<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2035.tlg131.1st1K-grc1:23-24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2035.tlg131.1st1K-grc1:23-24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg131.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="23"><p>23. Ἀλλʼ εἴπερ κατὰ τοὺς αἰρετικοὺς ‘κτίσμα μὲν ἢ ποίημα
ἦν, οὐχ ὡς ἓν δὲ τῶν κτισμάτων,ʼ διὰ τὸ ἐν δόξῃ διαφέρειν
αὐτῶν, ἔδει πρὸς τὰ ἄλλα ποιήματα τῇ κατὰ τὸ βέλτιον συγκρίσει
σημαίνεσθαί τε παρὰ τῆς γραφῆς καὶ δείκνυσθαι αὐτὸν,
οἷον ἔδει λέγεσθαι αὐτὸν μείζονα ἀρχαγγέλων· ἔδει ἐντιμότερον
τῶν θρόνων, καὶ λαμπρότερον μὲν ἡλίου καὶ σελήνης, μείζονα

<pb n="92"/>
δὲ τῶν οὐρανῶν. Νῦν δὲ οὕτω μὲν αὐτὸς οὐ σημαίνεται Υἱὸν
δὲ αὐτὸν ἴδιον καὶ μόνον δείκνυσιν ἑαυτοῦ ὁ Πατὴρ, λέγων·
<note type="marginal">Ps. ii. 7. Matt. iii. 17. Ib. iv. 11.</note> ‘Υἱός μου εἶ σύ·’ καὶ ‘Οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν
ᾧ ηὐδόκησα·’ διὸ καὶ ‘διηκόνουν αὐτῷ οἱ ἄγγελοι,ʼ ὡς ἄλλῳ παῤ
αὐτοὺς ὄντι· καὶ προσκυνεῖται παῤ αὐτῶν, οὐχ ὡς τῇ δόξῃ
μείζων, ἀλλʼ ὡς ἄλλος παρὰ πάντα τὰ κτίσματα καὶ παῤ ἐκείνους
ὢν, μόνος δὲ τοῦ Πατρὸς ἴδιος ὢν κατʼ οὐσίαν Υἱός. Εἰ
γὰρ ὡς ὑπερέχων τῇ δόξῃ προσεκυνεῖτο, ἔδει καὶ ἕκαστον τῶν
ὑποβεβηκότων τὸν ὑπερέχοντα προσκυνεῖν. Ἀλλʼ οὐκ ἔστιν
οὕτω· κτίσμα γὰρ κτίσματι οὐ προσκυνεῖ, ἀλλὰ δοῦλος δεσπότην,
καὶ κτίσμα Θεόν, Πέτρος μὲν οὖν ὁ ἀπόστολος προσκυνῆσαι
<note type="marginal">Acts x. 26.</note> θέλοντα τὸν Κορνήλιον κωλύει, λέγων ὅτι ‘κἀγὼ
ἄνθρωπός εἰμι·’ ἄγγελος δὲ θέλοντα προσκυνῆσαι τὸν Ἰωάννην
<note type="marginal">Rev. xxii. 9.</note> ἐν τῇ Ἀποκαλύψει κωλύει, λέγων, ‘Ὄρα μή· σύνδουλός σου
εἰμὶ, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν τηρούντων
τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.’ Οὐκοῦν
Θεοῦ ἐστι μόνου τὸ προσκυνεῖσθαι· καὶ τοῦτο ἴσαι καὶ
αὐτοὶ οἱ ἄγγελοι, ὅτι κἂν ἄλλων ταῖς δόξαις ὑπερέχωσιν, ἀλλὰ
κτίσματα πάντες εἰσὶ, καὶ οὐκ εἰσὶ τῶν προσκυνουμένων, ἀλλὰ
τῶν προσκυνούντων τὸν Δεσπότην. Τὸν γοῦν πατέρα τοῦ
Σαμψὼν τὸν Μανωὲ, θέλοντα θυσίαν προσενεγκεῖν τῷ ἀγγέλῳ,
<note type="marginal">Cp. Judges xiii. 16.</note> ἐκώλυσεν ὁ ἄγγελος λέγων ὅτι ‘μὴ ἐμοὶ, ἀλλὰ τῷ Θεῷ προσένεγκε.’
Ὁ δὲ Κύριος καὶ παῤ ἀγγέλων προσκυνεῖται· γέγραπται
<note type="marginal">Ps. xcvi. (xcvii.) 7; Heb. i. 6.</note> γὰρ, ‘καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ·’ καὶ
παρὰ πάντων δὲ τῶν ἐθνῶν, ὡς ὁ Ἡσαΐας φησὶν, ‘Ἐκοπίασεν
<note type="marginal">Isa. xlv. 14.</note> Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ
ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι·’ εἶτα ἐξῆς· ‘Καὶ
προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεός
ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ·’ τούς τε μαθητὰς προσκυνοῦντας
δέχεται, καὶ πληροφορεῖ τούτους, ὅστις ἐστὶ λέγων·
<note type="marginal">John xiii. 13.</note> ‘Οὐχ ὑμεῖς λέγετέ με, ὁ Κύριος καὶ ὁ διδάσκαλος; καὶ καλῶς
<note type="marginal">Ib. xx. 28.</note> λέγετε· εἰμὶ γάρ.’ Καὶ τὸν Θωμᾶν δὲ λέγοντα αὐτῷ, ‘Ὁ
Κύριός μου καὶ ὁ Θεός μου, συγχωρεῖ λέγειν, καὶ μᾶλλον ἀποδέχεται,
μὴ κωλύων αὐτόν. Ἔστι γὰρ αὐτὸς, ὡς οἵ τε ἄλλοι
προφήται λέγουσι, καὶ Δαβὶδ ψάλλει, ‘Κύριος τῶν δυνάμεων,
<note type="marginal">Ps. xxiii. (xxiv.) 10.</note> Κύριος Σαβαὼθ ὃ ἑρμηνεύεται, ‘Κύριος τῶν στρατιῶν,ʼ καὶ

<pb n="93"/>
Θεὸς ἀληθινὸς καὶ παντοκράτωρ, κἂν οἱ Ἀρειανοὶ ἐν τούτῳ
διαῤῥηγνύωσιν ἑαυτούς.</p></div><div type="textpart" subtype="chapter" n="24"><p>24. Οὐκ ἂν δὲ οὐδὲ αὐτὸς προσεκυνήθη, οὐδὲ ταῦτʼ ἐλέγετο
περὶ αὐτοῦ, εἰ ὅλως τῶν κτισμάτων ἦν. Νῦν δὲ ἐπειδὴ οὐκ ἔστι
κτίσμα, ἀλλʼ ἴδιον τῆς οὐσίας τοῦ προσκυνουμένου Θεοῦ γέννημα,
καὶ φύσει Υἱός ἐστι, διὰ τοῦτο προσκυνεῖται, καὶ Θεὸς
πιστεύεται, καὶ Κύριος στρατιῶν καὶ ἐξουσιαστὴς καὶ παντοκράτωρ
ἐστὶν, ὡς ὁ Πατήρ· αὐτὸς γὰρ εἴρηκε· ‘Πάντα ὅσα ἔχει <note type="marginal">John xvi. 15.</note>
ὁ Πατὴρ ἐμά ἐστιν· Υἱοῦ γὰρ ἴδιον τὰ τοῦ Πατρὸς ἔχειν, καὶ
τοιοῦτον αὐτὸν εἶναι, ὡς ἐν αὐτῷ θεωρεῖσθαι τὸν Πατέρα· καὶ
δι᾿ αὐτοῦ τὰ πάντα πεποιῆσθαι, καὶ ἐν αὐτῷ τὴν σωτηρίαν τῶν
πάντων γίνεσθαί τε καὶ συνίστασθαι· ἐπεὶ καλὸν αὐτοὺς ἔρεσθαι
καὶ τοῦτο, ἵνʼ ἔτι μᾶλλον ὁ ἔλεγχος τῆς αἱρέσεως αὐτῶν φαίνηται·
διὰ τί, πάντων ὄντων κτισμάτων, καὶ πάντων ἐκ τοῦ μὴ ὄντος
ἐχόντων τὴν σύστασιν, τοῦ τε Υἱοῦ καὶ αὐτοῦ ὄντος καθʼ ὑμᾶς
κτίσματος καὶ ποιήματος, καὶ ἑνὸς τῶν οὐκ ὄντων ποτὲ, διʼ
αὐτοῦ μόνου τὰ πάντα πεποίηκε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ <note type="marginal">Ib. i. 3.</note>
ἕν;’ ἢ διὰ τί, ὅταν μὲν ‘τὰ πάνταʼ λέγηται, οὐ τὸν Υἱόν τις ἐν
τοῖς πᾶσι σημαίνεσθαι νοεῖ, ἀλλὰ τὰ γενητά; ὅταν δὲ περὶ τοῦ
Λόγου λέγωσιν αἱ γραφαὶ, οὐκ ἐκ τῶν πάντων πάλιν αὐτὸν
ὄντα νοοῦσιν, ἀλλὰ τῷ Πατρὶ συντάττουσιν αὐτὸν, ἐν ᾧ τὴν
πάντων πρόνοιαν καὶ σωτηρίαν ἐργάζεται καὶ ποιεῖ ὁ Πατὴρ,
καὶ μάλιστα δυναμένων τῶν πάντων τῷ αὐτῷ προστάγματι, ᾧ
κἀκεῖνος παρὰ μόνου τοῦ Θεοῦ γέγονε, γενέσθαι; Οὐ γὰρ
κάμνει ὁ Θεὸς προστάττων, οὐδὲ ἀσθενεῖ πρὸς τὴν τῶν πάντων
ἐργασίαν, ἵνα τὸν μὲν Υἱὸν μόνος μόνον κτίσῃ, εἰς δὲ τὴν τῶν
ἄλλων δημιουργίαν ὑπουργοῦ καὶ βοηθοῦ χρείαν ἔχῃ τοῦ Υἱοῦ,
Οὐδὲ γὰρ οὐδὲ ὑπέρθεσιν ἔχει, ὅπερ ἂν ἐθελήσῃ γενέσθαι· ἀλλὰ
μόνον ἠθέληκε, καὶ ὑπέστη τὰ πάντα, καὶ ‘τῷ βουλήματι αὐτοῦ <note type="marginal">Rom. ix. 11.</note>
οὐδεὶς ἀνθέστηκε.’ Τίνος οὖν ἕνεκα οὐ γέγονε τὰ πάντα παρὰ
μόνου τοῦ Θεοῦ τῷ προστάγματι, ᾧ γέγονε καὶ ὁ Υἱὸς, ἢ διὰ τί
διὰ τούτου πάντα γέγονε, καίτοι καὶ αὐτοῦ γενητοῦ τυγχάνοντος,
λεγέτωσαν. Ἀλογία μὲν οὖν πᾶσα παῤ αὐτοῖς· φασὶ δὲ ὅμως
περὶ τούτου, ὡς ἄρα ‘θέλων ὁ Θεὸς τὴν γενητὴν κτίσαι φύσιν,
ἐπειδὴ ἑώρα μὴ δυναμένην αὐτὴν μετασχεῖν τῆς τοῦ Πατρὸς
ἀκράτου χειρὸς, καὶ τῆς παῤ αὐτοῦ δημιουργίας, ποιεῖ καὶ κτίζει

<pb n="94"/>
<note type="marginal">Cp. iv. 11. De Decr. Nic. 8.</note> πρώτως μόνος μόνον ἔνα, καὶ καλεῖ τοῦτον Υἱὸν καὶ Λόγον, ἵνα,
τούτου μέσου γενομένου, οὕτω λοιπὸν καὶ τὰ πάντα διʼ αὑτοῦ
γενέσθαι δυνηθῇ.’ Ταῦτα οὐ μόνον εἰρήκασιν, ἀλλὰ καὶ
γράψαι τετολμήκασιν Εὐσέβιός τε καὶ Ἄρειος, καὶ ὁ θύσας
Ἀστέριος.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>