<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2035.tlg131.1st1K-grc1:61-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2035.tlg131.1st1K-grc1:61-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg131.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="61"><p>61. Τοιαύτης τοίνυν οὔσης τῆς διαφορᾶς τοὺ ἔκτισε,᾿ καὶ
τοῦ ‘γεννᾷ με,᾿ καὶ, ‘τῆς ἀρχῆς ὀδῶν,᾿ καὶ τοῦ ‘πρὸ πάντων·’
τῶν μὲν ἀνθρώπων κτίστης ὢν ὁ Θεὸς, οὕτως, ὥσπερ εἴρηται,
γίνεται καὶ ὕστερον πατὴρ, διὰ τὸν ἐν αὐτοῖς οἰκοῦντα Λόγον
αὐτοῦ, Ἐπὶ δὲ τοῦ Λόγου τὸ ἔμπαλιν· Πατὴρ γὰρ ὢν αὐτοῦ
φύσει ὁ Θεὸς, γίνεται μετὰ ταῦτα καὶ κτίστης αὐτοῦ καὶ ποιητὴς,
ὅταν τὴν κτισθεῖσαν καὶ ποιηθεῖσαν ἐνδύσηται σάρκα ὁ Λόγος,
καὶ γένηται ἄνθρωπος. Ὥσπερ γὰρ οἱ ἄνθρωποι, λαμβάνοντες
‘τὸ Πνεῦμα τοῦ Υἱοῦ,᾿ γίνονται τέκνα διʼ αὐτοῦ· οὕτως ὁ Λόγος τοῦ
Θεοῦ, ὅτε καὶ αὐτὸς ἐνεδύσατο τῶν ἀνθρώπων τὴν σάρκα, τότε
λέγεται καὶ κτίζεσθαι καὶ πεποιῆσθαι. Εἰ μὲν οὖν ἡμεῖς κατὰ
φύσιν υἱοὶ, δῆλον ὅτι κἀκεῖνος κατὰ φύσιν κτίσμα καὶ ποίημα·
εἰ δὲ ἡμεῖς θέσει καὶ κατὰ χάριν γινόμεθα υἱοὶ, δῆλον ὅτι καὶ ὁ
Λόγος διὰ τὴν εἰς ἡμᾶς χάριν γενόμενος ἄνθρωπος εἴρηκε,
‘Κύριος ἔκτισε με.᾿ Εἷτα ἐπειδὴ τὸ κτιστὸν ἐνδυσάμενος,
γέγονεν ἡμῖν ὅμοιος κατὰ τὸ σῶμα, διὰ τοῦτο εἰκότως καὶ
‘ἀδελφὸςʼ ἡμῶν καὶ ‘πρωτότοκοςʼ ἐκλήθη. Εἰ γὰρ καὶ μεθʼ <note type="marginal">Rom. vii. 29. Heb. ii. 11.</note>
ἡμᾶς δι᾿ ἡμᾶς γέγονεν ἄνθρωπος, καὶ ἀδελφὸς ἡμῶν διὰ τὴν του
σώματος ὁμοίωσιν, ἀλλὰ καὶ ἐν τούτῳ ‘πρωτότοκος λέγεται καὶ
ἔστιν ἡμῶν, ἐπειδὴ, πάντων τῶν ἀνθρώπων ἀπολλυμένων κατὰ <note type="marginal">i. 51.</note>
τὴν παράβασιν τοῦ Ἀδὰμ, πρώτη τῶν ἄλλων ἐσώθη καὶ ἠλευθερώθη
ἡ ἐκείνου σὰρξ, ὡς αὐτοῦ τοῦ Λόγου σῶμα γενομένη· καὶ <note type="marginal">iii.31.</note>
λοιπὸν ἡμεῖς, ὡς ‘σύσσωμοιʼ τυγχάυοντες, κατ᾿ ἐκεῖνο σωζόμεθα. <note type="marginal">Eph. iii. 6.</note>
Ἐν ἐκείνῳ γὰρ ἡμῶν καὶ ὁδηγὸς ὁ Κύριος εἰς τὴν βασιλείαν
τῶν οὐρανῶν, καὶ πρὸς τὸν ἑαυτοῦ Πατέρα γίνεται, λέγων,
‘Ἐγώ εἰμι ἡ ὁδὸς᾿ καὶ ‘ἡ θύρα, καὶ δι᾿ ἐμοῦ δεὶ πάντας εἰσελθεῖν.᾿ <note type="marginal">John xiv. 6; x. 7, 1.</note>

<pb n="132"/>
Ὅθεν καὶ ‘πρωτότοκος’ λέγεται πάλιν ‘ἐκ τῶν νεκρῶν,’ οὐχ
ὅτι πρῶτος ἡμῶν ἀπέθανε· (προετεθνήκειμεν γὰρ ἡμεῖς·) ἀλλʼ
<note type="marginal">2. Tim. i. 10.</note> ὅτι τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος θάνατον, καὶ τοῦτον ‘καταργήσας,᾿
γήσας,ʼ ἀνέστη πρῶτος, ὡς ἄνθρωπος, ὑπὲρ ἡμῶν ἀναστήσας
τὸ ἑαυτοῦ σῶμα. Λοιπὸν γὰρ ἀναστάντος ἐκείνου, καθεξῆς
καὶ ἡμεῖς ἀπʼ ἐκείνου καὶ διʼ ἐκεῖνον ἐκ τῶν νεκρῶν ἐγειρόμεθα.</p></div><div type="textpart" subtype="chapter" n="62"><note type="marginal">Col. i. 15. (8.) </note><p>62. Εἰ δὲ καὶ ‘πρωτότοκος τῆς κτίσεως λέγεται, ἀλλʼ οὐχ
ὡς ἐξισούμενος τοῖς κτίσμασι, καὶ πρῶτος αὐτῶν κατὰ χρόνον,
πρωτότοκος λέγεται· (πῶς γὰρ, ὅπου γε ‘μονογενής’ ἐστιν
αὐτός;) ἀλλὰ διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν τοῦ
Λόγου, καθʼ ἣν καὶ ‘πολλῶνʼ γέγονεν ‘ἀδελφός.᾿ Ὁ γάρ τοι
μονογενὴς, οὐκ ὄντων ἄλλων ἀδελφῶν, μονογενής ἐστιν· ὁ δὲ
πρωτότοκος διὰ τοὺς ἄλλους ἀδελφοὺς πρωτότοκος λέγεται. Διὰ
τοῦτο γοῦν οὐδαμοῦ τῶν γραφῶν εἴρηται, ‘πρωτότοκος τοῦ
Θεοῦ,᾿ οὐδὲ, ‘κτίσμα τοῦ Θεοῦ·᾿ ἀλλὰ τὸ ‘μονογενὴς,᾿ καὶ τὸ
‘Υἱὸς,᾿ καὶ ὁ Λόγος καἰ ‘ἡ Σοφία,᾿ εἰς τὸν Πατέρα τὴν ἀναφορὰν
<note type="marginal">John i. 14.</note> ἔχει καὶ τὴν ἰδιότητα· ‘ἐθεασάμεθα γὰρ τὴν δόξαν αὐτοῦ,
<note type="marginal">1 John iv. 9.</note> δόξαν ὡς μονογενοῦς παρὰ Πατρός·᾿ καὶ ‘ἀπέστειλεν ὁ Θεὸς
<note type="marginal">Ps. cxviii. (cxix.) 89. John i. 1.</note> τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ·᾿ καὶ, ‘εἰς τὸν αἰῶνα, Κύριε, ὁ
Λόγος σου διαμένει·᾿ καὶ ‘Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος
<note type="marginal">1 Cor. i. 24.</note> ἦν πρὸς τὸν Θεόν·᾿ καὶ ‘Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ
<note type="marginal">Matt. iii. 17; xvii. 5. Ib. xvi. 16.</note> σοφία·᾿ καὶ ‘Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός·᾿ καὶ ‘Σὺ εἷ
ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ ζῶντος. Τὸ δὲ ‘πρωτότοκος’ εἰς
τὴν κτίσιν ἔχει τὴν συγκατάβασιν· αὐτῆς γὰρ καὶ ‘πρωτότοκος’
<note type="marginal">Prov. viii. 22.</note> ἐλέχθη. Καὶ τὸ ‘ἔκτισε᾿ δὲ εἰς τὰ ἔργα τὴν χάριν ἔχει· εἰς
αὐτὰ γὰρ καὶ κτίζεται. Εἰ μὲν οὖν μονογενής ἐστιν, ὥσπερ οὖν
καὶ ἔστιν, ἑρμηνευέσθω τὸ ‘πρωτότοκος·᾿ εἰ δὲ πρωτότοκός ἐστι,
μὴ ἔστω μονογενής. Οὐ δύναται γὰρ ὁ αὐτὸς μονογενής τε καὶ
πρωτότοκος εἶναι, εἰ μὴ ἄρα πρὸς ἄλλο καὶ ἄλλο ἵνα μονογενὴς
μὲν διὰ τὴν ἐκ Πατρὸς γέννησιν, ὥσπερ εἴρηται, πρωτότοκος δὲ
διὰ τὴν εἰς τὴν κτίσιν συγκατάβασιν, καὶ τὴν τῶν πολλῶν
ἀδελφοποίησιν. Ἀμέλει, τῶν δύο τούτων ῥητῶν ἀντικειμένων
ἀλλήλοις, κρατεῖν ἄν τις εἴποι δικαίως ἐπὶ τοῦ Λόγου τὸ τοῦ
μονογενοῦς μᾶλλον ἰδίωμα, διὰ τὸ μὴ εἶναι ἕτερον Λόγον, ἢ
ἄλλην Σοφίαν, ἀλλὰ τοῦτον μόνον ἀληθινὸν Υἱὸν εἶναι τοῦ

<pb n="133"/>
Πατρός. Καὶ γὰρ, ὥσπερ ἔμπροσθεν εἴρηται, οὐ μετά τινος
συμπεπλεγμένης αἰτίας, ἀλλὰ ἀπολελυμένως μὲν εἴρηται ἐπʼ <note type="marginal">John i. 13.</note>
αὐτοῦ τὸ ‘ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός·᾿
τὸ δὲ ‘πρωτότοκος συμπεπλεγμένην ἔχει πάλιν τὴν τῆς κτίσεως
αἰτίαν, ἣν ἐπήγαγεν ὁ Παῦλος λέγων, ‘ὅτι ἐν αὐτῷ ἐκτίσθη <note type="marginal">Col. i. 16.</note>
τὰ πάντα.᾿ Εἰ δὲ πάντα τὰ κτίσματα ἐν αὐτῷ ἐκτίσθη, ἄλλος
ἐστὶ τῶν κτισμάτων, καὶ κτίσμα μὲν οὐκ ἔστι, κτίστης δὲ τῶν
κτισμάτων.</p></div><div type="textpart" subtype="chapter" n="63"><p>63. Οὐ διὰ τὸ ἐκ Πατρὸς ἄρα ‘πρωτότοκος᾿ ἐκλήθη, ἀλλὰ διὰ
τὸ ἐν αὐτῷ γεγενῆσθαι τὴν κτίσιν. Καὶ ὥσπερ πρὸ τῆς κτίσεως
ἦν αὐτὸς ὁ Υἱὸς, διʼ οὗ γέγονεν ἡ κτίσις, οὕτω καὶ πρὸ τοῦ
κληθῆναι ‘πρωτότοκος πάσης τῆς κτίσεως,᾿ ἦν οὐδὲν ἧττον αὐτὸς <note type="marginal">John i. 1.</note>
‘ὁ Λόγος πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἀλλὰ καὶ
τοῦτο μὴ νοήσαντες οἱ δυσσεβεῖς, περιέρχονται λέγοντες· ‘Εἰ <note type="marginal">Arian obj.</note>
πρωτότοκός ἐστι πάσης κτίσεως, δῆλον ὅτι καὶ αὐτὸς εἰς ἐστι
τῆς κτίσεως. Ἄφροωες· εἰ ὅλως πάσης τῆς κτίσεως πρωτότοκὸς
ἐστιν, ἄρα πάσης τῆς κτίσεως ἄλλος ἐστίν. Οὐ γὰρ
εἴρηκε, ‘πρωτότοκός ἐστι τῶν ἄλλων κτισμάτων,᾿ ἵνα μὴ ὡς
εἷς τῶν κτισμάτων εἶναι νομισθῇ· ἀλλὰ πάσης τῆς κτίσεως᾿
γέγραπται, ἵνα ἄλλος τῆς κτίσεως εἶναι δειχθῇ. Ὁ γοῦν
Ῥουβὴν οὐκ εἴρηται πρωτότοκος πάντων τῶν τέκνων τοῦ <note type="marginal">Gen. xxxv. 23.</note>
Ἰακὼβ, ἀλλʼ αὐτοῦ τοῦ Ἰακὼβ καὶ τῶν ἀδελφῶν, ἵνα μὴ ἄλλος
παρὰ τὰ τέκνα τοῦ Ἰακὼβ εἶναι νομισθῇ. Ἀλλὰ καὶ περὶ αὐτοῦ
τοῦ Κυρίου ὁ ἀπόστολος οὐκ εἴρηκεν, ‘ἵνα γένηται πρωτότοκος
πάντων,ʼ ἵνα μὴ ἄλλο παρὰ τὸ ἡμῶν σῶμα φορεῖν νομισθῇ, ἀλλʼ
‘ἐν πολλοῖς ἀδελφοῖς διὰ τὴν ὁμοιότητα τῆς σαρκός. Εἰ <note type="marginal">Rom. viii. 29.</note>
τοίνυν καὶ ὁ Λόγος εἰς ἦν τῶν κτισμάτων, εἶπεν ἂν ἡ γραφὴ καὶ
περὶ αὐτοῦ, ὅτι ‘πρωτότοκος τῶν ἄλλων κτισμάτων ἐστί·᾿ νῦν
δὲ, λεγόντων τῶν ἀγίων ὅτι ‘πρωτότοκός ἐστι πάσης τῆς κτίσεως,᾿
ἄντικρυς δείκνυται ἄλλος ὢν πάσης τῆς κτίσεως, καὶ μὴ
κτίσμα, ὁ τοῦ Θεοῦ Υἱός. Εἰ γὰρ κτίσμα ἐστὶν, ἔσται καὶ αὐτὸς
ἑαυτοῦ πρωτότοκος. Πῶς οὖν δύναται, Ἀρειανοὶ, καὶ πρῶτος
ἑαυτοῦ καὶ δεύτερος εἶναι; Ἔπειτα εἰ κτίσμα ἐστὶ, καὶ πᾶσα ἡ
κτίσις διʼ αὐτοῦ γέγονε, καὶ ἐν αὐτῷ συνέστηκε, πῶς δύναται
καὶ κτίζειν τὴν κτίσιν, καὶ εἰς εἶναι τῶν ἐν αὐτῷ συνεστηκότων;
Ἀτόπου δὲ τῆς τοιαύτης αὐτῶν ἐπινοίας φαινομένης, ἐλέγχονται

<pb n="134"/>
παρὰ τῆς ἀληθείας, ὅτι ‘πρωτότοκος μὲν ἐν πολλοῖς ἀδελφοῖς᾿
ἐκλήθη, διὰ τὴν τῆς σαρκὸς συγγένειαν· ‘πρωτότοκος δὲ ἐκ τῶν
νεκρῶν διὰ τὸ ἐξ αὐτοῦ καὶ μετʼ αὐτὸν εἶναι τὴν τῶν νεκρῶν
ἀνάστασιν·  ‘πρωτότοκος δὲ πάσης κτίσεως᾿ διὰ τὴν φιλανθρωπίαν
τοῦ Πατρὸς, διʼ ἣν ἐν τῷ Λόγῳ αὐτοῦ οὐ μόνον τὰ πάντα συνέστηκεν,
ἀλλʼ ὅτι καὶ αὐτὴ ἡ κτίσις, περὶ ἧς εἶπεν ὁ ἀπόστολος,
<note type="marginal">Rom. viii. 19, 21.</note> ‘ἀπεκδεχομένη τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ, ἐλεευθερωθήσεταί
ποτε ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν
τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.᾿ Οὕτω δὲ αὐτῆς ἐλευθερωθείσης,
ἔσται καὶ αὐτῆς μετὰ καὶ πάντων τῶν τεκνοποιηθέντων
πρωτότοκος ὁ Κύριοις, ἵν᾿, ἐν τῷ λέγεσθαι ‘Πρῶτον αὐτὸν, τὰ μετ᾿
αὐτὸν διαμείνῃ, ὥσπερ ἔκ τινος ἀρχῆς τοῦ Λόγου συνημμένα.</p></div><div type="textpart" subtype="chapter" n="64"><p>64. Ἡγοῦμαι δὲ καὶ τοὺς ἀσεβεῖς αὐτοὺς ἐντραπήσεσθαι ἐκ
τῆς τοιαύτης διανοίας· εἰ γὰρ μὴ οὕτως ἔχοι, ὥσπερ εἴπομεν,
ἀλλʼ ὡς τῇ οὐσίᾳ κτίσμα ἐν κτίσμασι πρωτότοκον αὐτὸν θελήσουσιν
εἶναι πάσης τῆς κτίσεως,᾿ σκοπείτωσαν, ὅτι καὶ τῶν ἀλόγων
καὶ τῶν ἀψύχων αὐτὸν ἀδελφὸν καὶ ὅμοιον ὑπονοήσουσιν
εἶναι. Πάσης γὰρ τῆς κτίσεως καὶ ταῦτα μέρη τυγχάνει ὄντα·
ἀνάγκη δὲ τὸν πρωτότοκον μόνῳ μὲν τῷ χρόνῳ πρῶτον εἶναι, τῷ
δὲ γένει καὶ τῇ ὁμοιότητι τὸν αὐτὸν εἶναι πρὸς πάντας. Πῶς
οὖν, καὶ τοῦτο λέγοντες, οὐ πᾶσαν ἀσέβειαν ὑπερβάλλουσιν; ἢ
τίς ἀνέξεται τούτων ταῦτα λεγόντων; ἢ πῶς καὶ μόνον αὐτοὺς
ἐνθυμουμένους τοιαῦτα οὐ μισήσειεν ἄν τις; πᾶσι γάρ ἐστι
δῆλον ὅτι οὔτε διʼ ἑαυτὸν, ὡς κτίσμα ὢν, οὔτε διὰ τὸ συγγένειάν
τινα κατʼ οὐσίαν πρὸς πᾶσαν τὴν κτίσιν ἔχειν, ‘πρωτότοκος
αὐτῆς ἐκλήθη· ἀλλʼ ὅτι καὶ κατʼ ἀρχὴν μὲν δημιουργῶν ὁ λόγος
τὰ κτίσματα, συγκαταβέβηκε τοῖς γενητοῖς, ἵνα γενέσθαι ταῦτα
δυνηθῇ. Οὐκ ἂν γὰρ ἤνεγκεν αὐτοῦ τὴν φύσιν ἄκρατον καὶ
πατρικὴν οὖσαν λαμπρότητα, εἰ μὴ φιλανθρωπίᾳ πατρικῇ συγκαταβὰς
ἀντελάβετο, καὶ κρατήσας αὐτὰ εἰς οὐσίαν ἤνεγκε. Καὶ
δεύτερον δὲ πάλιν, ὅτι καὶ συγκαταβάντος τοῦ Λόγου, υἱοποιεῖται
καὶ αὐτὴ ἡ κτίσις διʼ αὐτοῦ· ἵνα καὶ αὐτῆς, καθάπερ εἴρηται,
‘πρωτότοκος᾿ κατὰ πάντα γένηται, ἔν τε τῷ κτίζειν, καὶ ἐν τῷ
εἰσάγεσθαι ὑπὲρ πάντων εἰς αὐτὴν τὴν οἰκουμένην. Οὕτω γὰρ
<note type="marginal">Heb. i. 6.</note> γέγραπται· ‘ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην,
λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι

<pb n="135"/>
Θεοῦ.’ Ἀκουέτωσαν οἱ Χριστομάχοι, καὶ σπαραττέτωσαν
ἑαυτοὺς, ὅτι τὸ εἰσελθεῖν αὐτὸν εἰς τὴν οἰκουμένην ἐποίησε καὶ
‘πρωτότοκον’ πάντων κληθῆναι· ὥστε τοῦ μὲν Πατρὸς εἶναι
μονογενῆ τὸν Υἱὸν, διὰ τὸ ἐξ αὐτοῦ μόνον αὐτὸν εἶναι, τῆς δὲ
κτίσεως ‘πρωτότοκον’ διὰ τὴν τῶν πάντων υἱοποίησιν, Ὡς δὲ
ἐν ἀδελφοῖς πρωτότοκος, καὶ ἐκ νεκρῶν ‘ἀπαρχὴ τῶν κεκοιμημένων᾿ <note type="marginal">1 Cor. xv. 20.</note>
μένων᾿ ἀνέστη· οὕτως, ἐπειδήπερ ἔπρεπεν ‘ἐν πᾶσιν αὐτὸν πρωτεύειν,᾿ <note type="marginal">Col. i. 18.</note>
τεύειν,᾿ διὰ τοῦτο καὶ ‘ἀρχὴ ὁδῶν κτίζεται·’ ἵνα, ταύτης ἐπιβάντες
καὶ εἰσελθόντες διʼ αὐτοῦ λέγοντος, ‘Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα,ʼ <note type="marginal">John xiv. 6; x. 7.</note>
μεταλαβόντες τε τῆς περὶ τοῦ Πατρὸς γνώσεως, ἀκούσωμεν καὶ
ἡμεῖς· ‘Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ,᾿ καὶ, ‘Μακάριοι οἱ καθαροὶ <note type="marginal">Ps. cxviii. (cxix.) 1. Matt. v. 8.</note>
τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.’</p></div><div type="textpart" subtype="chapter" n="65"><p>65. Τῆς ἀληθείας τοίνυν δειξάσης μὴ εἶναι κατὰ φύσιν κτίσμα
τὸν Λόγον, ἀκόλουθον λοιπὸν εἰπεῖν, πῶς καὶ ‘ἀρχὴ τῶν ὁδῶν᾿
εἴρηται. Ἐπειδὴ γὰρ ἡ πρώτη ἡ διὰ τοῦ Ἀδὰμ ὁδὸς ἀπώλετο,
καὶ ἀντὶ τοῦ παραδείσου ἐξεκλίναμεν εἰς τὸν θάνατον, ἠκούσαμέν
τε, ‘γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,ʼ διὰ τοῦτο ὁ φιλάνθρωπος τοῦ <note type="marginal">Gen. iii. 19.</note>
Θεοῦ Λόγος βουλήσει τοῦ Πατρὸς ἐνδιδύσκεται τὴν κτισθεῖσαν
σάρκα, ἵνα ἣν ἐνέκρωσεν ὁ πρῶτος ἄνθρωπος διὰ τῆς παραβάσεως,
ταύτην αὐτὸς ἐν τῷ αἵματι τοῦ ἰδίου σώματος ζωοποιήσῃ, <note type="marginal">iii. 31.</note>
ποιήσῃ, καὶ ἐγκαινίσῃ ‘ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν,ʼ ὡς <note type="marginal">Heb. x. 20.</note>
εἴρηκεν ὁ ἀπόστολος, ‘διὰ τοῦ καταπετάσματος, τουτέστι διὰ τῆς
σαρκὸς αὐτοῦ.᾿ Ὅπερ καὶ ἐν ἑτέρῳ σημαίνων, φησὶν, ‘ὥστε <note type="marginal">2 Cor. v. 17.</note>
εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε
τὰ πάντα καινά.ʼ Εἰ δὲ καινὴ κτίσις γέγονεν, ἔδει ταύτης τῆς
κτίσεως πρῶτόν τινα εἶναι· ἄνθρωπος μὲν οὖν ψιλὸς καὶ μόνον
‘χοϊκὸς,᾿ οἷοι γεγόναμεν ἡμεῖς ἐκ τῆς παραβάσεως, οὐκ ἠδύνατο <note type="marginal">1 Cor. xv. 47.</note>
εἶναι. Καὶ γὰρ καὶ ἐν τῇ πρώτῃ κτίσει ἄπιστοι γεγόνασιν οἱ
ἄνθρωποι, καὶ διʼ αὐτῶν ἀπώλετο ἡ πρώτη· χρεία δὲ ἦν ἄλλου <note type="marginal">Cp. Ath. in illud ‘Omnia, 2.</note>
τοῦ ἀνανεοῦντος καὶ τὴν πρώτην, καὶ τὴν καινὴν γενομένην διατηροῦντος.
Οὐκοῦν φιλανθρώπως οὐχ ἕτερός τις, ἀλλʼ ὁ Κύριος,
ἀρχὴ τῆς καινῆς κτίσεως κτίζεται ὁδὸς, καὶ εἰκότως λέγει·
‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,᾿ ἵνα μηκέτι <note type="marginal">Prov. viii. 22.</note>
κατὰ τὴν πρώτην ἐκείνην ὁ ἄνθρωπος πολιτεύηται, ἀλλʼ ὡς ἀρχῆς
οὔσης καινῆς κτίσεως, καὶ τὸν Χριστὸν ἔχοντες ταύτης ‘ἀρχὴν
ὁδὼν,ʼ τούτῳ λοιπὸν ἀκολουθῶμεν λέγοντι· ‘Ἐγὼ εἰμι ἡ ὁδός.’ <note type="marginal">John xin. 6.</note>

<pb n="136"/>
Τοῦτο γὰρ διδάσκων καὶ ὁ μακάριος ἀπόστολος ἐν τῇ πρὸς
<note type="marginal">Col. i. 18.</note> Κολοσσαεῖς, ἔλεγεν, ‘αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς
ἐκκλησίας, ὅς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα
γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων.’</p></div><div type="textpart" subtype="chapter" n="66"><p>66. Εἰ γὰρ, καθάπερ εἴρηται, διὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν
λέγεται καὶ διὰ ταύτην αὐτὸς ‘ἀρχὴ,’ τότε δὲ γέγονεν ἀνάστασις,
ὅτε τὴν ἡμετέραν σάρκα φέρων δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ
θανάτῳ· φανερὸν ἂν εἴη, ὅτι καὶ τὸ λεγόμενον ὑπʼ αὐτοῦ,
‘ἔκτισέ με ἀρχὴν ὁδῶν,᾿ οὐ τῆς οὐσίας αὐτοῦ, ἀλλὰ τῆς ἐνσωμάτου
παρουσίας αὐτοῦ σημαντικόν ἐστι. Τοῦ γὰρ σώματος
<note type="marginal">c. 55.</note> ἴδιον ἦν ὁ θάνατος· καὶ ὥσπερ τοῦ σώματος ἴδιός ἐστιν ὁ θάνατος,
οὕτω τῆς σωματικῆς παρουσίας ἴδιον ἂν εἴη τὸ λεγόμενον,
‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ.᾿ Τοῦ γὰρ Σωτῆρος οὕτω
κατὰ σάρκα κτισθέντος, καὶ ἀρχῆς γενομένου τῶν ἀνακτιζομένων,
<note type="marginal">iv. 33.</note> καὶ ἔχοντος ἡμῶν τὴν ἀπαρχὴν, ἣν προσέλαβεν ἀνθρωπίνην
σάρκα, ἀκολούθως μετʼ αὐτὸν καὶ ὁ μέλλων λαὸς κτίζεται,
<note type="marginal">Ps. ci. (cii.) 18.</note> λέγοντος τοῦ Δαβὶδ, ‘Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ
λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον·᾿ καὶ πάλιν ἐν τῷ εἰκοστῷ
<note type="marginal">Ib. xxi. (xxii.) 30, 31.</note>  πρώτῳ ψαλμῷ, ‘ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη,
καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ,
<note type="marginal">Gen. ii. 17.</note> ὃν ἐποίησεν ὁ Κύριος. Οὐκέτι γὰρ ἀκουσόμεθα, ‘ἢ δʼ ἂν
<note type="marginal">John xiv. 3.</note> ἡμέρᾳ φάγητε ἀπʼ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε ἀλλὰ, ‘ὅπου
<note type="marginal">Eph. ii. 10.</note> εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἔσεσθε·᾿ ὥστε λέγειν ἡμᾶς, ‘αὐτοῦ γάρ
ἐσμεν ποίημα, κτισθέντες ἐπʼ ἔργοις ἀγαθοῖς.᾿ Πάλιν τε, ἐπειδὴ
τὸ ‘ἔργον’ τοῦ Θεοῦ, τουτέστιν ὁ ἄνθρωπος, τέλειος κτισθεὶς,
ἐλλιπὴς γέγονε διὰ τῆς παραβάσεως, καὶ γέγονε τῇ ἁμαρτίᾳ
<note type="marginal">Cp. Ath. de Incarn. 6.</note> νεκρὸς, ἀπρεπὲς δὲ ἦν μένειν τὸ ἔργον τοῦ Θεοῦ ἀτελές· διὸ
καὶ ἐδέοντο πάντες οἱ ἅγιοι περὶ τούτου λέγοντες ἐν τῷ ἑκατοστῷ
<note type="marginal">Ps. cxxxvii. (cxxxviii.) 8.</note> τριακοστῷ καὶ ἑβδόμῳ ψαλμῷ, ‘Κύριε, ἀνταποδώσεις ὑπὲρ ἐμοῦ·
Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς·᾿ διὰ τοῦτο ὁ τέλειος
τοῦ Θεοῦ Λόγος τὸ ἀτελὲς περιτίθεται σῶμα, καὶ λέγεται ‘εἰς τὰ
<note type="marginal">Cp. de Incarn. 20.</note> ἔργα κτίζεστθαι,᾿ ἵνα, ἀνθʼ ἡμῶν τὴν ὀφειλὴν ἀποδιδοὺς, τὰ λείποντα
τῷ ἀνθρώπῳ διʼ ἑαυτοῦ τελειώσῃ. Ἔλειπε δὲ αὐτῷ ἡ
ἀθανασία, καὶ ἡ εἰς τὸν παράδεισον ὁδός. Καὶ τοῦτό ἐστι τὸ
<note type="marginal">John xvii. 4.</note> λεγόμενον παρὰ τοῦ Σωτῆρος, ‘Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς·
<note type="marginal">Ib. v. 36.</note> τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι, ἵνα ποιήσω· καὶ πάλιν, ‘τὰ

<pb n="137"/>
ἔργα, ἃ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα,
ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ.᾿ Ἃ δὲ λέγει ἐνταῦθα ἔργα δεδωκέναι
αὐτῷ τὸν Πατέρα εἰς τελείωσιν, ταῦτά ἐστι εἰς ἃ κτίζεται,
λέγων ἐν ταῖς Παροιμίαις· ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ
εἰς ἔργα αὐτοῦ ἴσον γάρ ἐστι τὸ εἰπεῖν, ‘ἔδωκέ μοι ὁ Πατὴρ
τὰ ἔργα, καὶ, ‘ἔκτισέ με Κύριος εἰς ἔργα.’</p></div><div type="textpart" subtype="chapter" n="67"><p>67. Πότε οὖν ἔλαβε τὰ ἔργα εἰς τὸ τελειῶσαι, ὦ θεομάχοι;
ἐκ γὰρ τούτου καὶ τὸ ‘ἔκτισεʼ γνωσθήσεται. ‘Κατὰ μὲν οὖν
τὴν ἀρχὴν, ὅτε ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ ἐποίει,ʼ ἐὰν
εἴπητε, ψεῦδός ἐστιν· οὔπω γὰρ ἦν γενόμενα· φαίνεται δὲ
λέγων, ὡς τὰ ἤδη ὄντα λαμβάνων. Ἀλλʼ οὐδὲ τὸν πρὸ τοῦ
γένηται ὁ Λόγος σὰρξ χρόνον εἰπεῖν εὐαγὲς, ἵνα μὴ περιττὴ
λοιπὸν αὐτοῦ ἡ ἐπιδημία φανῇ· τούτων γὰρ χάριν καὶ ἡ ἐπιδημία
ἐγένετο. Οὐκοῦν λείπει λοιπὸν εἰπεῖν ὅτι, ὅτε γέγονεν
ἄνθρωπος, τότε ἔλαβε τὰ ἔργα· τότε γὰρ αὐτὰ καὶ ἐτελείωσεν,
ἰασάμενος τὰ τραύματα ἡμῶν, καὶ χαρισάμενος ἡμῖν τὴν ἐκ
νεκρῶν ἀνάστασιν. Εἰ δὲ ὅτε γέγονεν ὁ Λόγος σὰρξ, τότε
ἐδόθη αὐτῷ τὰ ἔργα, δῆλον ὅτι, ὅτε γέγονεν ἄνθρωπος, τότε
καὶ ‘εἰς τὰ ἔργα κτίζεται.’ Οὐκ ἄρα τῆς οὐσίας αὐτοῦ σημαντικόν
ἐστι τὸ ‘ἔκτισεν,ʼ ὥσπερ πολλάκις εἴρηται, ἀλλὰ τῆς <note type="marginal">c. 45, etc.</note>
σωματικῆς αὐτοῦ γενέσεως. Τότε γὰρ διὰ τὸ γεγενῆσθαι ἀπὸ
τῆς παραβάσεως ἀτελῆ καὶ χωλὰ τὰ ἔργα, λέγεται σωματικῶς
ὅτι ‘κτίζεται,ʼ ἵνα, τελειώσας αὐτὰ καὶ ὁλόκληρα ποιήσας,
παραστήσῃ τῷ Πατρὶ τὴν ἐκκλησίαν, ὡς εἶπεν ὁ ἀπόστολος,
‘μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλʼ ἵνα ᾖ <note type="marginal">Eph. v. 27.</note>
ἁγία καὶ ἄμωμος.᾿ Τετελείωται οὖν ἐν αὐτῷ καὶ ἀποκατεστάθη,
ὥσπερ ἦν καὶ κατὰ τὴν ἀρχὴν γεγονὸς, τὸ ἀνθρώπινον γένος,
καὶ μείζονι μᾶλλον ‘χάριτι·’ ἀναστάντες γὰρ ἐκ νεκρῶν, οὐκέτι <note type="marginal">Rom. v. 15.</note>
φοβούμεθα θάνατον, ἀλλʼ ἐν Χριστῷ βασιλεύσομεν ἀεὶ ἐν τοῖς
οὐρανοῖς. Τοῦτο δὲ γέγονεν, ἐπειδὴ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος
ἴδιος καὶ ἐκ τοῦ Πατρὸς ὢν ἐνεδύσατο τὴν σάρκα, καὶ γέγονεν <note type="marginal">Cp. i. 39.</note>
ἄνθρωπος. Εἰ γάρ, κτίσμα ὢν, ἐγεγόνει ἄνθρωπος, ἔμενεν οὐδὲν
ἧττον ὁ ἄνθρωπος, ὥσπερ καὶ ἧν, οὐ συναφθεὶς τῷ Θεῷ. Πῶς <note type="marginal">c. 41; iii. 33; de Incarn. 13.</note>
γὰρ ἂν, ποίημα ὢν, διὰ ποιήματος συνήπτετο τῷ κτίστῃ; ἢ ποία
βοήθεια παρὰ τῶν ὁμοίων τοῖς ὁμοίοις γένοιτʼ ἂν, δεομένων καὶ
αὐτῶν τῆς αὐτῆς βοηθείας; πῶς δὲ, εἴπερ κτίσμα ἧν ὁ Λόγος,

<pb n="138"/>
τὴν ἀπόφασιν τοῦ Θεοῦ λῦσαι δυνατὸς ἦν, καὶ ἀφεῖναι τὴν
ἁμαρτίαν, γεγραμμένου παρὰ τοῖς προφήταις, ὅτι τοῦτο Θεοῦ
<note type="marginal">Micah vii. 18.</note> ἐστι; ‘Τίς γὰρ Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἁμαρτίας, καὶ ὑπερβαίνων
<note type="marginal">Gen. iii. 19.</note> βαίνων ἀνομίας;6 Ὁ μὲν γὰρ Θεὸς εἷπε, ‘γῆ εἶ, καὶ εἰς γῆν
ἀπελεύσῃ·’ οἱ δὲ ἄνθρωποι γεγόνασι θνητοί, Πῶς τοίνυν οἷόν
τε ἦν παρά τῶν γενητῶν λυθῆναι τὴν ἁμαρτίαν; ἀλλʼ ἔλυσέ γε
<note type="marginal">John viii. 36.</note> αὐτὸς ὁ Κύριος, ὡς εἶπεν αὐτὸς, ‘ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ·᾿
καὶ ἔδειξεν ἀληθῶς ὁ Υἱὸς ὁ ἐλευθερώσας, ὡς οὐκ ἔστι
κτίσμα, οὐδὲ τῶν γενητῶν, ἀλλὰ ἴδιος Λόγος, καὶ εἰκὼν τῆς τοῦ
Πατρὸς οὐσίας, τοῦ καὶ κατά τὴν ἀρχὴν ἀποφηναμένου, καὶ
<note type="marginal">Cp. Mark ii. 7.</note> ‘ἀφιέντος μόνου τὰς ἁμαρτίας,’ Ἐπειδὴ γάρ εἴρηται ἐν τῷ
λόγῳ, γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ἀκολούθως δι᾿ αὐτοῦ τοῦ
Λόγου καὶ ἐν αὐτῷ ἡ ἐλευθερία καὶ ἡ λύσις τῆς κατακρίσεως
γεγένηται.</p></div><div type="textpart" subtype="chapter" n="68"><note type="marginal">Arian obj.</note><p>68. ‘Ἀλλʼ ἠδύνατο,᾿ φασὶ, ‘καὶ κτίσματος ὄντος τοῦ Σωτῆρος,
μόνον εἰπεῖν ὁ Θεὸς καὶ λῦσαι τὴν κατάραν.᾿ Τὸ αὐτὸ δʼ
ἂν ἀκούσαιεν καὶ αὐτοὶ παῤ ἑτέρου λέγοντος· ‘Ἠδύνατο, καὶ
<note type="marginal">Cp.de Incarn. 44.</note> μηδʼ ὅλως ἐπιδημήσαντος αὐτοῦ, μόνον εἰπεῖν ὁ Θεὸς, καὶ λῦσαι
τὴν κατάραν.ʼ Ἀλλὰ σκοπεῖν δεῖ τὸ τοῖς ἀνθρώποις λυσιτελοῦν,
καὶ μὴ ἐν πᾶσι τὸ δυνατὸν τοῦ Θεοῦ λογίζεσθαι· ἐπεὶ
ἠδύνατο καὶ πρὸ τῆς Νῶε κιβωτοῦ τοὺς τότε παραβάντας ἀνθρώπους
ἀπολέσαι· ἀλλά μετά τὴν κιβωτὸν πεποίηκεν. Ἠδύνατο
καὶ χωρὶς Μωσέως καὶ μόνον εἰπεῖν, καὶ ἐξαγαγεῖν τὸν λαὸν ἐξ
Αἰγύπτου· ἀλλά συνέφερε διά Μωσέως. Ἠδύνατο καὶ χωρὶς
τῶν κριτῶν σώζειν τὸν λαὸν ὁ Θεός· ἀλλὰ συνέφερε τοῖς λαοῖς
κατὰ καιρὸν ἐγείρεσθαι κριτὴν αὐτοῖς. Ἠδύνατο καὶ ἐξ ἀρχῆς ὁ
Σωτὴρ ἐπιδημῆσαι, ἢ ἐλθὼν μὴ παραδοθῆναι Πιλάτῳ· ἀλλὰ καὶ
<note type="marginal">Heb. ix. 26. John xviii. 5.</note> ‘ἐπὶ συντελείᾳ τῶν αἰώνωνʼ ἦλθε, καὶ ζητούμενος εἶπεν, ‘Ἐγώ
εἰμι.᾿ Ὃ γὰρ ποιεῖ, τοῦτο καὶ συμφέρει τοῖς ἀνθρώποις, καὶ
ἄλλως οὐκ ἔπρεπε γενέσθαι· καὶ ὅπερ δὲ συμφέρει καὶ πρέπει,
<note type="marginal">Matt. xx.  28.</note> τούτου καὶ πρόνοιαν ποιεῖται, Ἦλθε γοῦν, ‘οὐχ ἵνα διακονηθῇ,
ἀλλʼ ἵνα διακονήσῃ,’ καὶ τὴν ἡμῶν ἐργάσηται σωτηρίαν. Ἀμέλει
δυνάμενος ἀπὸ τοῦ οὐρανοῦ λαλῆσαι τὸν νόμον, εἶδεν ὅτι
λυσιτελεῖ τοῖς ἀνθρώποις ἀπὸ τοῦ Σινᾶ λαλῆσαι· καὶ τοῦτο
πεποίηκεν, ἵνα καὶ Μωσῆς ἀναβῆναι δυνηθῇ, κἀκεῖνοι τὸν λόγον
ἐγγύθεν ἀκούοντες μᾶλλον πιστεῦσαι δυνηθῶσι, Πλὴν καὶ τὸ

<pb n="139"/>
εὔλογον τοῦ γενομένου θεωρεῖν ἔξεστιν ἐντεῦθεν· εἰ διὰ τὸ
δυνατὸν εἰρήκει, καὶ ἐλέλυτο ἡ κατάρα, τοῦ μὲν κελεύσαντος ἡ
δύναμις ἐπεδείκνυτο, ὁ μέντοι ἄνθρωπος τοιοῦτος ἐγίνετο, οἷος ἦν
καὶ ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως, ἔξωθεν λαβὼν τὴν χάριν, καὶ
μὴ συνηρμοσμένην ἔχων αὐτὴν τῷ σώματι· τοιοῦτος γὰρ ὢν καὶ
τότε τέθειτο ἐν τῷ παραδείσῳ· τάχα δὲ καὶ χείρων ἐγίνετο, ὅτι
καὶ παραβαίνειν μεμάθηκεν. Ὢν τοίνυν τοιοῦτος, εἰ καὶ παραπέπειστο <note type="marginal">iii. 33.</note>
πέπειστο ὑπὸ τοῦ ὄφεως, ἐγίνετο πάλιν χρεία ‘προστάξαι τὸν
Θεὸν καὶ λῦσαι τὴν κατάραν·ʼ καὶ οὕτως εἰς ἄπειρον ἐγίνετο ἡ
χρεία, καὶ οὐδὲν ἧττον οἱ ἄνθρωποι ἔμενον ὑπεύθυνοι, δουλεύοντες
τῇ ἁμαρτίᾳ· ἀεὶ δὲ ἁμαρτάνοντες, ἀεὶ ἐδέοντο τοῦ συγχωροῦντος,
καὶ οὐδέποτε ἠλευθεροῦντο, σάρκες ὄντες καθʼ ἑαυτοὺς,
καὶ ἀεὶ ἡττώμενοι τῷ νόμῳ διὰ τὴν ἀσθένειαν τῆς σαρκός.</p><note type="marginal">Cp. c. 56.</note></div><div type="textpart" subtype="chapter" n="69"><p>69. Πάλιν τε εἰ κτίσμα ἦν ὁ Υἱὸς, ἔμενεν ὁ ἄνθρωπος οὐδὲν
ἧττον θνητὸς, μὴ συναπτόμενος τῷ Θεῷ· οὐ γὰρ κτίσμα συνῆπτε
τὰ κτίσματα τῷ Θεῷ, ζητοῦν καὶ αὐτὸ τὸν συνάπτοντα·
οὐδὲ τὸ μέρος τῆς κτίσεως σωτηρία τῆς κτίσεως ἂν εἴη, δεόμενον
καὶ αὐτὸ σωτηρίας. Ἵνα οὖν μηδὲ τοῦτο γένηται, πέμπει
τὸν ἑαυτοῦ Υἱὸν, καὶ γίνεται υἱὸς ἀνθρώπου, τὴν κτιστὴν σάρκα
λαβών· ἵν᾿, ἐπειδὴ πάντες εἰσὶν ὑπεύθυνοι τῷ θανάτῳ, ἄλλος ὢν
τῶν πάντων, αὐτὸς ὑπὲρ πάντων τὸ ἴδιον σῶμα τῷ θανάτῳ <note type="marginal">Cp. i. 41.</note>
προσενέγκῃ, καὶ λοιπὸν, ὡς πάντων διʼ αὐτοῦ ἀποθανόντων, ὁ
μὲν λόγος τῆς ἀποφάσεως πληρωθῇ (‘πάντες γὰρ ἀπέθανον ἐν <note type="marginal">2 Cor. v. 15.</note>
Χριστῷ᾿)· πάντες δὲ διʼ αὐτοῦ γένωνται λοιπὸν ἐλεύθεροι μὲν
ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς διʼ αὐτὴν κατάρας, ἀληθῶς δὲ διαμείνωσιν
εἰσαεὶ ἀναστάντες ἐκ νεκρῶν, καὶ ἀθανασίαν καὶ ἀφθαρσίαν
ἐνδυσάμενοι. Τοῦ γὰρ Λόγου ἐνδυσαμένου τὴν σάρκα,
καθὼς πολλάκις δέδεικται, πᾶν μὲν δῆγμα τοῦ ὄφεως δι᾿ ὅλου
κατεσβέννυτο ἀπʼ αὐτῆς· εἴ τι ἐκ τῶν σαρκικῶν κινημάτων
ἀνεφύετο κακὸν, ἐξεκόπτετο, καὶ συνανῃρεῖτο τούτοις ὁ τῆς
ἁμαρτίας ἀκόλουθος θάνατος, ὡς αὐτὸς ὁ Κύριός φησιν, ‘ἔρχεται <note type="marginal">John xiv. 30.</note>
ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ οὐδὲν εὑρίσκει ἐν ἐμοί·’
καὶ, εἰς τοῦτο γὰρ ἐφανερώθη,᾿ ὡς ἔγραψεν ὁ Ἰωάννης, ‘ἵνα <note type="marginal">1 John iii. 8.</note>
λύσῃ τὰ ἔργα τοῦ διαβόλου Τούτων δὲ λυθέντων ἀπὸ τῆς
σαρκὸς, πάντες οὕτω κατὰ τὴν συγγένειαν τῆς σαρκὸς ἠλευθερώθημεν,
καὶ λοιπὸν συνήφθημεν καὶ ἡμεῖς τῷ Λόγῳ. Συναφθέντες

<pb n="140"/>
δὲ τῷ Θεῷ, οὐκέτι μὲν ἐπὶ γῆς ἀπομένομεν, ἀλλʼ ὡς αὐτὸς
<note type="marginal">John xiv. 3.</note> εἶπεν, ‘ὅπου αὐτὸς, καὶ ἡμεῖς ἐσόμεθα·’ καὶ λοιπὸν οὔτε τὸν
ὄφιν ἔτι φοβηθησόμεθα· κατηργήθη γὰρ, ἐν τῇ σαρκὶ διωχθεὶς
<note type="marginal">Matt. iv. 10.</note> παρὰ τοῦ Σωτῆρος, καὶ ἀκούσας, ‘Ὕπαγε ὀπίσω μου,
Σατανᾶ·᾿ καὶ οὕτως ἔξω τοῦ παραδείσου τυγχάνει βαλλόμενος
εἰς τὸ πῦρ τὸ αἰώνιον· οὔτε δὲ γυναῖκα παραπείθουσαν φυλαξόμεθα·
<note type="marginal">Ib. xxii. 30.</note> ‘ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίζονται,
<note type="marginal">Gal. vi. 15.</note> ἀλλʼ εἰσὶν ὡς ἄγγελοι·᾿ καὶ ἐν Χριστῷ Ἰησοῦ ‘καινὴ κτίσις᾿
<note type="marginal">Col. iii. 28. Col. iii. 11.</note> ἔσται, καὶ ‘οὔτε ἄρσεν, οὔτε θῆλυ, ἀλλὰ ‘πάντα καὶ ἐν πᾶσιν᾿
ἔσται ὁ Χριστός. Ἔνθα δὲ ὁ Χριστὸς, ποῖος φόβος ἢ ποῖος
κίνδυνος ἔτι γενήσεται;</p></div><div type="textpart" subtype="chapter" n="70"><p>70. Τοῦτο δὲ οὐκ ἂν ἐγεγόνει, εἰ κτίσμα ἦν ὁ Λόγος. Πρὸς
γὰρ κτίσμα, κτίσμα ὢν καὶ ὁ διάβολος, εἶχεν ἀεὶ τὴν μάχην·
καὶ μέσος ὢν ὁ ἄνθρωπος, ὕποπτος ἦν ἀεὶ τῷ θανάτῳ, μὴ ἔχων
ἐν ᾧ καὶ διʼ οὗ συναφθεὶς τῷ Θεῷ ἐλεύθερος παντὸς φόβου
γένηται. Ὅθεν ἡ ἀλήθεια δείκνυσι μὴ εἶναι τῶν γενητῶν τὸν
Λόγον, ἀλλὰ μᾶλλον τούτων αὐτὸν δημιουργόν· οὕτω γὰρ καὶ
προσελάβετο τὸ γενητὸν καὶ ἀνθρώπινον σῶμα, ἵνα τοῦτο ὡς
<note type="marginal">Cp. i. 42.</note> δημιουργὸς ἀνακαινίσας, ἐν ἑαυτῷ θεοποιήσῃ, καὶ οὕτως εἰς
βασιλείαν οὐρανῶν εἰσαγάγῃ πάντας ἡμᾶς καθʼ ὁμοιότητα κείνου.
Οὐκ ἂν δὲ πάλιν ἐθεοποιήθη κτίσματι συναφθεὶς ὁ ἄνθρωπος,
εἰ μὴ Θεὸς ἦν ἀληθινὸς ὁ Υίος· καὶ οὐκ ἂν παρέστη τῷ
Πατρὶ ὁ ἄνθρωπος, εἰ μὴ φύσει καὶ ἀληθινὸς ἦν αὐτοῦ Λόγος ὁ
<note type="marginal">Cited in Theod. Dial. ii.</note> ἐνδυσάμενος τὸ σῶμα. Καὶ ὥσπερ οὐκ ἂν ἠλευθερώθημεν ἀπὸ
τῆς ἁμαρτίας καὶ τῆς κατάρας, εἰ μὴ φύσει σὰρξ ἦν ἀνθρωπίνη,
ἣν ἐνεδύσατο ὁ Λόγος· (οὐδὲν γὰρ κοινὸν ἦν ἡμῖν πρὸς τὸ ἀλλότριον·)
οὕτως οὐκ ἂν ἐθεοποιήθη ὁ ἄνθρωπος, εἰ μὴ φύσει ἐκ τοῦ
Πατρὸς καὶ ἀληθινὸς καὶ ἴδιος αὐτοῦ ἦν ὁ Λόγος, ὁ γενόμενος
σάρξ. Διὰ τοῦτο γὰρ τοιαύτη γέγονεν ἡ συναφὴ, ἵνα τῷ κατὰ
<note type="marginal">Cp. iii. 43.</note> φύσιν τῆς θεότητος συνάψῃ τὸν φύσει ἄνθρωπον, καὶ βεβαία
γένηται ἡ σωτηρία καὶ ἡ θεοποίησις αὐτοῦ, Οὐκοῦν οἱ ἀρνούμενοι
ἐκ τοῦ Πατρὸς εἶναι φύσει καὶ ἴδιον αὐτοῦ τῆς οὐσίας τὸν
<note type="marginal">Cp. Ep. ad Epict. 2.</note> Υἱὸν ἀρνείσθωσαν καὶ ἀληθινὴν σάρκα ἀνθρωπίνην αὐτὸν εἰληφέναι
ἐκ Μαρίας τῆς ἀειπαρθένου. Οὐδὲν γὰρ πλέον ἡμῖν
κέρδος τοῖς ἀνθρώποις ἦν, εἰ μήτε ἀληθινὸς καὶ φύσει ἦν Υἱὸς
τοῦ Θεοῦ ὁ Λόγος, μήτε ἀληθινὴ σὰρξ ἦν, ἣν προσελάβετο.

<pb n="141"/>
Ἀλλ᾿ ἔλαβέ γε ἀληθινὴν σάρκα, κἂν μαίνηται Οὐαλεντῖνος· ἦν <note type="marginal">Cp. Ath. ad Adelph. 2.</note>
γὰρ καὶ φύσει καὶ ἀληθινὸς Θεὸς ὁ Λόγος, κἂν μαίνωνται οἱ
Ἀρειομανῖται· καὶ ἐν ἐκείνῃ γέγονεν ἡμῶν ἡ ἀρχὴ τῆς καινῆς
κτίσεως, κτισθεὶς ἄνθρωπος ὑπὲρ ἡμῶν, καὶ τὴν ὁδὸν ἡμῖν ἐκείνην
ἐγκαινίσας, ὥσπερ εἴρηται.</p></div><div type="textpart" subtype="chapter" n="71"><p>71. Οὔτε οὖν κτίσμα ἐστὶν ὁ Λόγος, οὔτε ἔργον· ταὐτὸν γάρ
ἐστι κτίσμα καὶ ποίημα, καὶ ἔργον· καὶ εἴπερ κτίσμα καὶ ποίημα
ἦν, ἦν ἂν καὶ ἔργον. Διὰ τοῦτο γοῦν οὐδὲ εἴρηκεν, ‘ ἔκτισέ
με ἔργον,᾿ οὐδὲ, ‘σὺν τοῖς ἔργοις ἐποίησεν, ἴνα μὴ τῇ φύσει
καὶ τῇ οὐσίᾳ κτίσμα εἶναι δόξῃ· οὔτε ὅτι, ‘ διὰ τὸ ποιῆσαί με
ἔργα, ἔκτισεν,ʼ ἴνα μὴ πάλιν κατὰ τὴν κακόνοιαν τῶν ἀσεβῶν
ὡς ὄργανον διʼ ἡμᾶς γενόμενος νομισθῇ· ἀλλʼ οὐδʼ ὅτι ‘ πρὸ τῶν <note type="marginal">Cp. i.26.</note>
ἔργων ἔκτισέ μεʼ ἀνήγγειλεν, ἴνα μὴ, ὥσπερ ἐστὶ γέννημα ὣν
πρὸ πάντων, οὕτω καὶ κτιζόμενος πρὸ τῶν ἔργων, ταὐτὸν ποιήσῃ
νομίζεσθαι τὸ ‘γέννημα᾿ καὶ τὸ ‘ ἔκτισεν·᾿ ἀλλὰ μετὰ παρατηρήσεως
ἀκριβοῦς, ‘ εἰς ἔργα᾿ εἴρηκεν· ἴσον τῷ εἰπεῖν, ‘εἰς
σάρκα με πεποίηκεν ὁ Πατὴρ γενέσθαι ἄνθρωπον· ὥστε καὶ ἐκ
τούτου πάλιν δείκνυσθαι μὴ εἶναι ἔργον αὐτὸν, ἀλλὰ γέννημα.
Ὡς; γὰρ ὁ εἰσερχόμενος εἰς οἰκίαν οὐκ ἔστι μέρος τῆς οἰκίας,
ἀλλὰ ὅλλος ἐστὶ παρὰ τὴν οἰκίαν· οὕτως ὁ εἰς τὰ ἔργα κτιζόμενος
ἄλλος ἂν εἴη τὴν φύσιν παρὰ τὰ ἔργα· ἐπεὶ εἰ καθʼ ὑμᾶς ὁ
τοῦ Θεοῦ Λόγος ἔργον ἐστὶν, ὦ Ἀρειανοὶ, ἐν ποίᾳ ἄρα χειρὶ καὶ
σοφίᾳ γέγονε καὶ αὐτός; πάντα γὰρ τὰ γενόμενα ἐν τῇ χειρὶ
καὶ ἐν σοφίᾳ τοῦ Θεοῦ γέγονε, λέγοντος μὲν αὐτοῦ τοῦ Θεοῦ,
ἡ χείρ μου ἐποίησε ταῦτα πάντα· τοῦ δὲ Δαβὶδ ψάλλοντος, <note type="marginal">Isa. lxvi. 2.</note>
‘ Καὶ σὺ κατʼ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ τὰ ἔργα <note type="marginal">Ps. ci. (cii.) 25.</note>
τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί·᾿ καὶ πάλιν ἐν τῷ ἑκατοστῷ
τεσσαπακοστῷ δευτέρῳ ψαλμῷ, ‘Ἐμνήσθην ἡμερῶν ἀρχαίων, <note type="marginal">Ib. cxlii. (cxliii.) 5.</note>
καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν
σου ἐμελέτων.ʼ Οὐκοῦν εἰ ἐν χειρὶ τοῦ Θεοῦ τὰ ποιήματα εἰργάσθη,
γέγραπται δὲ, ὅτι ‘ πάντα διὰ τοῦ Λόγου ἐγένετο, καὶ <note type="marginal">John i. 3.</note>
χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·᾿ καὶ πάλιν, ‘ εἴς Κύριος Ἰησοῦς, <note type="marginal">1 Cor. viii. 6.</note>
δι᾿ οὗ τὰ πάντα,᾿ καὶ ὅτι ‘ ἐν αὐτῷ τὰ πάντα συνέστηκεν· <note type="marginal">Col. i. 17.</note>
εὔδηλον ὡς οὐκ ἂν εἴη ὁ Υἱὸς ἔργον, ἀλλʼ αὐτός ἐστιν ἡ χεὶρ <note type="marginal">Cp. c. 31; iv. 26.</note>
τοῦ Θεοῦ καὶ ἡ σοφία. Τοῦτο γινώσκοντες καὶ οἱ ἐν Βαβυλῶνι
γενόμενοι μάρτυρες, Ἀνανίας, Ἀζαρίας, Μισαὴλ, ἐλέγχουσι τὴν

<pb n="142"/>
<note type="marginal">Song of Three Children 54.</note> Ἀρειανὴν ἀσέβειαν. Εἰπόντες γὰρ, ‘Εὐλογεῖτε πόντα τὰ ἔργα
Κυρίου τὸν Κύριον·᾿ τὰ μὲν ἐν οὐρανῷ καὶ τὰ ἐπὶ γῆς, καὶ πᾶσαν
τὴν κτίσιν, ὡς ἔργα κατέλεξαν· τὸν δὲ Υἱὸν οὐκ ὠνόμασαν· οὐ
γὰρ εἰρήκασιν, ‘Εὐλόγει, Λόγε, καὶ ὕμνει, Σοφία·᾿ ἵνα δείξωσιν
ὅτι τὰ μὲν ἄλλα πάντα ὑμνοῦντά ἐστι, καὶ ἔργα ἐστί· ὁ δὲ
Λόγος οὐκ ἔστιν ἔργον οὐδὲ τῶν ὑμνούντων, ἀλλὰ σὺν τῷ Πατρὶ
ὑμνούμενος, καὶ προσκυνούμενός ἐστι καὶ θεολογούμενος, Λόγος
μὲν αὐτοῦ καὶ Σοφία ὢν, τῶν δὲ ἔργων δημιουργός. Τοῦτο καὶ
τὸ Πνεῦμα ἐν Ψαλμοῖς μετὰ καλλίστης διαστολῆς εἴρηκεν, ὅτι
<note type="marginal">Ps. xxxii. (xxxiii.) 4. Ib. ciii. (civ.) 24.</note> ‘εὐθὺς ὁ Λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει·’
καθάπερ καὶ ἐν ἑτέρῳ φησὶν, ‘Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου,
Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.᾿</p></div><div type="textpart" subtype="chapter" n="72"><p>72. Εἰ δὲ ἔργον ἦν ὁ Λόγος, πάντως ἂν καὶ αὐτὸς ‘ἐν σοφίᾳ
ἐγεγόνει, καὶ οὔτ᾿ ἂν διέστελλεν αὐτὸν ἀπὸ τῶν ἔργων ἡ γραφὴ,
οὔτε τὰ μὲν ‘ἔργα᾿ ὠνφόμαζε, τὸν δὲ ‘Λόγον καὶ σοφίαν ἰδίαν τοῦ
Θεοῦʼ εὐηγγελίζετο. Νῦν δὲ, διαστέλλουσα τῶν ἔργων αὐτὸν, ἡ
γραφὴ δείκνυσιν ὅτι τῶν ἔργων δημιουργός ἐστιν ἡ Σοφία, καὶ
οὐκ ἔργον. Ταύτη τῇ διαστολῇ καὶ ὁ Παῦλος κέχρηται γράφων
<note type="marginal">Heb. iv. 12, 13.</note>  Ἑβραίοις· ‘ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος
ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι
μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς
ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς
ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς
αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.᾿ Ἰδοὺ γὰρ τὰ μὲν γενητὰ
‘κτίσιν᾿ ὠνόμασε· τὸν δὲ Υἱὸν ‘Λόγον᾿ οἶδεν ὄντα τοῦ Θεοῦ, ὡς
ἄλλου ὄντος αὐτοῦ παρὰ τὰ κτίσματα. Πάλιν δὲ λέγων,
‘πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀδθαλμοῖς αὐτοῦ,
πρὸς ὃν ἡμῖν ὁ λόγος,ʼ ἄλλον αὐτὸν εἶναι σημαίνει τῶν πάντων.
Διὰ τοῦτο γὰρ καὶ ὁ μὲν κρίνει, τῶν δὲ γενητῶν πάντων ἕκαστος
<note type="marginal">Rom. viii. 21 22.</note> ὑπεύθυνός ἐστιν αὐτῷ διδόναι λόγον. Οὕτως ἄρα καὶ ‘τῆς
κτίσεως πάσης συστεναζούσης ἡμῖν εἰς τὸ ἐλευθερωθῆναι ἀπὸ
τῆς δουλείας τῆς φθορᾶς,ʼ ἄλλος τῶν κτισμάτων δείκνυται εἶναι
ὁ Υἱός. Εἰ γὰρ ἦν κτίσμα, εἰς ἧν καὶ αὐτὸς τῶν στεναζόντων,
καὶ δεόμενος τοῦ υἱοποιοῦντος καὶ ἐλευθεροῦντος καὶ αὐτὸν μετὰ
πάντων. Εἰ δὲ πᾶσα μὲν ἡ κτίσις συστενάζει ἐλευθερίας χάριν
τῆς ἀπὸ τῆς φθορᾶς τῆς δουλείας, ὁ δὲ Υἱὸς οὐκ ἔστι τῶν στεναζόντων,

<pb n="143"/>
οὐδὲ τῶν δεομένων ἐλευθερίας, ἀλλʼ αὐτός ἐστιν ὁ <note type="marginal">i. 39.</note>
υἱοποιῶν καὶ ἐλευθερῶν τὰ πάντα, λέγων τοῖς τότε Ἰουδαίοις,
‘ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ δὲ υἱὸς <note type="marginal">John vii. 35.</note>
μένει εἰς τὸν αἰῶνα· ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως
ἐλεύθεροι ἔσεσθε·᾿ λευκότερον φωτὸς ἀποδείκνυται καὶ ἐκ τούτων,
ὅτι οὐκ ἔστι κτίσμα ὁ τοῦ Θεοῦ Λόγος, ἀλλʼ Υἱὸς ἀληθινὸς
καὶ φύσει γνήσιος τοῦ Πατρός. Περὶ μὲν οὖν τοῦ ‘Κύριος <note type="marginal">Cp. c. 45.</note>
ἔκτισέ με ἀρχὴν ὁδῶν,᾿ εἰ καὶ δι᾿ ὀλίγων, ἀλλʼ ἱκανά ἐστιν, ὥς
γε νομίζω, πρόφασιν παρασχεῖν ταῦτα τοῖς λογιωτέροις πλείονα
κατασκευάζειν εἰς ἀναίρεσιν τῆς ἀρειανῆς αἱρέσεως· ἐπειδὴ δὲ
καὶ τὸν ἑξῆς στίχον ἀναγινώσκοντες οἱ αἱρετικοὶ, κακῶς καὶ περὶ <note type="marginal">(9.)</note>
τούτου ἐνθυμούμενοι, νομίζουσιν, ἐπειδὴ γέγραπται, ‘πρὸ τοῦ <note type="marginal">Prov. viii. 23.</note>
αἰῶνος ἐθεμελίωσέ με,᾿ εἰς τὴν θεότητα τοῦ Λόγου καὶ μὴ εἰς
τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν εἰρῆσθαι καὶ ταῦτα, ἀναγκαῖον,
καὶ τοῦτον τὸν στίχον διαλύοντας, δεῖξαι τὴν πλάνην ἐκείνων.</p></div><div type="textpart" subtype="chapter" n="73"><p>73. Γέγραπται, ‘ὁ Θεὸς τῇ Σοφίᾳ ἐθεμελίωσε τὴν γῆν·᾿ εἰ <note type="marginal">Ib. iii. 19.</note>
τοίνυν τῇ Σοφίᾳ ἡ γῇ τεθεμελίωται, πῶς ὁ θεμελιῶν θεμελιοῦται;
ἀλλὰ παροιμιωδῶς ἐστιν εἰρημένον καὶ τοῦτο· καὶ δεῖ
καὶ τούτου τὸν νοῦν ζητεῖν, ἵνα γινώσκωμεν, ὅτι τῇ μὲν Σοφίᾳ
ὁ Πατὴρ δημιουργεῖ, καὶ θεμελιοῖ τὴν γῆν εἰς τὸ εἶναι ἑδραίαν
καὶ διαμένειν αὐτήν· αὐτὴ δὲ ἡ Σοφία ἐθεμελιοῦτο εἰς ἡμᾶς, ἵνα
ἀρχὴ καὶ θεμέλιος τῆς καινῆς ἡμῶν κτίσεως καὶ ἀνακαινίσεως
γένηται. Οὐκ εἴρηκε γοῦν οὐδὲ ἐν τούτοις, ‘πρὸ τοῦ αἰῶνος
Λόγον ἢ Υἱόν με πεποίηκεν, ἵνα μὴ ὡς ἀρχὴν ἔχῃ τοῦ ποιεῖσθαι·
τοῦτο γὰρ πρὸ πάντων δεῖ ζητεῖν, εἰ Υἱός ἐστι, καὶ περὶ τούτου <note type="marginal">Cp. c.5.</note>
τὰς γραφὰς προηγουμένως ἐρευνᾶν. Τοῦτο γὰρ καὶ τῶν ἀποστόλων
ἐρωτηθέντων ὁ Πέτρος ἀπεκρίνατο, λέγων, ‘Σὺ εἶ ὁ <note type="marginal">Matt. xvi. 16.</note>
Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος·᾿ τοῦτο γὰρ καὶ ὁ πατὴρ
τῆς Ἀρειανῆς αἱρέσεως ἐν πρώτοις ἠρώτησεν, ‘εἰ Υἱὸς εἶ τοῦ <note type="marginal">Ib. iv. 6.</note>
Οεοῦ·᾿ ᾔδει γὰρ ὅτι τοῦτό ἐστιν ἡ ἀλήθεια, καὶ τὸ κύριον τῆς
πίστεως ἡμῶν· καὶ ὅτι, ἐὰν μὲν αὐτὸς ᾖ ὁ Υἱὸς, τέλος ἕξει ἡ
διαβολικὴ τυραννίς· ἐὰν δὲ κτίσμα ᾖ, εἰς ἐστι καὶ αὐτὸς τῶν ἐκ
τοῦ Ἀδὰμ τοῦ ἀπατηθέντος παῤ αὐτοῦ, καὶ οὐδεμία φροντὶς ἦν
αὐτῷ. Διὰ τοῦτο καὶ οἱ τότε Ἰουδαίοι ἠγανάκτουν, ὅτι ὁ Κύριος
Υἱὸν Θεοῦ ἑαυτὸν, καὶ ‘Πατέρα ἴδιον ἔλεγεν ἑαυτοῦ᾿ εἶναι τὸν <note type="marginal">John v. 18.</note>
Θεόν. Εἰ γὰρ ἦν ἑαυτὸν ἕνα τῶν κτισμάτων εἰρηκὼς, ἢ ὅτι

<pb n="144"/>
‘ποίημά εἰμι,᾿ οὐκ ἐξενίζοντο ἀκούοντες, οὐδὲ βλασφημίαν ἐνόμιζον
τὰ τοιαῦτα ῥήματα, εἰδότες καὶ ἀγγέλων ἐπιδημίαν γενομένην
πρὸς τοὺς πατέρας· ἀλλʼ ἐπειδὴ Υἱὸν ἑαυτὸν ἔλεγεν,
ἐθεώρουν μὴ κτίσματος εἶναι τὸ τοιοῦτον γνώρισμα, ἀλλὰ θεότητος
καὶ φύσεως πατρικῆς.</p></div><div type="textpart" subtype="chapter" n="74"><p>74. Ἔδει τοίνυν τοὺς Ἀρειανοὺς, κἂν τὸν πατέρα ἑαυτῶν
τὸν διάβολον μιμουμένους, περιεργάζεσθαι· καὶ εἰ μὲν εἴρηκε,
‘Λόγον ἢ Υἱόν με ἐθεμελίωσε,᾿ φρονεῖν ὡς φρονοῦσιν· εἰ δὲ μὴ
οὕτως εἴρηκε, μὴ ἐπινοεῖν ἑαυτοῖς τὰ μὴ ὄντα. Οὐ γὰρ εἴρηκε,
‘πρὸ τοῦ αἰῶνος Λόγον ἢ Υἱόν με ἐθεμελίωσεν,᾿ ἀλλʼ ἁπλῶς,
‘ἐθεμελίωσέ με,ʼ ἵνα δείξῃ πάλιν, καθάπερ εἶπον, ὅτι οὐ διʼ
ἑαυτὸν, διὰ δὲ τοὺς ἐποικοδομουμένους ἐπʼ αὐτὸν παροιμιωδῶς
καὶ τοῦτο λέγει. Τοῦτο γὰρ εἰδὼς καὶ ὁ ἀπόστολος γράφει,
<note type="marginal">1 Cor. iii. 11, 10.</note> ‘Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον,
ὅς ἐστιν Ἰησοῦς Χριστός. Ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδομεῖ,᾿
Ἀνάγκη δὲ τὸν θεμέλιον τοιοῦτον εἶναι, οἷα καὶ τὰ
ἐποικοδομούμενά ἐστιν, ἵνα καὶ συναρμολογεῖσθαι δυνηθῇ.
<note type="marginal">Cp. c. 8; iii. 41, 45, 52.</note> Λόγος μὲν οὖν ὢν, ᾗ Λόγος ἐστὶν, οὐκ ἔχει τοιούτους, οἷός ἐστι
καὶ αὐτὸς, τοὺς συναρμολογουμένους αὐτῷ· μονογενὴς γάρ ἐστιν·
ἄνθρωπος δὲ γενόμενος, ἔχει τοὺς ὁμοίους, ὧν καὶ τὴν ὁμοίαν
ἐνεδύσατο σάρκα. Οὐκοῦν κατὰ τὸ ἀνθρώπινον ‘θεμελιουται,’
ἵνα καὶ ἡμεῖς ἐπʼ αὐτὸν ὡς ‘λίθοι τίμιοι’ ἐποικοδομεῖσθαι δυνηθῶμεν,
<note type="marginal">1 Cor. iii. 12, 16</note> καὶ γενώμεθα ‘ναὸς τοῦ ἐν ἡμῖν οἰκοῦντος ἁγίου Πνεύματος.᾿
Ὥσπερ δὲ θεμέλιος αὐτὸς, ἡμεῖς δὲ λίθοι ἐποικοδομούμενοι
<note type="marginal">John xv. 1.</note> ἐπʼ αὐτὸν, οὕτως αὐτὸς πάλιν ‘ἄμπελός’ ἐστιν, ἡμεῖς δὲ
ὡς κλήματα συνημμένα, οὐ κατὰ τὴν οὐσίαν τῆς θεότητος
(ἀδύνατον γὰρ τοῦτό γε), ἀλλὰ πάλιν κατὰ τὸ ἀνθρώπινον·
ὅμοια γὰρ εἶναι δεῖ τὰ κλήματα τῇ ἀμπέλῳ· ἐπεὶ καὶ ἡμεῖς
ὅμοιοι κατὰ τὴν σάρκα τυγχάνομεν ὄντες αὐτοῦ, Ἄλλως τε
ἀνθρώπινα φρονοῦντας τοὺς αἱρετικοὺς, ἀνθρωπίνοις παραδείγμασι
διελέγχειν προσήκει διὰ τῶν αὐτῶν λόγων. Οὐκ εἴρηκε
γοῦν ὅτι ‘θεμέλιόν με πεποίηκεν, ἵνα μὴ, ὡς ποιήματος καὶ
ἀρχὴν ἔχοντος αὐτοῦ τοῦ γίνεσθαι, κἂν ἐν τούτῳ πρόφασιν
εὕρωσιν ἀναίσχυντον πρὸς ἀσέβειαν· ἀλλʼ ὅτι ‘ἐθεμελίωσέ
με.᾿ Τὸ δὲ θεμελιούμενον θεμελιοῦται μὲν διὰ τοὺς ἐπιβαλλομένους
ἐπʼ αὐτὸ λίθους· γίνεται δὲ οὐχ ἀπλῶς, ἀλλʼ ὅταν ἐξ

<pb n="145"/>
ὄρους μετενεχθῇ λίθος, καὶ εἰς τὸ βάθος τῆς γῆς κατατεθῇ.
Καὶ ἕως μὲν ἐν τῷ ὄρει λίθος ἐστὶν, οὔπω τεθεμελίωται· ἐπειδὰν
δὲ ἡ χρεία ἀπαιτῇ, καὶ μετενεχθῇ, καὶ περιβάληται τὸ
βάθος τῆς γῆς, τότε λοιπὸν, εἰ λάβοι φωνὴν ὁ λίθος, εἴποι ἂν,
‘νῦν ἐθεμελίωσέ με, ὁ ἐξ ὄρους ὧδε μεταθείς.᾿ Οὐκοῦν οὐχ ὁ
Κύριος καὶ ὅτε τεθεμελίωται, ἀρχὴν ἔχει τοῦ εἶναι (ἦν γὰρ καὶ
πρὸ τούτου Λόγος)· ἀλλʼ ὅτε τὸ ἡμέτερον ἐνεδύσατο σῶμα, ὅπερ
ἐκ Μαρίας τμηθὲν ἔλαβε, τότε φησὶν, ἐθεμελίωσέ με· ἴσον
τῷ εἰπεῖν, ‘Λόγον ὄντα με περιέβαλε γηίνῳ σώματι.’ Οὕτω
γὰρ διʼ ἡμᾶς θεμελιοῦται, τὰ ἡμῶν ἀναδεχόμενος, ἵνα ἡμεῖς, ὡς
σύσσωμοι συναρμολογούμενοι καὶ συνδεθέντες ἐν αὐτῷ διὰ τῆς
ὁμοιώσεως τῆς σαρκὸς, ‘εἰς ἄνδρα τέλειονʼ καταντήσαντες, <note type="marginal">Eph. iv. 13.</note>
ἀθάνατοι καὶ ἄφθαρτοι διαμείνωμεν.</p></div><div type="textpart" subtype="chapter" n="75"><p>75. Τὸ δὲ, ‘πρὸ τοῦ αἰῶνος καὶ, ‘πρὸ τοῦ τὴν γῆν ποιῆσαι,’
καὶ, ‘πρὸ τοῦ ὄρη ἑδρασθῆναι,’ μηδένα ταραττέτω· πάνυ <note type="marginal">Prov. viii. 23. 25.</note>
γὰρ καὶ τοῦτο καλῶς συνῆψε τῷ ‘ἐθεμελίωσε,’ καὶ τῷ ‘ἔκτισε·’
τοῦτο γὰρ πάλιν τῆς κατὰ σάρκα οἰκονομίας ἅπτεται. Ἡ γὰρ <note type="marginal">Cp. c. 51.</note>
παρὰ τοῦ Σωτῆρος εἰς ἡμᾶς γενομένη ‘χάρις’ ἄρτι μὲν ‘ἐπεφάνη,’ <note type="marginal">Tit. ii. 11.</note>
ὡς εἶπεν ὁ ἀπόστολος, καὶ γέγονεν ἐπιδημήσαντος αὐτοῦ·
προητοίμαστο δὲ αὕτη καὶ πρὶν γενέσθαι ἡμᾶς, μᾶλλον δὲ καὶ
πρὸ τῆς καταβολῆς τοῦ κόσμου· καὶ ἡ αἰτία χρηστὴ καὶ θαυμαστή
πως ἐστιν. Οὐκ ἔπρεπε τὸν Θεὸν ὕστερον περὶ ἡμῶν
βουλεύεσθαι, ἵνα μὴ ὡς ἀγνοῶν τὰ καθʼ ἡμᾶς φαίνηται. Κτίζων
τοίνυν ἡμᾶς διὰ τοῦ ἰδίου Λόγου ὁ τῶν ὅλων Θεὸς, καὶ εἰδὼς τὰ
ἡμῶν ὑπὲρ ἡμᾶς, προγινώσκων τεὅτι, ‘καλοὶ’ γενόμενοι, ὕστερον <note type="marginal">Gen. i.31.</note>
παραβάται τῆς ἐντολῆς ἐσόμεθα, καὶ ἐκ τοῦ παραδείσου ἐκβληθησάμεθα
διὰ τὴν παρακοὴν, φιλάνθρωπος καὶ ἀγαθὸς ὢν, προετοιμάζει
ἐν τῷ ἰδίῳ Λόγῳ, διʼ οὗ καὶ ἔκτισεν ἡμᾶς, τὴν περὶ τῆς <note type="marginal">Cp. c. 54.</note>
σωτηρίας ἡμῶν οἰκονομίαν, ἵνα, κἂν ἀπατηθέντες παρὰ τοῦ
ὄφεως ἐκπέσωμεν, μὴ τέλεον ἀπομείνωμεν νεκροὶ, ἀλλʼ ἔχοντες <note type="marginal">Cp. i. 43.</note>
ἐν τῷ Λόγῳ τὴν προητοιμασμένην ἡμῖν λύτρωσίν τε καὶ σωτηπίαν,
πάλιν ἀναστάντες, ἀθάνατοι διαμείνωμεν, ὅταν αὐτὸς ὑπὲρ
ἡμῶν ‘ἀρχὴ τῶν ὁδῶν κτισθῇ,᾿ καὶ ὁ ‘πρωτότοκος τῆς κτίσεως’
γένηται ‘πρωτότοκος ἀδελφῶν,’ καὶ αὐτὸς ‘ἀπαρχὴ τῶν νεκρῶν’
ἀναστῇ. Τοῦτο Παῦλος ὁ μακάριος ἀπόστολος γράφων διδάσκει·
τὸ γὰρ ἐν ταῖς Παροιμίαις, ‘πρὸ τοῦ αἰῶνος,’ καὶ ‘πρὸ

<pb n="146"/>
τοῦ τὴν γῆν υενέσθαι,’ διερμηνεύων, οὕτω φησὶ πρὸς μὲν Τιμόθεον·
<note type="marginal">2 Tim. i. 8-10.</note> θεον· ‘Συγκακοπάθησαον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ,
τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ
ἔργα ἡμῶν, ἀλλὰ κατὰ τὴν ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν
ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν
δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,
καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ τὴν ζωήν.’
Πρὸς δὲ τοὺς Ἐφεσίους· ‘Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ
πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ’ Ἰησοῦ· καθὼς ἐξελέξατο
ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους
καὶ ἀμώμους κατ᾿ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς
εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν.’</p></div><div type="textpart" subtype="chapter" n="76"><p>76. Πῶς οὖν ἐξελέξατο πρὶν γενέσθαι ἡμᾶς, εἰ μὴ, ὡς αὐτὸς
εἴρηκεν, ‘ἐν αὐτῷ ἦμεν προτετυπωμένοι; πῶς δὲ ὅλως, πρὶν
ἀνθρώπους κτισθῆναι, ‘ἡμᾶς προώρισεν εἰς υἱοθεσίαν,’ εἰ μὴ
αὐτὸς ὁ Υἱὸς πρὸ τοῦ αἰῶνος τεθεμελίωτο, ἀναδεξάμενος τὴν
ὑπὲρ ἡμῶν οἰκονομίαν; ἢ πῶς, ὡς ἐπιφέρει λέγων ὁ ἀπόστολος,
<note type="marginal">Ib. 11.</note> ‘ἐκληρώθημεν προορισθέντες,’ εἰ μὴ αὐτὸς ὁ Κύριος πρὸ
τοῦ αἰῶνος ἦν θεμελιωθεὶς, ὥστε αὐτὸν πρόθεσιν ἔχειν ὑπὲρ
<note type="marginal">Cp. c. 66, 69. </note>ἡμῶν πάντα τὸν καθʼ ἡμῶν κλῆρον τοῦ κρίματος ἀναδέξασθαι
διὰ τῆς σαρκὸς, καὶ λοιπὸν ἡμᾶς ἐν αὐτῷ υἱοποιηθῆναι; πῶς δὲ
καὶ ‘πρὸ χρόνων αἰνωίων’ ἐλαμβάνομεν, μήπω γεγονότες, ἀλλʼ
ἐν χρόνῳ γεγονότες, εἰ μὴ ἐν τῷ Χριστῷ ἦν ἀποκειμένη ἡ εἰς
<note type="marginal">Matt. xvi. 27; xxv. 34.</note> ἡμᾶς φθάνουσα χάρις; διὸ καὶ ἐν τῇ κρίσει, ὅταν ἕκαστος ‘κατὰ
τὴν πρᾶξιν’ ἀπολαμβάνῃ, φησὶ, ‘Δεῦτε, οἱ εὐλογημένοι τοῦ
Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν
ἀπὸ καταβολῆς κόσμου· Πῶς οὖν, ἢ ἐν τίνι, πρὶν γενέσθαι
ἡμᾶς, ἡτοιμάσθη, εἰ μὴ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰῶνος εἰς τοῦτο
θεμελιωθέντι, ἵνʼ ἡμεῖς, ὡς ἐπʼ αὐτὸν ἐποικοδομούμενοι, μεταλάβωμεν,
ὡς λίθοι εὐάρμοστοι, τῆς παῤ αὐτοῦ ζωῆς τε καὶ χάριτος;
Τοῦτο δὲ γέγονεν, ὥς γε μετρίως ἐπέρχεταί τινι νοεῖν εὐσεβῶς,
ἵνα, καθὰ προεῖπον, ἀναστάντες ἀπὸ τοῦ πρὸς ὀλίγον θανάτου,
αἰωνίως ζῆσαι δυνηθῶμεν, οὐκ ἂν δυνηθέντες, ἄνθρωποι τυγχάνοντες
ἀπὸ γῆς, εἰ μὴ πρὸ τοῦ αἰῶνος ἦν προετοιμασθεῖσα ἡμῖν
ἐν Χριστῷ ἡ τῆς ζωῆς καὶ σωτηρίας ἐλπίς. Οὐκοῦν εἰκότως

<pb n="147"/>
ἐπιβαίνων ὁ Λόγος εἰς τὴν ἡμετέραν σάρκα, καὶ ἐν αὐτῇ ‘κτιζόμενος <note type="marginal">Prov. viii. 23—25.</note>
ἀρχὴ ὁδῶν εἰς ἔργα αὐτοῦ,’ θεμελιοῦται οὕτως, ὥσπερ
ἦν ἐν αὐτῷ τὸ βούλημα τοῦ Πατρὸς, καθάπερ εἴρηται, πρὸ τοῦ
αἰῶνος, καὶ πρὸ τοῦ τὴν γῆν γενέσθαι, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι,
καὶ πρὸ τοῦ τὰς πηγὰς προελθεῖν·’ ἵνα κἂν ‘ἡ γῆ,’ καὶ τὰ <note type="marginal">Matt. xxiv. 35; Heb. i. 11.</note>
ὄρη, καὶ τὰ σχήματα τῶν φαινομένων ‘παρέλθῃ’ ἐν τῇ συντελείᾳ
τοῦ ἐνεστῶτος αἰῶνος, μὴ κατ᾿ αὐτὰ ‘παλαιωθῶμεν καὶ ἡμεῖς,
ἀλλὰ δυνηθῶμεν καὶ μετὰ ταῦτα ζῇν, ἔχοντες τὴν πρὸ τούτων
ἑτοιμασθεῖσαν ἡμῖν ἐν αὐτῷ τῷ Λόγῳ, κατʼ ἐκλογὴν, ζωήν τε
καὶ εὐλογίαν πνευματικήν. Οὕτω γὰρ δυνησόμεθα μὴ πρόσκαιρον
ἔχειν ζωὴν, ἀλλὰ μετὰ ταῦτα διαμεῖναι ζῶντες ἐν
Χριστῷ· ἐπειδὴ καὶ πρὸ τούτων, ἡ ζωὴ ἡμῶν ἐτεθεμελίωτο καὶ
ἡτοίμαστο ἐν Χριστῷ Ἰησοῦ.</p></div><div type="textpart" subtype="chapter" n="77"><p>77. Οὐδὲ γὰρ οὐδὲ ἐν ἄλλῳ θεμελιωθῆναι τὴν ζωὴν ἡμῶν
ἔπρεπεν ἢ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰώνων ὄντι, ‘δι᾿ οὗ’ καὶ οἱ αἰῶνες <note type="marginal">Heb. i. 2.</note>
γεγόνασιν, ἵνʼ ὡς ἐν αὐτῷ αὐτῆς οὔσης, δυνηθῶμεν καὶ ἡμεῖς
αἰώνιον κληρονομῆσαι ζωήν. Ἀγαθὸς γὰρ ὁ Θεός· ἀγαθὸς δὲ
ὢν ἀεὶ, τοῦτο βεβούληται, γινώσκων τὴν ἡμετέραν ἀσθενῆ φύσιν
Χρῄζουσαν τῆς παῤ αὐτοῦ βοηθείας τε καὶ σωτηρίας. Καὶ
ὥσπερ ἂν εἴ τις ἀρχιτέκτων σοφὸς, προθέμενος οἰκίαν οἰκοδομεῖν,
βουλεύεται ἅμα ἵνα, ἐάν ποτε καὶ φθαρῇ μετὰ τὸ γενέσθαι
ταύτην, πάλιν ἀνανεώσηται, τοῦτο δὲ βουλευόμενος προετοιμάζει,
καὶ δίδωσι τῷ ἐργασαμένῳ τὴν εἰς ἀνανέωσιν παρασκευὴν,
καὶ γίνεται πρὸ τῆς οἰκίας ἡ τῆς ἀνανεώσεως προπαρασκευή·
τὸν αὐτὸν τρόπον πρὸ ἡμῶν ἡ τῆς ἡμετέρας σωτηρίας
ἀνανέωσις θεμελιοῦται ἐν τῷ Χριστῷ, ἵνʼ ἐν αὐτῷ καὶ ἀνακτισθῆναι
δυνηθῶμεν. Καὶ ἡ μὲν βουλὴ καὶ ἡ πρόθεσις πρὸ τοῦ
αἰῶνος ἡτοιμάσθη· τὸ δὲ ἔργον γέγονεν ὅτε ἡ χρεία ἀπῄτησε,
καὶ ἐπεδήμησεν ὁ Σωτήρ· αὐτὸς γὰρ ὁ Κύριος ἀντὶ πάντων ἡμῖν
ἐν τοῖς οὐρανοῖς γενήσεται, προσλαμβάνων ἡμᾶς εἰς τὴν αἰώνιον
ζωήν. Ἤρκει μὲν οὖν ταῦτα πρὸς ἀπόδειξιν τοῦ μὴ εἶναι
κτίσμα τὸν τοῦ Θεοῦ Λόγον, ἀλλὰ καὶ ὀρθὴν εἶναι τὴν τοῦ
ῥητοῦ διάνοιαν. ἐπειδὴ δὲ διερευνώμενον τὸ ῥητὸν ὀρθὸν ἔχει
πανταχόθεν τὸν νοῦν, ἀκόλουθον καὶ τοῦτον τὸν νοῦν εἰπεῖν· <note type="marginal">(6. again.)</note>
ἴσως ἐκ πολλῶν ἐντραπῶσιν οἱ ἀνόητοι. Χρεία δὲ πάλιν τῶν
προειρημένων· περὶ γὰρ τῆς αὐτῆς παροιμίας καὶ τῆς αὐτῆς

<pb n="148"/>
σοφίας ἐστὶ τὸ προκείμενον. Οὐκ εἴρηκεν ἑαυτὸν εἶναι τῇ φύσει
<note type="marginal">Prov. viii. 22.</note> κτίσμα ὁ Λόγος, ἀλλʼ ἐν παροιμίαις εἴρηκε τὸ ‘Κύριος ἔκτισέ
με·᾿ καὶ δῆλόν ἐστιν ὅτι νοῦν τινα οὐ παῤῥησίᾳ, ἀλλὰ τοῦτον
<note type="marginal">2 Cor. iii. 16.</note> κεκρυμμένον σημαίνει, ὅντινα καὶ ἡμᾶς δυνατὸν εὑρεῖν, εἰ ‘περιέλοιμεν
τὸ κάλυμμα τῆς παροιμίας. Τίς γὰρ ἀκούων τῆς δημιουργοῦ
Σοφίας, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,ʼ φασκούσης,
οὐκ εὐθὺς ζητεῖ τὴν διάνοιαν, λογιζόμενος πῶς δύναται ἡ
κτίζουσα κτίζεσθαι; τίς, ἀκούσας τοῦ μονογενοῦς Υἱοῦ τοῦ
Θεοῦ λέγοντος ‘ἀρχὴν ὁδῶν ἑαυτὸν κτίζεσθαι,ʼ οὐκ ἐρευνᾷ τὸν
νοῦν, θαυμάζων πῶς δύναται ὁ μονογενὴς Υἱὸς ἄλλων πολλῶν
<note type="marginal">Prov. i. 5, 6.</note> ἀρχὴ γίνεσθαι; αἴνιγμα μὲν ἔστιν· ‘ὁ δὲ νοήμων,’ φησὶ,
‘νοήσει παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ
αἰνίγματα.’</p></div><div type="textpart" subtype="chapter" n="78"><p>78. Ἡ μὲν οὖν μονογενὴς καὶ αὐτοσοφία τοῦ Θεοῦ κτίζουσα
<note type="marginal">Ps. ciii.  (civ.) 24.</note> καὶ δημιουργός ἐστι τῶν πάντων· ‘Πάνταʼ γὰρ, φησὶν, ‘ἐν
σοφίᾳ ἐποίησας, καὶ ‘ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.’ Ἵνα
δὲ μὴ μόνον ὑπάρχῃ τὰ γενόμενα, ἀλλὰ καὶ καλῶς ὑπάρχῃ,
ηὐδόκησεν ὁ Θεὸς συγκαταβῆναι τὴν ἑαυτοῦ Σοφίαν τοῖς κτίσμασιν·
ὤστε τύπον τινὰ καὶ φαντασίαν εἰκόνος αὐτῆς ἐν πᾶσί
τε κοινῇ καὶ ἑκάστῳ ἐνθεῖναι, ἵνα καὶ σοφὰ τὰ γενόμενα, καὶ
ἄξια τοῦ Θεοῦ ἔργα δείκνυται. Ὡς γὰρ Λόγου ὄντος τοῦ Υἱοῦ
τοῦ Θεοῦ εἰκών ἐστιν ὁ ἡμέτερος λόγος, οὕτως ὄντος αὐτοῦ
Σοφίας εἰκὼν πάλιν ἐστὶν ἡ ἐν ἡμῖν γενομένη σοφία· ἐν ᾗ τὸ
εἰδέναι καὶ τὸ φρονεῖν ἔχοντες, δεκτικοὶ γινόμεθα τῆς δημιουργοῦ
Σοφίας, καὶ διʼ αὐτῆς γινώσκειν δυνάμεθα τὸν αὐτῆς Πατέρα.
<note type="marginal">Cp. 1 John ii. 23. Matt. x. 40.</note> ‘Ὁ γὰρ ἔχων,’ φησὶ, ‘τὸν Υἱὸν, ἔχει καὶ τὸν Πατέρα·’ καὶ,
‘ὁ δεχόμενός με, δέχεται τὸν ἀποστείλαντά με.᾿ Τοιούτου
τοίνυν τύπου τῆς Σοφίας κτισθέντος ἐν ἡμῖν τε καὶ ἐν πᾶσι τοῖς
ἔργοις ὄντος, εἰκότως ἡ ἀληθινὴ καὶ δημιουργὸς Σοφία, τὰ τοῦ
τύπου ἑαυτῆς εἰς ἑαυτὴν ἀναλαμβάνουσα, φησὶ τὸ ‘Κύριος
ἔκτισέ με εἰς ἔργα αὐτοῦ.’ Ἃ γὰρ ἡ ἐν ἡμῖν σοφία εἶπε, ταῦτα
αὐτὸς ὁ Κύριος ὡς ἴδια λέγει· καὶ οὐκ ἔστι μὲν αὐτὸς κτιζόμενος
κτίστης ὢν, διὰ δὲ τὴν ἐν τοῖς ἔργοις εἰκόνα κτισθεῖσαν
αὐτοῦ, ταῦτα αὐτὸς ὡς περὶ ἑαυτοῦ λέγει. Καὶ ὥσπερ αὐτὸς ὁ
<note type="marginal">Ibid.</note> Κύριος εἴρηκεν, ‘Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται,᾿ διὰ τὸ τὸν
τύπον αὐτοῦ ἐν ἡμῖν εἶναι· οὕτως, καίτοι μὴ ὢν τῶν κτιζομένων,

<pb n="149"/>
ὅμως διὰ τὸ τὴν εἰκόνα αὐτοῦ καὶ τύπον ἐν τοῖς ἔργοις κτίζεσθαι,
ὡς αὐτὸς ὢν, λέγει· ‘Κύριος ἕκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς
ἔργα αὐτοῦ Οὕτω δὲ γέγονεν ὁ ἐν τοῖς ἔργοις τῆς Σοφίας
τύπος, ἵνα, καθὰ προεῖπον, ὁ κόσμος ἐν αὐτῇ γινώσκῃ τὸν
ἑαυτοῦ δημιουργὸν Λόγον, καὶ διʼ αὐτοῦ τὸν Πατέρα. Καὶ <note type="marginal">Cp. i. 12.</note>
τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Παῦλος, ‘διότι τὸ γνωστὸν τοῦ Θεοῦ <note type="marginal">Rom. i. 19. 20.</note>
φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε· τὰ
γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα
καθορᾶται Ὥστε οὐκ ἔστι κτίσμα τῇ οὐσίᾳ ὁ Λόγος, ἀλλὰ
περὶ τῆς ἐν ἡμῖν οὔσης καὶ λεγομένης σοφίας, ἐστὶ τὸ ἐν ταῖς
Παροιμίαις ῥητόν.</p></div><div type="textpart" subtype="chapter" n="79"><p>79. Εἰ δὲ καὶ τούτοις ἀπιστοῦσι, λεγέτωσαν ἡμῖν αὐτοὶ, εἰ
ἔστι τις σοφία ἐν τοῖς κτίσμασι, ἢ οὐκ ἔστιν; Εἰ μὲν οὖν οὐκ
ἔστι, πῶς ὁ ἀπόστολος αἰτιᾶται, λέγων, ‘ἐπειδὴ γὰρ ἐν τῇ <note type="marginal">1 Cor. i. 21.</note>
σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν;’
ἢ πῶς, εἰ μή ἐστι σοφία, ‘πλῆθος σοφῶνʼ ἐν τῇ γραφῇ εὑρίσκεται; <note type="marginal">Wisd. vi. 24.</note>
καὶ, σοφὸς γὰρ φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ·’ καὶ, <note type="marginal">Prov. xiv. 16.</note>
‘Μετὰ σοφίας οἰκοδομεῖται οἷκος.’ Ὁ δὲ Ἐκκλησιαστὴς λέγει, <note type="marginal">Ib. xxiv. 3.</note>
‘Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ·’ καὶ μέμφεται τοῖς <note type="marginal">Eccles. viii. 1. Ib. vii. 11.</note>
προπετευομένοις, λέγων, ‘Μὴ εἴπῃς, Τί ἐγένετο, ὅτι αἱ ἡμέραι
αἱ πρότερον ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἠρώτησας
περὶ τούτου· Εἰ δέ ἐστιν, ὥσπερ οὖν καὶ ὁ τοῦ Σιράχ
φησιν· ‘ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ μετὰ πάσης <note type="marginal">Sirac. i. 10.</note>
σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν
αὐτόν·’ ἡ δὲ τοιαύτη ἔκχυσις οὐ τῆς οὐσίας τῆς αὐτοσοφίας
καὶ μονογενοῦς ἐστι γνώρισμα, ἀλλὰ τῆς ἐν τῷ κόσμῳ
ἐξεικονισθείσης· τί ἄπιστον εἰ αὐτὴ ἡ δημιουργὸς καὶ ἀληθινὴ
Σοφία, ἧς τύπος ἐστὶν ἡ ἐν κόσμῳ ἐκχυθεῖσα σοφία καὶ ἐπιστήμη,
ὡς περὶ ἑαυτῆς ἐστι, καθὰ προεῖπον, λέγουσα, ‘Κύριος
ἔκτισέ με εἰς ἔργα αὐτοῦ;’ οὐ γὰρ ἡ ἐν κόσμῳ σοφία κτίζουσά
ἐστιν, ἀλλʼ ἡ ἐγκτιζομένη τοῖς ἔργοις, καθʼ ἣν ‘οἱ μὲν οὐρανοὶ <note type="marginal">Ps. xviii. (xix.) 1.</note>
διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ
στερέωμα Οἱ δὲ ἄνθρωποι, εἰ ταύτην ἐν ἑαυτοῖς φέροιεν,
ἐπιγνώσονται τὴν ἀληθινὴν τοῦ Θεοῦ Σοφίαν· καὶ γνωσθήσονται,
ὅτι ὄντως κατʼ εἰκόνα Θεοῦ γεγόνασι. Καὶ ὥσπερ ἂν
εἴ τις βασιλέως υἱὸς, θέλοντος πατρὸς οἰκοδομῆσαι πόλιν, καὶ

<pb n="150"/>
ποιῶν ἐν ἑκάστῳ τῶν γινομένων ἔργων ἐγγραφῆναι τὸ ἑαυτοῦ
ὄνομα, ἀσφαλείας τε χάριν τοῦ διαμένειν τὰ ἔργα διὰ τὴν ἐν
ἑκάστῳ τοῦ ὀνόματος αὐτοῦ φαντασίαν, καὶ ἵνʼ ἐκ τοῦ ὀνόματος
ἀναμιμνήσκεσθαι αὐτοῦ τε καὶ τοῦ πατρὸς αὐτοῦ δύνωνται,
τελειώσας δὲ εἰ ἐρωτηθείη περὶ τῆς πόλεως, πῶς γέγονεν, εἴποι
<note type="marginal">Cp. iii. 31.</note> ἄν· ’Ἀσφαλῶς γέγονε· κατὰ γὰρ τὸ βούλημα τοῦ πατρὸς, ἐν
ἑκάστῳ ἔργῳ ἐξεικονίσθην· τὸ γὰρ ἐμὸν ὄνομα ἐν τοῖς ἔργοις
ἐνεκτίσθη·’ τοῦτο δὲ λέγων, οὐ τὴν ἑαυτοῦ οὐσίαν κτισθεῖσαν
σημαίνει, ἀλλὰ τὸν ἑαυτοῦ τύπον διὰ τοῦ ὀνόματος· τὸν αὐτὸν
τρόπον κατὰ τὴν ὁμοιότητα τοῦ παραδείγματος τοῖς θαυμάζουσι
τὴν ἐν τοῖς κτίσμασι σοφίαν ἀποκρίνεται ἡ ἀληθινὴ Σοφία,
‘Κύριος ἔκτισέ με εἰς ἔργα· ἐμοῦ γὰρ τύπος ἐστὶν ὁ ἐν αὐτοῖς·
κἀγὼ οὕτω συγκατέβην τῇ δημιουργίᾳ.’</p></div><div type="textpart" subtype="chapter" n="80"><p>80. Οὐ δεῖ δὲ πάλιν ξενίζεσθαι, εἰ τὸν ἐν ἡμῖν τύπον ὄντα
ὡς περὶ ἑαυτοῦ ἐστι λέγων ὁ Υἱὸς, ὅπου γε (τὸ αὐτὸ γὰρ λέγειν
οὐκ ὀκνητέον) καὶ Σαύλου τότε διώκοντος τὴν ἐκκλησίαν, ἐν ᾗ
<note type="marginal">Acts ix. 4.</note> τύπος ἦν αὐτοῦ καὶ εἰκὼν, ὡς αὐτὸς διωκόμενος ἔλεγε· ‘Σαῦλε,
τί με διώκεις;’ Οὐκοῦν, ὥσπερ εἴρηται, εἰ ἔλεγεν αὐτὸς ὁ τύπος
τῆς Σοφίας ὁ ὢν ἐν τοῖς ἔργοις τὸ ‘Κύριος ἔκτισέ με εἰς ἔργα,’
οὐκ ἄν τις ἐξενίσθη· οὕτως ἐὰν καὶ αὐτὴ ἡ ἀληθινὴ καὶ δημιουργὸς
Σοφία, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, λέγῃ τὰ τῆς εἰκόνος
ἑαυτοῦ ὡς περὶ ἑαυτοῦ, τὸ ‘Κύριος ἔκτισέ με εἰς ἔργα,᾿  μηδεὶς,
ἀφεὶς τὴν ἐν κόσμῳ καὶ τοῖς ἔργοις ἐγκτισθεῖσαν, νομιζέτω περὶ
τῆς οὐσίας τῆς αὐτοσοφίας εἰρῆσθαι τὸ ‘ἔκτισεν·᾿ ἵνα μὴ, ‘τὸν
<note type="marginal">Isa. i. 22. Cp. iii. 35.</note> οἶνον ὕδατι μίσγων, κλέπτειν δοκῇ τὴν ἀλήθειαν. Αὕτη μὲ γὰρ
κτίζουσα καὶ δημιουργός ἐστιν· ὁ δὲ ταύτης τύπος ἐγκτίζεται τοῖς
ἔργοις, ὥσπερ καὶ τῆς εἰκόνος τὸ κατʼ εἰκόνα. ‘Ἀρχὴν δὲ ὁδῶν’
λέγει, ἐπειδὴ ἡ τοιαύτη σοφία ἀρχή τις καὶ ὥσπερ στοιχείωσις
τῆς ἐπὶ Θεὸν γνώσεως γίνεται· ταύτῃ γὰρ πρώτῃ ὥσπερ ἐπιβάς
τις τῇ ὁδῷ, καὶ ταύτην φυλάττων τῷ φόβῳ τοῦ Θεοῦ (ὡς εἶπεν ὁ
<note type="marginal">Prov. i. 7.</note> Σολομὼν, ‘ἀρχὴ σοφίας φόβος Κυρίουʼ) εἶτα ἐπαναβαίνων τῇ
διανοίᾳ, καὶ νοήσας τὴν ἐν τῇ κτίσει δημιουργὸν Σοφίαν, νοήσει
<note type="marginal">John xiv. 9.</note> ἐν αὐτῇ καὶ τὸν αὐτῆς Πατέρα, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, ‘Ὁ ἐμὲ
<note type="marginal">1 John ii. 23.</note> ἑωρακὼς, ἑώρακε τὸν Πατέρα·’ καὶ ὡς ὁ Ἰωάννης γράφει, ‘ὁ ὁμολογῶν
<note type="marginal">Prov. viii. 22.</note>  τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἔχει ‘Πρὸ τοῦ αἰῶνος δὲ,
φησὶν, ‘ἐθεμελίωσέ με,’ ἐπειδὴ ἐν τῷ αὐτῆς τύπῳ ἑδραῖα καὶ ἀεὶ

<pb n="151"/>
μένει τά ἔργα. Εἶτα ἵνα μή τις, ἀκούων περὶ τῆς οὕτως ἐν τοῖς
ἔργοις κτισθείσης σοφίας, νομίσῃ τὴν ἀληθινὴν Σοφίαν τὸν τοῦ
Θεοῦ Υἱὸν εἶναι τῇ φύσει κτίσμα, ἀναγκαίως ἐπήγαγε, ‘πρὸ τοῦ <note type="marginal">Prov. viii. 25, 26.</note>
ὄρη,’ καὶ, ‘πρὸ τοῦ τὴν γῆν,’ καὶ, πρὸ τῶν ὑδάτων,’ καὶ, ‘πρὸ
πάντων βουνῶν γεννᾷ με·’ ἵνα ἐν μὲν τῷ λέγειν ‘πρὸ πάσης
κτίσεως (τὴν γὰρ πᾶσαν κτίσιν ἐν τούτοις ἐδήλωσε) δείξῃ ὅτι
μὴ κατʼ οὐσίαν συνεκτίσθη τοῖς ἔργοις. Εἰ γὰρ ‘εἰς τὰ ἔργα’
ἐκτίσθη, πρὸ δὲ τῶν ἔργων ἐστὶ, δῆλον ὅτι καὶ πρὸ τοῦ ἐκτίσθαι
ἐστίν. Οὐκ ἄρα τῇ φύσει καὶ οὐσίᾳ κτίσμα ἐστὶν, ἀλλʼ, ὡς
αὐτὸς ἐπήγαγε, γέννημά ἐστι. Τί δὲ διαφέρει ἢ πῶς διέστηκε
τὴν φύσιν κτίσμα γεννήματος, δέδεικται ἐν τοῖς ἔμπροσθεν.</p><note type="marginal">Cp. i. 14, 29.</note></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>