<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1:37-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1:37-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="37"><p>37. Τῶν μὲν οὖν τοιούτων ῥητῶν τοιοῦτος ὁ νοῦς· περὶ δὲ
τῶν ἀνθρωπίνως λεγομένων περὶ τοῦ Σωτῆρος, καὶ ταῦτα πάλιν
εὐσεβῆ τὴν διάνοιαν ἔχει. Διὰ τοῦτο γὰρ καὶ προεξητάσαμεν <note type="marginal">(14.)</note>
τὰ τοιαῦτα, ἵνα, ἐὰν ἀκούσωμεν ἐπερωτῶντος αὐτοῦ, ποῦ Λάζαρος <note type="marginal">John xi. 34.</note>
κεῖται, καὶ ὅταν εἰς τὰ μέρη Καισαρείας ἐλθὼν πυνθάνεται, <note type="marginal">Matt. xvi. 13.</note>
Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἷναι;’ καὶ, ‘Πόσους ἔχετε <note type="marginal">Mark vi. 38. Matt. xx. 32.</note>
ἄρτους; καὶ, ‘Τί θέλετε ἵνα ποιήσω ὑμῖν;’ γινώσκωμεν ἐκ τῶν
προειρημένων τὴν ὀρθὴν τῶν ῥητῶν διάνοιαν, καὶ μὴ σκανδαλιζώμεθα

<pb n="192"/>
κατὰ τοὺς Xριστομάχους Ἀρειανούς. Πρῶτον μὲν οὖν
τοῖς ἀσεβοῦσι τοῦτο ῥητέον, πόθεν νομίζουσιν ἀγνοεῖν αὐτόν;
Οὐ γὰρ ὁ ἐπερωτῶν πάντως καὶ ἀγνοῶν ἐπερωτᾷ· ἀλλʼ ἔξεστι
τὸν εἰδότα καὶ ἐρωτᾷν περὶ ὧν ἐπίσταται. Ἀμέλει καὶ ὁ
Ἰωάννης ἐπερωτῶντα τὸν Χριστὸν, ‘Πόσους ἄρτους ἔχετε;ʼ οἶδε
<note type="marginal">John. vi. 6.</note> μὴ ἀγνοοῦντα, ἀλλὰ γινώσκοντα· φησὶ γὰρ, ‘Τοῦτο δὲ ἔλεγε
πειράζων τὸν Φίλιππον· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν.’ εἰ
δὲ ᾔδει ὅπερ ἐποίει, οὐκ ἄρα ἀγνοῶν, ἀλλὰ γινώσκων ἐπερωτᾷ.
Ἀπὸ δὲ τούτου καὶ τὰ ὅμοια νοεῖν ἔξεστιν, ὅτι ὅταν ἐρωτᾷ ὁ
Κύριος, οὐκ ἀγνοῶν ποῦ Λάζαρος κεῖται, οὐδὲ τίνα λέγουσιν
αὐτὸν εἶναι οἱ ἄνθρωποι, ἐπερωτᾷ, ἀλλὰ γινώσκων ὅπερ ἠρώτα
αὐτὸς, εἰδὼς τί μέλλει ποιεῖν· καὶ ταχέως μὲν αὐτῶν οὕτω τὸ
σοφὸν ἐκβάλλεται. Ἂν δὲ φιλονεικῶσιν ἔτι διὰ τὸ ἐπερωτᾷν,
ἀκουέτωσαν ὅτι ἐν μὲν τῇ θεότητι οὐκ ἔστιν ἄγνοια, τῆς δὲ
σαρκὸς ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καθάπερ εἴρηται. Καὶ ὅτι τοῦτο
ἀληθές ἐστιν, ὅρα πῶς ὁ Κύριος, ὁ πυνθανόμενος ποῦ Λάζαρος
<note type="marginal">Ib. xi. 14.</note> κεῖται, αὐτὸς εἶπε μὴ παρὼν, ἀλλὰ καὶ μακρὰν ὢν, ‘Λάζαρος
ἀπέθανε,, καὶ ποῦ ἀπέθανεν. Ὁ δὲ κατʼ αὐτοὺς νομιζόμενος
ἀγνοεῖν, αὐτός ἐστιν ὁ τοὺς διαλογισμοὺς τῶν μαθητῶν προγινώσκων,
<note type="marginal">Ib. ii. 25.</note> καὶ εἰδὼς τὰ ἐν τῇ ἑκάστου καρδίᾳ, καὶ ‘τί ἐστιν ἐν
τῷ ἀνθρώπῳ·’ καὶ τό γε μεῖζον, αὐτὸς μόνος γινώσκει τὸν
<note type="marginal">Ib. xiv. 10.</note> Πατέρα, καὶ λέγει, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.’</p></div><div type="textpart" subtype="chapter" n="38"><p>38. Οὐκοῦν παντὶ τοῦτο δῆλόν ἐστιν, ὅτι τῆς μὲν σαρκός ἐστι
<note type="marginal">Cp. ii. 8, 74.</note> τὸ ἀγνοεῖν, αὐτὸς δὲ ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, τὰ πάντα καὶ πρὶν
γενέσεως γινώσκει. Οὐδὲ γὰρ, ἐπειδὴ γέγονεν ἄνθρωπος, πέπαυται
τοῦ εἶναι Θεός· οὐδὲ, ἐπειδὴ Θεός ἐστι, φεύγει τὸ
<note type="marginal">Cp. i. 39.</note> ἀνθρώπινον· μὴ γένοιτο· ἀλλὰ μᾶλλον Θεὸς ὢν, προσελάμβανε
τὴν σάρκα, καὶ ἐν σαρκὶ ὢν ἐθεοποίει τὴν σάρκα. Καὶ γὰρ
ὥσπερ ἐν αὐτῇ ἐπυνθάνετο, οὕτω καὶ ἐν αὐτῇ τὸν νεκρὸν ἤγειρε·
καὶ πᾶσιν ἔδειξεν ὅτι ὁ νεκροὺς ζωοποιῶν καὶ τὴν ψυχὴν ἀνακαλούμενος
πολλῷ μᾶλλον τὰ κρυπτὰ πάντων ἐπιγινώσκει, καὶ
ἐγίνωσκε ποῦ κεῖται Λάζαρος· ἀλλʼ ἐπυνθάνετο· ἐποίει γὰρ
καὶ τοῦτο ὁ πανάγιος τοῦ Θεοῦ Λόγος, ὁ πάντα διʼ ἡμᾶς ὑπομείνας,
ἵνα καὶ οὕτω τὴν ἄγνοιαν ἡμῶν βαστάξας, χαρίσηται
γινώσκειν τὸν μόνον ἑαυτοῦ ἀληθινὸν Πατέρα, καὶ ἑαυτὸν τὸν
διʼ ἡμᾶς ἐπὶ σωτηρίᾳ πάντων ἀποσταλέντα, ἧς μείζων οὐκ ἂν

<pb n="193"/>
γένοιτο χάρις. Ὅταν τοίνυν καὶ περὶ ὧν προφασίζονται ῥητῶν <note type="marginal">Matt.  xxviii. 18.</note>
λέγῃ ὁ Σωτὴρ, ‘ἐδόθη μοι ἐξουσία,ʼ καὶ, ‘δόξασόν σου τὸν <note type="marginal">John xvii. 1. Cf 1 Pet. i. 21.</note>
Υἱὸν,ʼ λέγῃ τε ὁ Πέτρος, ‘ἐδόθη αὐτῷ ἐξουσία,ʼ τῇ αὐτῇ
διανοίᾳ ταῦτα πάντα γινώσκομεν, ὅτι ἀνθρωπίνως διὰ τὸ σῶμα
ταῦτα πάντα λέγει. Οὐ γὰρ χρείαν ἔχων, ὅμως αὐτὸς ὡς
εἰληφὼς λέγεται ἅπερ ἐλάμβανεν ἀνθρωπίνως· ἵνα πάλιν, ὡς τοῦ
Κυρίου λαβόντος, καὶ ὡς εἰς αὐτὸν ἀναπαυομένης τῆς δόσεως,
βεβαία ἡ χάρις διαμείνῃ. Ἄνθρωπος μὲν γὰρ μόνος λαμβάνων <note type="marginal">Cp. i. 45, 50.</note>
δυνατὸν ἔχει καὶ τὸ ἀφαιρεθῆναι· καὶ τοῦτο ἐπὶ τοῦ Ἀδὰμ
ἐδείχθη· λαβὼν γὰρ ἀπώλεσεν. Ἵνα δὲ ἀναφαίρετος ἡ χάρις
γένηται, καὶ βεβαία φυλαχθῇ τοῖς ἀνθρώποις, διὰ τοῦτο αὐτὸς
ἰδιοποιεῖται τὴν δόσιν, καὶ λέγει ἐξουσίαν εἰληφέναι, ὡς ἄνθρωπος, <note type="marginal">Cp. c. 33.</note>
ἢν ἀεὶ ἔχει ὡς Θεός· καὶ λέγει, ‘δόξασόν με,ʼ ὁ ἄλλους δοξάζων,
ἵνα δείξῃ ὅτι σάρκα χρῄζουσαν ἔχει τούτων. Διὸ κἀκείνης
λαβούσης, ἐπειδὴ ἡ λαβοῦσα ἐν αὐτῷ ἐστι, καὶ προσλαβὼν <note type="marginal">Cp. c. 31.</note>
αὐτὴν ἄνθρωπος γέγονεν, ὡς αὐτὸς εἰληφὼς λέγεται.</p></div><div type="textpart" subtype="chapter" n="39"><p>39. Εἰ μὲν οὖν, ὡς πολλάκις εἴρηται, οὐ γέγονεν ἄνθρωπος ὁ
Λόγος, ἔστω τοῦ Λόγου καθʼ ὑμᾶς τὸ λαβεῖν, καὶ τὸ χρήζειν
δόξης, καὶ τὸ ἀγνοεῖν· εἰ δὲ γέγονεν ἄνθρωπος (γέγονε γὰρ)
ἀνθρώπου δέ ἐστι τὸ λαβεῖν, καὶ τὸ χρήζειν, καὶ τὸ ἀγνοεῖν, διὰ
τί τὸν διδόντα ὡς λαμβάνοντα νομίζομεν, καὶ τὸν ἄλλοις χορηγοῦντα
χρείαν ἔχειν ὑπονοοῦμεν, καὶ τὸν μὲν Λόγον διαιροῦμεν
ἀπὸ τοῦ Πατρὸς, ὡς ἀτελῆ καὶ χρείαν ἔχοντα, τὴν δὲ ἀνθρωπότητα
τῆς χάριτος ἐρημοῦμεν; εἰ γὰρ αὐτὸς ὁ Λόγος, ᾗ Λόγος <note type="marginal">Cp. c. 41; ii. 8.</note>
ἐστὶ, διʼ ἑαυτόν ἐστι λαβὼν καὶ δοξασθεὶς, καὶ εἰ ἐκεῖνος κατὰ
τὴν θεότητά ἐστιν ὁ ἁγιασθεὶς καὶ ἀναστὰς, ποία τοῖς ἀνθρώποις <note type="marginal">Cp. ii. 41, 67.</note>
ἐστὶν ἐλπίς; μένουσι γὰρ, ὥσπερ ἧσαν, γυμνοὶ, καὶ δείλαιοι,
καὶ νεκροὶ, οὐδὲν κοινὸν ἔχοντες πρὸς τὰ δοθέντα τῷ Υἱῷ. Τί
δὲ καὶ ἐπεδήμει, καὶ ἐγίνετο σὰρξ ὁ Λόγος; εἰ μὲν ἵνα λάβῃ
ταῦτα, ἅπερ λέγει εἰληφέναι, κενὸς ἦν τούτων πρὸ τούτου, ἐξ
ἀνάγκης δὲ καὶ χάριν ὁμολογήσει μᾶλλον αὐτὸς τῷ σώματι, ὅτι,
ὅτε γέγονεν εἰς αὐτὸ, τότε λαμβάνει ταῦτα παρὰ τοῦ Πατρὸς,
μὴ εἶχε πρὸ τῆς εἰς τὴν σάρκα καθόδου. Καὶ γὰρ ἐκ τούτου
βελτιωθεὶς φαίνεται μᾶλλον αὐτὸς διὰ τὸ σῶμα, ἢ τὸ σῶμα
βελτιωθὲν δι᾿ αὐτόν. Ἀλλὰ τοῦτο Ἰουδαϊκόν ἐστι τὸ φρόνημα.
Εἰ δʼ ἵνα λυτρώσηται τὸ γένος τῶν ἀνθρώπων, ἐπεδήμησεν ὁ

<pb n="194"/>
Λόγος, καὶ ἵνα αὐτοὺς ἁγιάσῃ καὶ θεοποιήσῃ, γέγονεν ὁ Λόγος
σὰρξ (τούτου γὰρ χάριν καὶ γέγονε)· τίνι λοιπὸν οὐκ ἔστι
φανερὸν ὅτι ταῦθʼ ἅπερ εἰληφέναι λέγει, ὅτε γέγονε σὰρξ, οὐ δι᾿
ἑαυτὸν, ἀλλὰ διὰ τὴν σάρκα λέγει; ἐν ᾗ γὰρ ἦν λέγων, ταύτης
ἦν καὶ τὰ διδόμενα χαρίσματα διʼ αὐτοῦ παρὰ τοῦ Πατρός. Τίνα
δὲ ἦν ἃ ᾐτεῖτο, ἴδωμεν, καὶ τίνα ἦν ὅλως ἃ ἔλεγεν εἰληφέναι,
ἵνα κἂν οὕτως αἰσθέσθαι δυνηθῶσιν ἐκεῖνοι. Δόξαν τοίνυν
<note type="marginal">Luke x. 22. Matt. xxviii. 18.</note> ᾐτεῖτο, καὶ ἔλεγε, ‘Πάντα μοι παρεδόθη·’ καὶ μετὰ τὴν ἀνάστασιν
‘ἐξουσίαν πᾶσάνʼ φησιν εἰληφέναι. Ἀλλὰ καὶ πρὶν
<note type="marginal">John. i. 3.</note> εἴπῃ, ‘πάντα μοι παρεδόθη, πάντων ἦν Κύριος· ‘πάντα γὰρ δι᾿
<note type="marginal">1 Cor. viii. 6.</note> αὐτοῦ ἐγένετο· καὶ ‘εἷς Κύριος ἦν, διʼ οὗ τὰ πάντα,’ καὶ δόξαν
μὲν αἰτῶν, ‘Κύριος τῆς δόξηςʼ ἦν καὶ ἔστιν, ὡς Παῦλός φησιν,
<note type="marginal">1 Cor. ii. 8. John xvii. 5.</note> ‘εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.’
Εἶχε γὰρ ἣν ᾐτεῖτο λέγων, ‘τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν
κόσμον εἶναι παρὰ σοί.ʼ</p></div><div type="textpart" subtype="chapter" n="40"><p>40. Καὶ τὴν ἐξουσίαν δὲ ἣν ἔλεγε μετὰ τὴν ἀνάστασιν εἰληφέναι,
ταύτην εἶχε καὶ πρὸ τοῦ λαβεῖν, καὶ πρὸ τῆς ἀναστάσεως.
<note type="marginal">Matt. iv. 10.</note> Αὐτὸς μὲν γὰρ ἐπετίμα διʼ ἑαυτοῦ τῷ Σατανᾷ λέγων, ‘Ὕπαγε
<note type="marginal">Luke x. 18, 19.</note> ὀπίσω μου, Σατανᾶ·’ τοῖς δὲ μαθηταῖς ‘ἐδίδουʼ κατʼ αὐτοῦ ‘τὴν
ἐξουσίαν,ʼ ὅτε καὶ, ὑποστρεψάντων αὐτῶν, ἔλεγεν, ‘Ἐθεώρουν
τὸν Σατανᾶν ὡς ἀστραπὴν, πεσόντα ἐκ τοῦ οὐρανοῦʼ Ἀλλὰ
καὶ πάλιν, ὅπερ ἔλεγεν εἰληφέναι, τοῦτο καὶ πρὸ τοῦ λαβεῖν
ἔχων δείκνυται· τούς τε γὰρ δαίμονας ἀπήλαυνε· καὶ ἅπερ
<note type="marginal">Ib. xiii. 16.</note> ‘ἔδησεν ὁ Σατανᾶς,ʼ ἔλυεν αὐτὸς, ὡς ἐπὶ τῆς ‘Ἀβραμιαίας
<note type="marginal">Matt. ix. 5; Luke vii. 48.</note> θυγαττὸς’ ἐποίησε· καὶ ἁμαρτίας ἠφίει, λέγων τῷ παραλυτικῷ,
<note type="marginal">John ix. 1 sq.</note> καὶ τῇ τοὺς πόδας ἀλειψάσῃ γυναικί· ‘Ἀφέωνταί σου αἱ ἁμαρτίαι.’
Καὶ νεκροὺς μὲν ἤγειρε, τοῦ δὲ τυφλοῦ τὴν γένεσιν ἀποκαθίστα,
χαριζόμενος αὐτῷ τὸ βλέπειν. Καὶ ταῦτα ἐποίει, οὐ
<note type="marginal">Isa. ix 6. Alex.</note> μέλλων ἕως λάβῃ, ἀλλʼ ‘ἐξουσιαστὴςʼ ὤν. Ὡς ἐκ τούτων δῆλον
εἶναι ὅτι ἃ εἶχε Λόγος ὢν, ταῦτα καὶ γενόμενος ἄνθρωπος, καὶ
μετὰ τὴν ἀνάστασιν, ἀνθρωπίνως εἰληφέναι λέγει, ἵνα δι᾿ αὐτὸν
<note type="marginal">2 Pet. i. 4.</note> οἱ ἄνθρωποι ἐπὶ μὲν τῆς γῆς, ὡς ‘κοινωνοὶ γενόμενοι θείας
φύσεως,’ λοιπὸν ἐξουσίαν ἔχωσι κατὰ δαιμόνων, ἐν δὲ τοῖς
<note type="marginal">Rom. viii. 21.</note> οὐρανοῖς, ὡς ‘ἐλευθερωθέντες ἀπὸ τῆς φθορᾶς,ʼ αἰωνίως βασιλεύσωσι.
Καθόλου γὰρ τοῦτο χρὴ γινώσκειν, ὅτι οὐδὲν ὧν
λέγει εἰληφέναι, ὡς μὴ ἔχων ἔλαβεν· εἶχε γὰρ αὐτὰ ἀεὶ Θεὸς

<pb n="195"/>
ὢν ὁ Λόγος. Λέγεται δὲ νῦν ἀνθρωπίνως ὅτι ἔλαβεν, ἵνα, τῆς
σαρκὸς ἐν αὐτῷ λαμβανούσης, λοιπὸν ἐξ ἐκείνης καὶ εἰς ἡμᾶς
διαμείνῃ βεβαίως. Καὶ γὰρ καὶ τὸ παρὰ τοῦ Πέτρου λεγόμενον,
ὅτι ‘λαβὼν παρὰ Θεοῦ τιμὴν καὶ δόξαν, ὑποταγέντων αὐτῷ <note type="marginal">2 Pet. i. 17; 1 Pet, iii. 22.</note>
ἀγγέλων,ʼ τοιοῦτον ἔχει τὸν νοῦν. Ὡς ἐπυνθάνετο ἀνθρωπίνως,
ἤγειρε δὲ θεϊκῶς τὸν Λάζαρον· οὕτω τὸ μὲν ‘ἔλαβενʼ ἀνθρωπίνως <note type="marginal">Cp. c. 32.</note>
εἴρηται· ἡ δὲ τῶν ἀγγέλων ὑποταγὴ τὴν θεότητα τοῦ
Λόγου δείκνυσι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>