<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1:29-32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1:29-32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="29"><p>29. Σκοπὸς τοίνυν οὗτος καὶ χαρακτὴρ τῆς ἁγίας γραφῆς, ὡς
<note type="marginal">Cp. i. 39.</note> πολλάκις εἴπομεν, διπλῆν εἶναι τὴν περὶ τοῦ Σωτῆρος ἐπαγγελίαν
<note type="marginal">Cited in Cyril. Alex. Ep. ad Mon.</note> ἐν αὐτῇ· ὅτι τε ἀεὶ Θεὸς ἦν καὶ Υἱός ἐστι, Λόγος ὢν καὶ
ἀπαύγασμα καὶ σοφία τοῦ Πατρός· καὶ ὅτι ὕστερον, διʼ ἡμᾶς
<note type="marginal">c. 14, 33.</note> σάρκα λαβὼν ἐκ παρθένου τῆς Θεοτόκου Μαρίας, ἄνθρωπος
γέγονε. Καὶ ἔστι μὲν τοῦτον εὑρεῖν διὰ πάσης τῆς θεοπνεύστου
<note type="marginal">John v. 39.</note> γραφῆς σημαινόμενον, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, ‘Ἐρευνᾶτε
τὰς γραφὰς, ὅτι αὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· ἵνα δὲ
μὴ, πάντα τὰ ῥητὰ συνάγων, πολὺς ἐν τῷ γράφειν γένωμαι,
ἀρκεσθῶμεν ὡς πάντων μνημονεῦσαι, τοῦ μὲν Ἰωάννου λέγοντος,
<note type="marginal">Ib. i. 1–3</note> ‘Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς
ἦν ὁ Ἀόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· πάντα διʼ
<note type="marginal">Ib. 14.</note> αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·ʼ εἶτα, ‘Καὶ
ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα
τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός·’ τοῦ δὲ
<note type="marginal">Phil. ii. 6–8.</note> Παύλου γράφοντος, ‘ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν
ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλʼ ἑαυτὸν ἐκένωσε, μορφὴν
δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι
εὑρεθεὶς ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος
μέχρι θανάτου, θανάτου δὲ σταυροῦ,’ Ἀπὸ τούτων γὰρ,
τῇ αὐτῇ διανοίᾳ διερχόμενός τις πᾶσαν τὴν γραφὴν, ὄψεται πῶς
<note type="marginal">Gen. i. 3, 6. 26.</note> ἐν ἀρχῇ μὲν εἶπε τούτῳ ὁ Πατήρ· ‘Γενηθήτω φῶς,’ καὶ, ‘Γενηθήτω
στερέωμα,ʼ καὶ, ‘Ποιήσωμεν ἄνθρωπον·’ ἐπὶ δὲ συντελείᾳ
<note type="marginal">John iii 17.</note> τῶν αἰώνων ἀπέστειλεν αὐτὸν εἰς τὸν κόσμον, ‘οὐχ ἵνα κρίνῃ
τὸν κόσμον, ἀλλʼ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ·’ καὶ γέγραπται,
<note type="marginal">Matt. i. 23.</note> ‘Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ καλέσουσι
τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον,
Μεθʼ ἡμῶν ὁ Θεός.’</p></div><div type="textpart" subtype="chapter" n="30"><p>30. Ὁ τοίνυν ἐντυγχάνων τῇ θείᾳ γραφῇ, ἀπὸ μὲν τῶν
παλαιῶν τὰ ῥητὰ καταμανθανέτω, ἀπὸ δὲ τῶν εὐαγγελίων θεωρείτω
<note type="marginal">John i. 14.</note> τὸν Κύριον γενόμενον ἄνθρωπον· ‘ὁ Λόγος γὰρ, φησὶ,
‘σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.’ Ἄνθρωπος δὲ γέγονε,
καὶ οὐκ εἰς ἄνθρωπον ἦλθε· καὶ τοῦτο γὰρ ἀνᾶγκαῖον εἰδέναι,
μήποτε καὶ, εἰς τοῦτο πεσόντες οἱ ἀσεβεῖς, ἀπατήσωσί τινας,

<pb n="185"/>
κἀκεῖνοι νομίσωσιν ὅτι, ὥσπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις εἰς <note type="marginal">iv. 30. Cp. Ath. Thom. ad Antioch. 7. ad Epidct. 11; ad Max. 2.</note>
ἕκαστον τῶν ἀγίων ‘ἐγίνετο,’ οὕτω καὶ νῦν εἰς ἄνθρωπον ἐπεδήμησεν
ὁ Λόγος, ἁγιάζων καὶ τοῦτον, καὶ φανερούμενος ὥσπερ καὶ
ἐν τοῖς ἄλλοις. Εἰ γὰρ οὕτως ἦν, καὶ μόνον ἐν ἀνθρώπῳ φανεὶς
ἦν, οὐδὲν ἦν παράδοξον, οὔτε οἱ ὁρῶντες ἐξενίζοντο λέγοντες,
‘Ποταπὸς ἄρα ἐστὶν οὖτος;’ καὶ, ‘διὰ τί σὺ, ἄνθρωπος ὢν, <note type="marginal">Mark iv. 41. John x. 33.</note>
ποιεῖς σεαυτὸν Θεόν;’ εἶχον γὰρ τὴν συνήθειαν ἀκούοντες,
‘Καὶ ἐγένετο Λόγος Κυρίου πρὸς’ ἕκαστον τῶν προφητῶν. Νῦν
δὲ, ἐπειδὴ ὁ τοῦ Θεοῦ Λόγος, διʼ οὗ γέγονε τὰ πάντα, ὑπέμεινε
καὶ Υἱὸν ἀνθρώπου γενέσθαι, καὶ ‘ἐταπείνωσεν ἑαυτὸν, λαβὼν
δούλου μορφήν·’ διὰ τοῦτο ‘Ἰουδαίοις μὲν σκάνδαλόν’ ἐστιν ὁ <note type="marginal">1 Cor. i. 23. 24.</note>
τοῦ Χριστοῦ σταυρὸς, ‘ἡμῖν δὲ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ
σοφία·’ ‘ὁ Λόγος’ γὰρ, ὡς εἶπεν ὁ Ἰωάννης, σὰρξ ἐγένετο·’
τῆς γραφῆς ἔθος ἐχούσης λέγειν ‘σάρκα’ τὸν ἄνθρωπον, ὡς διὰ
Ἰωὴλ τοῦ προφήτου φησὶν, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου <note type="marginal">Joel ii. 28.</note>
ἐπὶ πᾶσαν σάρκα·’ καὶ ὡς Δανιὴλ εἴρηκε τῷ Ἀστυάγῆ, Ὁὐ <note type="marginal">Bel and Dr. 5.</note>
σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα Θεὸν, τὸν κτίσαντα
τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἔχοντα πάσης σαρκὸς
κυρείαν·’ ‘σάρκα’ γὰρ καὶ οὗτος καὶ Ἰωὴλ τὸ τῶν ἀνθρώπων <note type="marginal">Cp. Ep. ad Epict. 8.</note>
γένος λέγουσι.</p></div><div type="textpart" subtype="chapter" n="31"><p>31. Πάλαι μὲν οὖν πρὸς ἕκαστον τῶν ἁγίων ἐγίνετο, καὶ
ἡγίαζε μὲν τοὺς γνησίως δεχομένους αὐτόν· οὔτε δὲ, γεννωμένων
ἐκείνων, εἴρηται ὅτι ‘αὐτὸς γεγένηται ἄνθρωπος,’ οὔτε, πασχόντων
ἐκείνων, εἴρηται, ‘πέπονθεν αὐτός.’ Ὅτε δὲ ἐκ Μαρίας ἐπεδήμησεν
‘ἅπαξ ἐπὶ συντελείᾳ τῶν ἀιώνων εἰς ἀθέτησιν ἁμαρτίας,’ <note type="marginal">Heb. ix. 26.</note>
(οὕτω γὰρ εὐδοκήσας ὁ Πατὴρ ‘ἔπεμψε τὸν ἑαυτοῦ Υἱὸν γενόμενον <note type="marginal">Gal. iv. 4.</note>
ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον), τότε εἴρηται ὅτι
σάρκα προσλαβὼν γεγένηται ἄνθρωπος, καὶ ἐν ταύτῃ πέπονθεν
ὑπὲρ ἡμῶν, ὡς εἶπεν ὁ Πέτρος, ‘Χριστοῦ οὖν παθόντος ὑπὲρ <note type="marginal">1 Pet. iv. 1.</note>
ἡμῶν σαρκί·’ ἵνα δειχθῇ, καὶ πάντες πιστεύσωμεν, ὅτι, ἀεὶ ὢν
Θεὸς, καὶ ἁγιάζων πρὸς οὓς ἐγένετο, διακοσμῶν τε κατὰ τὸ
βούλημα τοῦ Πατρὸς τὰ πάντα, ὕστερον καὶ διʼ ἡμᾶς γέγονεν <note type="marginal">ii. 79.</note>
ἄνθρωπος, καὶ ‘σωματικῶς,’ ὥς φησιν ὁ ἀπόστολος, ‘κατῴκησεν <note type="marginal">Col. ii. 9.</note>
ἡ θεότης’ ἐν τῇ σαρκί· ἴσον τῷ φάναι, ‘Θεὸς ὢν, ἴδιον
ἔσχε σῶμα, καὶ τούτῳ χρώμενος ὀργάνῳ, γέγονεν ἄνθρωπος διʼ <note type="marginal">c. 35, 53.</note>
ἡμᾶς.’ Καὶ διὰ τοῦτο τὰ μὲν ἴδια ταύτης ‘αὐτοῦ’ λέγεται, ἐπειδὴ

<pb n="186"/>
<note type="marginal">Cp. Cyril ad Nest. Ep. 2; Anath. 11.</note> ἐν αὐτῇ ἦν, οἷά ἐστι τὸ πεινῇν, τὸ διψῇν, τὸ πάσχειν, τὸ κοπιᾷν,
καὶ τὰ ὅμοια, ὧν ἐστιν ἡ σὰρξ δεκτική· τὰ δὲ αὐτοῦ τοῦ Λόγου
ἴδια ἔργα, οἷά ἐστι, τὸ ἐγείρειν νεκροὺς, καὶ τυφλοὺς ποιεῖν ἀναβλέπειν,
<note type="marginal">i. 45; ii. 61. 65; ad Epict. 6; ad Adelph. 3.</note> καὶ τὴν αἱμοῤῥοοῦσαν ἰᾶσθαι αὐτὸν, διὰ τοῦ ἰδίου
σώματος αὐτὸς ἐποίει· καὶ ὁ μὲν Λόγος τὰς τῆς σαρκὸς βάσταζεν
ἀσθενείας, ὡς ἰδίας· αὐτοῦ γὰρ ἦν ἡ σάρξ· καὶ ἡ σὰρξ δὲ
ὑπούργει τοῖς τῆς θεότητος ἔργοις, ὅτι ἐν αὐτῇ ἐγένετο· Θεοῦ
γὰρ ἦν σῶμα. Εὖ δὲ ὁ προφήτης εἴρηκεν, ‘ἐβάσταξε,’ καὶ οὐκ
<note type="marginal">Matt. viii. 17.</note> εἴρηκε, ‘τὰς ἀσθενείας ἡμῶν αὐτὸς ἐθεράπευσεν,’ ἵνα μὴ, ὡς
ἐκτὸς ὢν τοῦ σώματος, καὶ μόνον αὐτὸ ἰασάμενος, ὡς ἀεὶ πεποίηκεν,
ὑπευθύνους πάλιν τοῦ θανάτου τοὺς ἀνθρώπους καταλείψῃ.
<note type="marginal">Isa. Iiii. 4.</note> Τὰς δὲ ἀσθενείας ἡμῶν βαστάζει, καὶ ‘τὰς ἁμαρτίας ἡμῶν αὐτὸς
<note type="marginal">Cp. ii. 55.</note> φέρει,’ ἵνα δειχθῇ ὅτι τε ἄνθρωπος διʼ ἡμᾶς γέγονε, καὶ σῶμα τὸ
ἐν αὐτῷ φέρον αὐτὰς αὐτοῦ ἴδιόν ἐστι· καὶ αὐτὸς μὲν οὐδὲν
<note type="marginal">1 Pet. ii. 24.</note> ἐβλάπτετο, ‘ἀναφέρων τὰς ἁμαρτίας ἡμῶν ἐπὶ τὸ ξύλον τῷ
σώματι αὐτοῦ,’ ὡς εἶπεν ὁ Πέτρος· ἡμεῖς δὲ οἱ ἄνθρωποι ἀπὸ
μὲν τῶν ἰδίων παθῶν ἐλυτρούμεθα, τῆς δὲ τοῦ Λόγου δικαιοσύνης
ἐπληρούμεθα.</p></div><div type="textpart" subtype="chapter" n="32"><p>32. Ὅθεν τῆς σαρκὸς πασχούσης, οὐκ ἦν ἐκτὸς ταύτης ὁ
Λόγος· διὰ τοῦτο γὰρ ‘αὐτοῦ’ λέγεται καὶ τὸ πάθος· καὶ θεϊκῶς
δὲ ποιοῦντος αὐτοῦ τὰ ἔργα τοῦ Πατρὸς, οὐκ ἦν ἔξωθεν αὐτοῦ ἡ
σάρξ· ἀλλʼ ἐν αὐτῷ τῷ σώματι ταῦτα πάλιν ὁ Κύριος ἐποίει.
<note type="marginal">John x. 37, 38.</note> διὰ τοῦτο γὰρ καὶ ἄνθρωπος γενόμενος ἔλεγεν, ‘Εἰ οὐ ποιῶ τὰ
ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ
μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε, ἵνα γινώσκητε ὅτι ἐν ἐμοὶ
ὁ Πατὴρ, κἀγὼ ἐν αὐτῷ.’ Ἀμέλει ὅτε χρεία γέγονε τὴν πενθερὰν
<note type="marginal">Matt. viii. 14.</note> θερὰν τοῦ Πέτρου πυρέσσουσαν ἐγεῖραι, ἀνθρωπίνως μὲν ἐξέτεινε
τὴν χεῖρα, θεϊκῶς δὲ ἦν παύων τὴν νόσον. Καὶ ἐπὶ μὲν τοῦ ‘ἐκ
<note type="marginal">John ix. 6.</note> γενετῆς τυφλοῦ’ ἀνθρώπινον ἀπὸ τῆς σαρκὸς ἠφίει ‘τὸ πτύσμα,’
θεϊκῶς δὲ τοὺς ὀφθαλμοὺς ἤνοιγε διὰ τοῦ πηλοῦ· ἐπὶ δὲ τοῦ
<note type="marginal">Ib. xi. 43. Cp. ad Max. 3; Tom. ad Ant. 7.</note> Λαζάρου φωνὴν μὲν, ὡς ἄνθρωπος, ἀνθρωπίνην ἠφίει· θεϊκῶς δὲ,
<note type="marginal">Cited inCyril. adv. Orient. 11, 12.</note> ὡς Θεὸς, τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν. Ταῦτα δὲ οὕτως ἐγίνετο,
καὶ ἐδείκνυτο, ὅτι μὴ φαντασίᾳ ἀλλὰ ἀληθῶς ἦν ἔχων
σῶμα· ἔπρεπε δὲ τὸν Κύριον, ἐνδιδυσκόμενον ἀνθρωπίνην σάρκα,
ταύτην μετὰ τῶν ἰδίων παθῶν αὐτῆς ὅλην ἐνδύσασθαι, ἵνα,
ὥσπερ ἴδιον αὐτοῦ’ λέγομεν εἶναι τὸ σῶμα, οὕτω καὶ τὰ τοῦ

<pb n="187"/>
σώματος πάθη ἴδια μόνον αὐτοῦ λέγηται, εἰ καὶ μὴ ἥπτετο κατὰ
τὴν θεότητα αὐτοῦ. Εἰ μὲν οὖν ἑτέρου ἦν τὸ σῶμα, ἐκείνου ἂν
λέγοιτο καὶ τὰ πάθη· εἰ δὲ τοῦ Λόγου ἡ σὰρξ (‘ὁ γὰρ Λόγος
σὰρξ ἐγένετο,’) ἀνάγκη καὶ τὰ τῆς σαρκὸς πάθη λέγεσθαι αὐτοῦ,
οὖ καὶ ἡ σάρξ ἐστιν. Οὖ δὲ λέγεται τὰ πάθη, οἷά ἐστι μάλιστα
τὸ κατακριθῆναι, τὸ μαστιγωθῆναι, τὸ διψᾷν, καὶ ὁ σταυρὸς, καὶ
ὁ θάνατος, καὶ αἱ ἄλλαι τοῦ σώματος ἀσθένειαι, τούτου καὶ τὸ
κατόρθωμα καὶ ἡ χάρις ἐστί. Διὰ τοῦτο τοίνυν ἀκολούθως καὶ
πρεπόντως οὐκ ἄλλου, ἀλλὰ τοῦ Κυρίου λέγεται τὰ τοιαῦτα
πάθη· ἵνα καὶ ἡ χάρις παῤ αὐτοῦ ᾖ, καὶ μὴ ἄλλου λάτραι γινώμεθα,
ἀλλὰ ἀληθῶς θεοσεβεῖς, ὅτι μηδένα τῶν γενητῶν, μηδὲ
κοινόν τινα ἄνθρωπον, ἀλλὰ τὸν ἐκ τοῦ Θεοῦ φύσει καὶ ἀληθινὸν
Υἱὸν, τοῦτον καὶ γενόμενον ἄνθρωπον, οὐδὲν ἦττον Κύριον αὐτὸν
καὶ Θεὸν καὶ Σωτῆρα ἐπικαλούμεθα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>