὴν ἀγνοοῦσαν εἰπεῖν, ‘οὐκ οἶδα,ʼ ἵνα δείξῃ ὅτι,
εἰδὼς ὡς Θεὸς, ἀγνοεῖ σαρκικῶς. Οὐκ εἴρηκε γοῦν, ‘οὐδὲ ὁ
Υἱὸς τοῦ Θεοῦ οἷδεν,ʼ ἵνα μὴ ἡ θεότης ἀγνοοῦσα φαίνηται· ἀλλʼ
ἀπλῶς, ‘οὐδὲ ὁ Υἱὸς,ʼ ἵνα τοῦ ἐξ ἀνθρώπων γενομένου Υἱοῦ ἡ
ἄγνοια ᾖ.</p></div><div type="textpart" subtype="chapter" n="44"><p>44. Διὰ τοῦτο καὶ περὶ ἀγγέλων λέγων, οὐκ εἴρηκεν ἐπαναβαίνων,
ὅτι ‘οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον·ʼ ἀλλʼ ἐσιώπησε, δεικνὺς
κατὰ δύο ταῦτα, ὅτι εἰ τὸ Πνεῦμα οἶδεν, πολλῷ μᾶλλον ὁ
Λόγος, Λόγος ἐστὶν, οἶδε, παῤ οὗ καὶ τὸ Πνεῦμα λαμβάνει· <note type="marginal">c. 24.</note>
καὶ ὅτι, περὶ τοῦ Πνεύματος σιωπήσας, φανερὸν πεποίηκεν ὅτι
περὶ τῆς ἀνθρωπίνης αὐτοῦ λειτουργίας ἔλεγεν, ‘οὐδὲ ὁ Υἱός.’
Καὶ τούτου τεκμήριον, ὅτι, ἀνθρωπίνως εἰρηκὼς, ‘οὐδὲ ὁ Υἱὸς
οἷδε,’ δείκνυσιν ὅμως θεϊκῶς ἑαυτὸν τὰ πάντα εἰδότα, Ὃν γὰρ
λέγει Υἱὸν τὴν ἡμέραν μὴ εἰδέναι, τοῦτον εἰδέναι λέγει τὸν
Πατέρα· ‘οὐδεὶςʼ γὰρ, φησὶ, ‘γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ <note type="marginal">Matt. xi. 27.</note>
Υἱός.’ Πᾶς δὲ πλὴν τῶν Ἀρειανῶν συνομολογήσειεν ὡς ὁ τὸν
Πατέρα γινώσκων πολλῷ μᾶλλον οἶδε τῆς κτίσεως τὸ ὅλον· ἐν
δὲ τῷ ὅλῳ καὶ τὸ τέλος ἐστὶ ταύτης. Καὶ εἰ ἤδη δὲ ὥρισται ἡ
ἡμέρα καὶ ἡ ὥρα παρὰ τοῦ Πατρὸς, δῆλόν ἐστιν ὅτι διὰ τοῦ
Υἱοῦ ὥρισται, καὶ οἶδεν αὐτὸς τὸ διʼ αὐτοῦ ὁρισθέν. Οὐδὲν γάρ
ἐστιν ὃ μὴ διὰ Υἱοῦ γέγονέ τε καὶ ὥρισται· οὐκοῦν αὐτὸς, δημιουργὸς
ὢν τοῦ παντὸς, οἶδεν ὁποῖον καὶ ὁπόσον, καὶ ἕως τίνος

<pb n="198"/>
αὐτὸ γενέσθαι βεβούληται ὁ Πατήρ· ἐν δὲ τῷ πόσῳ καὶ μέχρι
τίνος ἐστὶν ἡ τούτων ἀλλαγή. Πάλιν τε εἰ ‘πάντα τὰ τοῦ Πατρὸς
<note type="marginal">John. xvi. 15.</note> τοῦ Υἱοῦ ἐστιν,’ (τοῦτο γὰρ αὐτὸς εἴρηκε·) τοῦ δὲ Πατρός ἐστι
τὸ εἰδέναι τὴν ἡμέραν, δῆλον ὅτι καὶ ὁ Υἱὸς οἴδεν, ἴδιον ἔχων καὶ
τοῦτο ἐκ τοῦ Πατρός. Καὶ πάλιν, εἰ ὁ Υἱὸς ‘ἐν τῷ Πατρὶ, καὶ
ὁ Πατὴρ ἐν τῷ Υἱῷ’ οἶδε δὲ ὁ Πατὴρ τὴν ἡμέραν καὶ τὴν ὥραν,
φανερὸν ὅτι καὶ ὁ Υἱὸς, ἐν τῷ Πατρὶ ὢν καὶ εἰδὼς τὰ ἐν τῷ
Πατρὶ, οἶδε καὶ αὐτὸς τὴν ἡμέραν καὶ τὴν ὥραν. Εἰ δὲ καὶ
εἰκών ἐστιν ἀληθινὴ τοῦ Πατρὸς ὁ Υἱὸς, οἶδε δὲ ὁ Πατὴρ τὴν
ἡμέραν καὶ τὴν ὥραν, δῆλον ὅτι καὶ τοῦ εἰδέναι ταῦτα τὴν ὁμοιότητα
<note type="marginal">Ib. i. 3.</note> τοῦ Πατρὸς ὁ Υἱὸς ἔχει. Καὶ οὐ θαυμαστὸν, εἰ δι᾿ οὗ ‘τὰ
<note type="marginal">Col. i. 17.</note> πάντα γέγονε, καὶ ἐν ᾧ ‘συνέστηκεʼτὰ ὅλα, οἶδεν αὐτὸς τὰ γενόμενα,
καὶ πότε τούτων ἑκάστου καὶ κοινῇ τὸ τέλος· ἀλλʼ ὅτι καὶ
αὕτη ἡ προπέτεια, πρέπουσα τῇ μανίᾳ τῶν Ἀρειομανιτῶν οὖσα,
εἰς τοσαύτην ἡμᾶς ἀπολογίαν ἠνάγκασεν ἐλθεῖν. Συναριθμοῦντες
γὰρ τοῖς γενητοῖς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν ἀίδιον Λόγον, κατʼ
ὀλίγον καὶ αὐτὸν τὸν Πατέρα ἐλάττονα τῆς κτίσεως μελετῶσι
λέγειν. Εἰ γὰρ ὁ τὸν Πατέρα γινώσκων οὐκ οἶδε τὴν ἡμέραν
οὐδὲ τὴν ὥραν, φοβοῦμαι μὴ μείζων ἔσται, ὡς ἂν ἐκεῖνοι
μανέντες εἴποιεν, ἡ περὶ τῆς κτίσεως, μᾶλλον δὲ ἡ περὶ τοῦ
ἐλάττονος μέρους τῆς κτίσεως γνῶσις τῆς περὶ τοῦ Πατρὸς
γνώσεως.</p></div><div type="textpart" subtype="chapter" n="45"><p>45. Ἀλλʼ ἐκεῖνοι μὲν, οὕτως εἰς τὸ Πνεῦμα βλασφημοῦντες,
προσδοκάτωσαν μὴ λαμβάνειν ποτὲ τῆς ἀσεβείας ταύτης
<note type="marginal">Mark iii. 29.</note> ‘ἄφεσιν,ʼ ὡς ὁ Κύριος εἴρηκεν· οἱ δὲ φιλόχριστοι καὶ Χριστοφόροι
γινώσκομεν ὡς οὐκ ἀγνοῶν ὁ Λόγος, ᾗ Λόγος ἐστὶν,
ἔλεγεν, ‘οὐκ οἶδα·ʼ οἶδε γάρ· ἀλλὰ τὸ ἀνθρώπινον δεικνὺς, ὅτι
τῶν ἀνθρώπων ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καὶ ὅτι σάρκα ἀγνοοῦσαν
ἐνεδύσατο, ἐν ὢν, σαρκικῶς ἔλεγεν, ‘οὐκ οἶδα,’ Τότε γοῦν
εἰρηκὼς ὅτι ‘οὐδὲ ὁ Υἱὸς οἶδε,ʼ καὶ τῶν κατὰ Νῶε ἀνθρώπων
<note type="marginal">Matt. xxiv. 42. 44.</note> τὴν ἄγνοιαν παραθεὶς, εὐθὺς ἐπήγαγε, ‘Γρηγορεῖτε οὖν, ὅτι οὐκ
οἴδατε οὐδὲ ὑμεῖς ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται,ʼ καὶ πάλιν,
‘ᾗ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται· διʼ ὑμᾶς γὰρ
κἀγὼ γενόμενος ὡς ὑμεῖς, εἷπον, οὐδὲ ὁ Υἱός.’ Ἔδει δὲ,
εἴπερ ἦν ἀγνοῶν θεϊκῶς, εἰπεῖν, ‘Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἶδα·’
καὶ, ‘ᾗ οὐ δοκῶ ὥρᾳ·’ νῦν δὲ, τοῦτο μὲν οὐκ εἷπεν· εἰρηκὼς δὲ,

<pb n="199"/>
ὅτι ‘οὐκ οἴδατε ὑμεῖς,’ καὶ, ‘ᾗ οὐ δοκεῖτε,ʼ ἔδειξεν ὅτι τῶν
ἀνθρώπων ἐστὶ τὸ ἀγνοεῖν· διʼ οὓς καὶ αὐτὸς, τὴν ὁμοίαν αὐτῶν
ἔχων σάρκα, καὶ ἄνθρωπος γενόμενος, ἔλεγεν, ‘οὐδὲ ὁ Υἱὸς
οἶδεν·’ ‘οὐκ οἶδεʼ γὰρ σαρκὶ, καίπερ ὡς Λόγος γινώσκων. Καὶ
τὸ κατὰ Νῶε δὲ παράδειγμα πάλιν ἐλέγχει τὴν ἀναίδειαν τῶν
Χριστομάχων· καὶ γὰρ κἀκεῖ οὐκ εἶπεν, ‘οὐκ ἔγνων,’ ἀλλʼ, <note type="marginal">Matt. xxiv. 39.</note>
‘οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμός. Οἱ μὲν γὰρ ἄνθρωποι
οὐκ ἐγίνωσκον· ὁ δὲ τὸν κατακλυσμὸν ἐπαγαγὼν (αὐτὸς δὲ
ἦν ὁ Σωτὴρ) ἐγίνωσκε τὴν ἡμέραν καὶ τὴν ὥραν, ἐν ᾗ ‘τοὺς <note type="marginal">Gen. vii. 11, 1.</note>
καταῤῥάκτας τοῦ οὐρανοῦ’ ἤνοιγε, καὶ τὰς ‘ἀβύσσους’ ἐῤῥήγευε,
καὶ τῷ Νῶε εἴρηκεν· ‘Εἴσελθε σὺ καὶ οἱ υἱοί σου εἰς τὴν κιβωτόν.’
Εἰ δὲ ἦν ἀγνοῶν, οὐκ ἂν προέλεγε τῷ Νῶε, ‘Ἔτι γὰρ <note type="marginal">Ib. 4.</note>
ἡμερῶν ἑπτὰ, ἐγὼ ἐπάγω τὸν κατακλυσμὸν ἐπὶ τὴν γῆν.ʼ Εἰ δὲ
ἐκ τῆς εἰκόνος τῆς κατὰ τὸν Νῶε σημαίνει τὴν ἡμέραν, ἔγνω δὲ
τὴν ἡμέραν τοῦ κατακλυσμοῦ, οἶδεν ἄρα καὶ τὴν ἡμέραν τῆς
ἑαυτοῦ παρουσίας.</p></div><div type="textpart" subtype="chapter" n="46"><p>46. Καὶ τὴν κατὰ τὰς παρθένους δὲ ὁμοίωσιν εἰρηκὼς, φανερώτερον
πάλιν ἔδειξε, τίνες εἰσὶν οἱ ἀγνοοῦντες τὴν ἡμέραν καὶ
τὴν ὥραν, λέγων, ‘Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν ἢ <note type="marginal">Matt. xxv. 13.</note>
τὴν ὥραν,’ ὁ πρὸ ὀλίγου λέγων, ‘οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς,ʼ νῦν <note type="marginal">Mark xiii. 30.</note>
οὐκ εἶπεν, ὅτι ‘ἐγὼ οὐκ οἶδα,ʼ ἀλλʼ ὅτι ‘ὑμεῖς οὐκ οἴδατε.’
Οὔτως ἄρα πυνθανομένων τῶν μαθητῶν περὶ τοῦ τέλους, καλῶς
εἶπε τότε καὶ τὸ ‘οὐδὲ ὁ Υἱὸς,ʼ σαρκικῶς διὰ τὸ σῶμα, ἵνα δείξῃ
ὅτι, ὡς ἄνθρωπος, οὐκ οἶδεν· ἀνθρώπων γὰρ ἴδιον τὸ ἀγνοεῖν. Εἰ
μέντοι Λόγος ἐστὶ, καὶ αὐτός ἐστιν ‘ὁ ἐρχόμενος, καὶ αὐτὸς κριτὴς, <note type="marginal">Matt. xi. 3.</note>
καὶ αὐτὸς ὁ νυμφίος, οἶδε πότε καὶ ποίᾳ ὥρᾳ ἔρχεται, καὶ πότε
μέλλει λέγειν, ‘Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, <note type="marginal">Eph. v. 14.</note>
καὶ ἐπιφαύσει σοι ὁ Χριστός.’ Ὥσπερ γὰρ, ἄνθρωπος γενόμενος,
μετὰ ἀνθρώπων πεινᾷ καὶ διψᾷ καὶ πάσχει, οὕτω μετὰ μὲν τῶν
ἀνθρώπων, ὡς ἄνθρωπος, οὐκ οἶδε· θεικῶς δὲ, ἐν τῷ Πατρὶ ὢν
Λόγος καὶ Σοφία, οἶδε, καὶ οὐδέν ἐστιν ὃ ἀγνοεῖ. Οὕτως καὶ <note type="marginal">c. 37.</note>
περὶ Λαζάρου πάλιν ἀνθρωπίνως πυνθάνεται, ὁ ἀπελθὼν ἐγεῖραι <note type="marginal">John. xi. 34.</note>
αὐτὸν, καὶ εἰδὼς πόθεν ἀνακαλέσηται τὴν Λαζάρου ψυχήν·
μεῖζον δὲ τὸ εἰδέναι ποῦ ἦν ἡ ψυχὴ. τοῦ εἰδέναι ποῦ ἔκειτο τὸ
σῶμα· ἀλλὰ ἀνθρωπίνως ἐπηρώτα, ἵνα θεϊκῶς ἀνεγείρῃ. Οὕτω
καὶ τῶν μαθητῶν πυνθάνεται ἐλθὼν εἰς τὰ μέρη Καισαρείας, <note type="marginal">Matt. xvi. 13.</note>

<pb n="200"/>
καίπερ εἰδὼς καὶ πρὶν ἀποκρίνασθαι τὸν Πέτρον. Εἰ γὰρ ὁ
Πατὴρ ἀπεκάλυψε τῷ Πέτρῳ περὶ ὧν ὁ Κύριος ἐπυνθάνετο,
<note type="marginal">Matt. xi. 27.</note> δῆλόν ἐστιν ὅτι διὰ τοῦ Υἱοῦ γέγονεν ἡ ἀποκάλυψις· ‘οὐδεὶς
γὰρ ‘οἶδε τὸν Υἱὸν,’ φησὶν, ‘εἰ μὴ ὁ Πατὴρ, καὶ τὸν Πατέρα, εἰ
μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν θέλῃ ὁ Υἱὸς ἀποκαλύψαι. Εἰ δὲ δι᾿ Υἱοῦ
ἥ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ γνῶσις ἀποκαλύπτεται, οὐκ ἀμφίβολον
ὡς αὐτὸς ὁ πυνθανόμενος Κύριος, πρότερον ἀποκαλύψας
τῷ Πέτρῳ παρὰ τοῦ Πατρὸς, ὕστερον ἀνθρωπίνως ἐπυνθάνετο,
ἵνα καὶ τοῦτο δείξῃ, ὅτι σαρκικῶς πυνθανόμενος, ᾔδει θεϊκῶς ἃ
ἔμελλε λέγειν ὁ Πέτρος· οἶδεν ἄρα ὁ Υἱὸς, γινώσκων τὰ πάντα,
καὶ γινώσκων τὸν ἑαυτοῦ Πατέρα, ἧς γνώσεως οὔτε μεῖζον οὔτε
τελειότερον ἄν τι γένοιτο.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>