<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1:13-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1:13-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="13"><p>13. Διὰ τοῦτο καὶ ὁ Δαβὶδ οὐκ ἄλλον ἢ αὐτὸν τὸν Θεὸν
παρεκάλει περὶ τοῦ ῥυσθῆναι, ‘Πρός σε, Κύριε, ἐν τῷ θλίβεσθαί <note type="marginal">Ps. cxix. (cxx.) 1, 2.</note>
με, ἐκέκραξα, καὶ ἐπήκουσάς μου· Κύριε, ῥῦσαι τὴν ψυχήν μου
ἀπὸ χειλέων ἀδίκων, καὶ ἀπὸ γλώσσης δολίας·’ τούτῳ καὶ τὴν
χάριν ἀνατιθεὶς, ‘ἐλάλησε καὶ τοὺς λόγους τῆς ᾠδῆς’ ἐν τῷ ἑπτακαιδεκάτῳ <note type="marginal">Ib. xvii. (xviii.) 1, 2, 3.</note>
ψαλμῷ, ‘ἐν ἧ ἡμέρᾳ ἐῤῥύσατο αὐτὸν ὁ Κύριος ἐκ
χειρὸς πόντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαοὺλ, καὶ
εἶπεν, Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά
μου καὶ καταφυγή μου, καὶ ῥύστης μου.’ Ὁ δὲ Παῦλος, πολλοὺς
διωγμοὺς ὑπομείνας, οὐκ ἄλλῳ ἢ τῷ Θεῷ ηὐχαρίστει
λέγων, ‘ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος, καὶ ῥύσεται, εἰς ὃν <note type="marginal">2 Tim. iii. 11; 2 Cor. i. 10.</note>
ἠλπίκαμεν·’ καὶ οὐκ ἄλλος δὲ ἢ ὁ Θεὸς ηὐλόγησε τὸν Ἀβραὰμ
καὶ τὸν Ἰσαάκ· καὶ ὁ Ἰσαὰκ δὲ, ἐπευχόμενος τῷ Ἰακὼβ, ἔλεγεν,
‘Ὁ Θεός μου εὐλογήσαι σε, καὶ αὐξήσαι σε, καὶ πληθυνεῖ σε, <note type="marginal">Gen. xxviii. 3, 4.</note>
καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν· καὶ δῴη σοι τὴν εὐλογίαν
Ἀβραὰμ τοῦ πατρός μου.’ Εἰ δὲ οὐκ ἄλλου τινός ἐστι τὸ
εὐλογεῖν καὶ τὸ ῥύεσθαι ἢ τοῦ Θεοῦ, καὶ οὐκ ἄλλος τις ἦν ὁ
ῥυόμενος τὸν Ἰακὼβ ἢ αὐτὸς ὁ Κύριος, τὸν δὲ ῥυόμενον αὐτὸν ὁ
πατριάρχης ἐπεκαλεῖτο ἐπὶ τοὺς ἐκγόνους· δῆλόν ἐστιν ὡς οὐκ
ἄλλον ἐν τῇ εὐχῇ συνῆπτε τῷ Θεῷ ἢ τὸν τούτου Λόγον, ὃν διὰ
τοῦτο καὶ ‘ἄγγελον’ ἐκάλεσεν, ὅτι μόνος οὗτός ἐστιν ὁ ἀποκαλύπτων
τὸν Πατέρα. Ὅπερ καὶ ὁ ἀπόστολος ἐποίει λέγων,
‘χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου
Ἰησοῦ Χριστοῦ·’ οὕτω γὰρ καὶ ἀσφαλὴς ἦν ἡ εὐλογία διὰ τὸ
ἀδιαίρετον τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, καὶ ὅτι μία καὶ ἡ αὐτή <note type="marginal">c. 6, 16.</note>
ἐστιν ἡ διδομένη χάρις. Κἂν γὰρ ὁ Πατὴρ δῴῃ, διὰ τοῦ Υἱοῦ
ἐστι τὸ διδόμενον· κἂν ὁ Υἱὸς λέγηται χαρίζεσθαι, ὁ Πατήρ
ἐστιν ὁ διὰ τοῦ Υἱοῦ καὶ ἐν τῷ Υἱῷ παρέχων· ‘εὐχαριστῶ’ <note type="marginal">1 Cor. i. 4.</note>
γὰρ, φησὶν ὁ ἀπόστολος γράφων Κορινθίοις, ‘τῷ Θεῷ μου
πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν
Χριστῷ Ἰησοῦ,’ Τοῦτο δὲ καὶ ἐπὶ φωτὸς καὶ ἀπαυγάσματος ἄν
τις ἴδοι· καὶ γὰρ ὅπερ φωτίζει τὸ φῶς, τοῦτο τὸ ἀπαύγασμα
καταυγάζει· ὅπερ δὲ καταυγάζει τὸ ἀπαύγασμα, ἐκ τοῦ φωτός
ἐστιν ὁ φωτισμός. Οὔτω καὶ βλεπομένου τοῦ Υἱοῦ, βλέπεται
ὁ Πατήρ· τοῦ γὰρ Πατρός ἐστι τὸ ἀπαύγασμα· καὶ οὕτως ὁ
Πατὴρ καὶ ὁ Υἱὸς ‘ἕν εἰσι.’</p></div><pb n="168"/><div type="textpart" subtype="chapter" n="14"><p>14. Τοῦτο δὲ ἐπὶ τῶν γενητῶν καὶ κτισμάτων οὐκ ἄν τις
εἴποι. Οὔτε γὰρ, ἐργαζομένου τοῦ Πατρὸς, ἐργάζεταί τις αὐτὰ
τῶν ἀγγέλων, ἢ ἄλλος τις τῶν κτισμάτων· οὐδὲν γὰρ τούτων
<note type="marginal">Cp. ii, 20.</note> ποιητικὸν αἴτιόν ἐστιν, ἀλλὰ τῶν γινομένων εἰσίν· ἄλλως τε
καὶ κεχωρισμένοι, καὶ διεστηκότες τοῦ μόνου, καὶ ἄλλο τὴν
φύσιν ὄντες, καὶ ἔργα τυγχάνοντες, οὔτε ἅπερ ἐργάζεται ὁ
Θεὸς δύνανται ἐργάζεσθαι, οὔτε, καθὰ προεῖπον, χαριζομένου
τοῦ Θεοῦ συγχαρίζεσθαι· οὔτε βλεπομένου ἀγγέλου, εἴποι ἄν
τις ἑωρακέναι τὸν Πατέρα. Ἄγγελοι μὲν γὰρ, ὡς γέγραπται,
<note type="marginal">Heb. i. 14. <del>Al. ἀποστελλόμενα.</del></note> ‘λειτουργικὰ πνεύματά εἰσιν εἰς διακονίαν ἀποστελλόμενοι,’ καὶ
τὰς παῤ αὐτοῦ διὰ τοῦ Λόγου δωρεὰς διδομένας ἀπαγγέλλοντές
εἰσι τοῖς λαμβάνουσι. Καὶ αὐτὸς δὲ ὁ ἄγγελος, ὁρώμενος,
<note type="marginal">Lukei. 19, 30.</note> ὁμολογεῖ ἀπεστάλθαι παρὰ τοῦ Δεσπότου, ὡς ἐπὶ Ζαχαρίου ὁ
<note type="marginal">Cp. c. 29. 33.</note> Γαβριὴλ, καὶ ἐπὶ τῆς Θεοτόκου Μαρίας ὁ αὐτὸς ὡμολόγησε.
<note type="marginal">Luke xxiv. 23. Isa. vi. 1.</note> Καὶ ὁ βλέπων δὲ ‘ἀγγέλων ὀπτασίαν’ οἶδεν, ὅτι τὸν ἄγγελον
εἶδε, καὶ οὐ τὸν Θεόν. Εἶδε γὰρ Ζαχαρίας ἄγγελον· ‘εἶδε καὶ
Ἡσαΐας τὸν Κύριον.’ Εἶδε Μανωὲ ὁ πατὴρ τοῦ Σαμψὼμ ἄγγελον·
ἐθεώρησε δὲ καὶ Μωσῆς τὸν Θεόν. Εἶδε Γεδεὼν ἄγγελον,
<note type="marginal">Gen. xviii. 1.</note> ‘ὤφθη δὲ καὶ τῷ Ἀβραὰμ ὁ Θεός.’ Καὶ οὔτε ὁ τὸν Θεὸν ὁρῶν,
ἄγγελον ἔβλεπεν, οὔτε ὁ τὸν ἄγγελον ὁρῶν ἐνόμιζε τὸν Θεὸν
ὁρᾷν· πολὺ γὰρ, μᾶλλον δὲ τὸ ὅλον διέστηκε τῇ φύσει τὰ
γενητὰ πρὸς τὸν κτίσαντα Θεόν, Εἰ δὲ καί ποτε ὀφθέντος
ἀγγέλου, ὁ ὁρῶν φωνῆς ἤκουε Θεοῦ, ὡς ἐπὶ τῆς βάτου γέγονεν·
<note type="marginal">Exod. iii. 2, 6.</note> ‘ὤφθηʼ γὰρ ‘ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου·
καὶ ἐκάλεσε Κύριος Μωσῆν ἐκ τῆς βάτου λέγων, Ἐγώ εἰμι ὁ
Θεὸς τοῦ πατρός σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ
ὁ Θεὸς Ἰακώβ·’ ἀλλʼ οὐκ ἦν ὁ ἄγγελος ὁ Θεὸς Ἀβραὰμ, ἐν
δὲ ἀγγέλῳ λαλῶν ἦν ὁ Θεός. Καὶ ὁ μὲν φαινόμενος ἦν
ἄγγελος· ὁ δὲ Θεὸς ἐν αὐτῷ ἐλάλει. Ὡς γὰρ ἐν στύλῳ νεφέλης
ἐλάλει τῷ Μωσῇ ἐν τῇ σκηνῇ, οὕτω καὶ ἐν ἀγγέλοις φαίνεται
<note type="marginal">Jos. i. 1.</note> λαλῶν ὁ Θεός· οὕτω καὶ τῷ τοῦ Ναυῆ διʼ ἀγγέλου ἐλάλει.
Ἃ δὲ λαλεῖ ὁ Θεὸς, πρόδηλον ὅτι διά τοῦ Λόγου λαλεῖ, καὶ οὐ
διʼ ἄλλου. Ὁ δὲ Λόγος οὐ κεχωρισμένος τοῦ Πατρὸς, οὐδὲ
<note type="marginal">Cp. ii. 43.</note> ἀνόμοιος καὶ ξένος τῆς οὐσίας τοῦ Πατρὸς τυγχάνων, ἃ ἐργάζεται,
ταῦτα τοῦ Πατρός ἐστιν ἔργα, καὶ μίαν ποιεῖ τὴν δημιουργίαν·
καὶ ἃ δίδωσιν ὁ Υἱὸς, ταῦτα τοῦ Πατρός ἐστιν ἡ δόσις.

<pb n="169"/>
Καὶ ὁ ἑωρακὼς τὸν Υἱὸν οἶδεν ὅτι, τοῦτον ἑωρακὼς, οὐκ ἄγγελον,
οὐδὲ μείζονά τινα τῶν ἀγγέλων, οὐδὲ ὅλως τινά τῶν κτισμάτων,
ἀλλʼ αὐτὸν ἑώρακε τὸν Πατέρα· καὶ ὁ τοῦ Λόγου
ἀκούων, οἶδεν ὅτι τοῦ Πατρὸς ἀκούει· ὥσπερ καὶ ὁ τῷ ἀπαυγάσματι
καταυγαζόμενος οἶδεν ὅτι καὶ ὑπὸ ἡλίου φωτίζεται.</p></div><div type="textpart" subtype="chapter" n="15"><p>15. Οὕτω γὰρ ἡμᾶς βουλομένη νοεῖν ἡ θεία γραφὴ, τοιαῦτα
τὰ παραδείγματα δέδωκεν, ὡς καὶ ἐν τοῖς προτέροις εἰρήκαμεν,
ἐξ ὧν καὶ τοὺς προδότας Ἰουδαίους δυσωπεῖν δυνάμεθα, καὶ τὴν
Ἑλλήνων διαλύειν κατηγορίαν, φασκόντων καὶ νομιζόντων διὰ
τὴν Τριάδα λέγειν καὶ ἡμᾶς πολλοὺς θεούς. Οὐδὲ γὰρ, ὥσπερ
καὶ τὸ παράδειγμα δείκνυσι, τρεῖς ἀρχὰς ἢ τρεῖς πατέρας εἰσάγομεν, <note type="marginal">Cp. iv. 1, 10.</note>
ὡς οἱ περὶ Μαρκίωνα καὶ Μανιχαῖον· ἐπεὶ μηδὲ τριῶν
ἡλίων ὑπεθέμεθα τὴν εἰκόνα, ἀλλὰ ἥλιον καὶ ἀπαύγασμα, καὶ ἓν
τὸ ἐξ ἡλίου ἐν τῷ ἀπαυγάσματι φῶς· οὕτω μίαν ἀρχὴν οἴδαμεν·
τόν τε δημιουργὸν Λόγον φάσκομεν οὐχ ἕτερόν τινα τρόπον <note type="marginal">ii. 78.</note>
ἔχειν θεότητος ἢ τὴν τοῦ μόνου Θεοῦ, διὰ τὸ ἐξ αὐτοῦ πεφυκέναι.
Μᾶλλον μὲν οὖν οἱ Ἀρειομανῖται δικαίως ἂν σχοῖεν τὸ
ἔγκλημα τῆς πολυθεότητος ἢ καὶ ἀθεότητος, ὅτι ἔξωθεν τὸν <note type="marginal">Cp. c. 64.</note>
Υἱὸν κτίσμα, καὶ πάλιν τὸ Πνεῦμα ἐκ τοῦ μὴ ὄντος βαττολογοῦσιν. <note type="marginal">Cp. ad Serap. i. 2.</note>
Ἢ γὰρ οὐκ εἶναι Θεὸν τὸν Λόγον φήσουσιν· ἢ
λέγοντες ‘Θεὸν’ μὲν διὰ τὸ γεγραμμένον, μὴ ἴδιον δὲ τῆς
οὐσίας τοῦ Πατρὸς, πολλοὺς ἂν εἰσάγοιεν διὰ τὸ ἑτεροειδὲς
αὐτῶν· εἰ μὴ ἄρα κατὰ μετοχὴν, ὥσπερ καὶ τὰ πάντα, ‘Θεὸνʼ
λέγεσθαι καὶ αὐτὸν λέγειν τολμήσουσιν. Ἀλλὰ καὶ τοῦτο
νομίζοντες ὁμοίως ἀσεβοῦσιν, ἕνα τῶν πάντων λέγοντες εἶναι <note type="marginal">ii. 24.</note>
τὸν Λόγον. Ἡμῶν δὲ τοῦτο μηδὲ εἰς τὸν νοῦν ποτε εἰσέλθοι·
ἓν γὰρ εἶδος θεότητος, ὅπερ ἐστὶ καὶ ἐν τῷ Λόγῳ· καὶ εἶς <note type="marginal">c. 6.</note>
Θεὸς ὁ Πατὴρ, ἐφʼ ἑαυτῷ ὢν κατὰ τὸ ἐπὶ πάντων εἶναι, καὶ
ἐν τῷ Υἱῷ δὲ φαινόμενος κατὰ τὸ διὰ πάντων διήκειν, καὶ
ἐν τῷ Πνεύματι δὲ κατὰ τὸ ἐν ἅπασι διὰ τοῦ Λόγου ἐν αὐτῷ
ἐνεργεῖν. Οὕτω γὰρ καὶ ἕνα διὰ τῆς Τριάδος ὁμολογοῦμεν <note type="marginal">i. 18; ad Epict. 9.</note>
εἶναι τὸν Θεὸν, καὶ πολὺ μᾶλλον εὐσεβέστερον λέγομεν τῆς
πολυειδοῦς καὶ πολυμεροῦς τῶν αἱρετικῶν θεότητος, ὅτι τὴν μίαν
ἐν Τριάδι θεότητα φρονοῦμεν.</p></div><div type="textpart" subtype="chapter" n="16"><p>16. Εἰ γὰρ μὴ οὕτως ἔχει, ἀλλʼ ‘ἐξ οὐκ ὄντων ἐστὶ κτίσμα <note type="marginal">i. 5.</note>
καὶ ποίημα ὁ Λόγος,’ ἢ οὐκ ἔστι Θεὸς ἀληθινὸς, διὰ τὸ εἶναι

<pb n="170"/>
αὐτὸν ἕνα τῶν κτισμάτων· ἢ εἰ ‘Θεὸν’ αὐτὸν ὀνομάζουσιν ἐντρεπόμενοι
παρὰ τῶν γραφῶν, ἀνάγκη λέγειν αὐτοὺς δύο θεοὺς, ἕνα
μὲν κτίστην, τὸν δὲ ἕτερον κτιστόν· καὶ δύο κυρίοις λατρεύειν,
<note type="marginal">Cp. i. 8.</note> ἑνὶ μὲν ἀγενήτῳ, τῷ δὲ ἑτέρῳ γενητῷ καὶ κτίσματι· δύο τε
<note type="marginal">Cp. ad Afros, 11.</note> πίστεις ἔχειν, μίαν μὲν εἰς τὸν ἀληθινὸν Θεὸν, ἑτέραν δὲ εἰς τὸν
ποιηθέντα καὶ πλασθέντα παῤ αὐτῶν καὶ λεχθέντα Θεόν.
Ἀνάγκη δὲ αὐτοὺς, οὕτω τυφλωθέντας, ὅτε μὲν προσκυνοῦσι
τῷ ἀγενήτῳ, κατανωτίζεσθαι τὸν γενητὸν, ὅτε δὲ προσέρχονται
τῷ κτίσματι, ἀποστρέφεσθαι τὸν κτίστην. Οὐ γάρ ἔστιν ἰδεῖν
τοῦτον ἐν ἐκείνῳ, διὰ τὸ ξένας καὶ διαφόρους αὐτῶν εἶναι τάς τε
<note type="marginal">c. 12.</note> φύσεις καὶ τὰς ἐνεργείας. Οὔτω δὲ φρονοῦντες, πάντως καὶ
πλείονας συνάψουσι θεούς· τοῦτο γάρ τῶν ἐκπεσόντων ἀπὸ τοῦ
ἑνὸς Θεοῦ τὸ ἐπιχείρημα. Διά τί οὖν οἱ Ἀρειανοὶ, τοιαῦτα
λογιζόμενοι καὶ νοοῦντες, οὐ συναριθμοῦσιν ἑαυτοὺς μετὰ τῶν
<note type="marginal">Rom. i. 15.</note> Ἑλλήνων; καὶ γὰρ κἀκεῖνοι, ὥσπερ καὶ οὗτοι, ‘τῆ κτίσει λατρεύουσι
<note type="marginal">Cp. ad Ep. Æg. 13.</note> παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν,’ Ἀλλὰ τὸ μὲν ὄνομα
τὸ Ἑλληνικὸν φεύγουσι διὰ τὴν τῶν ἀνοήτων ἀπάτην, τὴν δὲ
ὁμοίαν ἐκείνοις διάνοιαν ὑποκρίνονται. Καὶ γὰρ καὶ τὸ σοφὸν
<note type="marginal">Cp. i. 30.</note> αὐτῶν, ὥσπερ εἰώθασι λέγειν, ‘Οὐ λέγομεν δύο ἀγένητα,’ φαίνονται
πρὸς ἀπάτην τῶν ἀκεραίων λέγοντες· φάσκοντες γὰρ,
‘Οὐ λέγομεν δύο ἀγένητα,’ λέγουσι δύο θεοὺς, καὶ τούτους διαφόρους
ἔχοντας τὰς φύσεις, τὸν μὲν γενητὴν, τὸν δὲ ἀγένητον.
Εἰ δὲ οἱ μὲν Ἕλληνες ἑνὶ ἀγενήτῳ καὶ πολλοῖς γενητοῖς λατρεύουσιν,
οὗτοι δὲ ἑνὶ ἀγενήτῳ καὶ ἑνὶ γενητῷ, οὐδʼ οὕτω διαφέρουσιν
<note type="marginal">Cp. ii. 22.</note> Ἐλλήνων. Ὅ τε γὰρ παῤ αὐτῶν λεγόμενος ‘γενητὸς’ εἷς
ἐκ πολλῶν ἐστι· καὶ οἱ πολλοὶ δὲ πάλιν τῶν Ἑλλήνων τὴν
αὐτὴν τῷ ἑνὶ τούτῳ φύσιν ἔχουσι, καὶ οὗτος γὰρ κἀκεῖνοι
κτίσματά εἰσιν. Ἄθλιοι, καὶ πλεῖον ὅσον ἐβλάβησαν κατὰ
Χριστοῦ φρονήσαντες· ἐξέπεσαν γὰρ τῆς ἀληθείας, καὶ τὴν
μὲν Ἰουδαίων προδοσίαν ὑπερέβησαν ἀρνούμενοι τὸν Χριστὸν,
τοῖς δὲ Ἕλλησι συγκυλίονται, κτίσματι καὶ διαφόροις θεοῖς
λατρεύοντες οἱ θεοστυγεῖς. Εἶς γὰρ Θεός ἐστι, καὶ οὐ πολλοὶ,
<note type="marginal">John i. 1.</note> καὶ εἷς ὁ τούτου Λόγος, καὶ οὐ πολλοί· ‘Θεὸς γὰρ ἐστιν ὁ
<note type="marginal">Cp. c. 6.</note> Λόγος,’ καὶ μόνος αὐτὸς ἔχει τὸ πατρικὸν εἶδος· ὅσπερ ὢν
<note type="marginal">John v. 37, 38.</note> αὐτὸς ὁ Σωτὴρ ἐδυσώπει τοὺς Ἰουδαίους λέγων, ‘ὁ πέμψας
με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκε περὶ ἐμοῦ· οὔτε φωνὴν αὐτοῦ

<pb n="171"/>
πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε· καὶ τὸν Λόγον
αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος,
τούτῳ ὑμεῖς οὐ πιστεύετε,’ Τὸν δὲ Λόγον συνῆψε τῷ εἴδει
καλῶς, ἵνα δείξῃ ὅτι ὁ τοῦ Θεοῦ Λόγος, αὐτὸς καὶ εἰκὼν καὶ
χαρακτὴρ καὶ εἶδός ἐστι τοῦ Πατρὸς ἑαυτοῦ· καὶ ὅτι οἱ τὸν
λαλοῦντα μὴ δεξάμενοι Ἰουδαῖοι οὐκ ἐδέξαντο τὸν Λόγον, ὅσπερ
ἐστὶ ‘τὸ εἶδος τοῦ Θεοῦ.’ Τοῦτο καὶ ὁ πατριάρχης Ἰακὼβ
ἑωρακὼς ηὐλογήθη, καὶ ἀντὶ Ἰακὼβ ‘Ἰσραὴλ’ ἐκλήθη παῤ αὐτοῦ,
ὡς ἡ θεία γραφὴ μαρτυρεῖ λέγουσα· ‘Ἀνέτειλε δὲ ὁ ἥλιος <note type="marginal">Gen. xxxii. 31.</note>
αὐτῷ, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ.’ Τοῦτο δὲ ἦν ὁ
λέγων, ‘Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα·’ καὶ, ‘ἐγὼ ἐν <note type="marginal">John xiv. 9, 10; x. 30.</note>
τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι· κἀγὼ καὶ ὁ Πατὴρ ἕν
ἐσμεν·’ οὕτω γὰρ εἷς ἐστιν ὁ Θεὸς, καὶ μία ἡ εἰς τὸν Πατέρα <note type="marginal">Cp. vi. 1.</note>
καὶ Υἱὸν πίστις. Καὶ γὰρ τοῦ Λόγου ὄντος Θεοῦ, πάλιν ‘Κύριος <note type="marginal">Deut. vi. 4.</note>
ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι.’ Τοῦ γὰρ ἑνὸς ἴδιος καὶ ἀδιαίρετός <note type="marginal">c. 6, 13.</note>
ἐστιν ὁ Υἱὸς κατὰ τὴν ἰδιότητα καὶ οἰκειότητα τῆς οὐσίας.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>