<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2035.tlg117.1st1K-grc1:5-8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2035.tlg117.1st1K-grc1:5-8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg117.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="5"><note type="marginal">Deut. iv. 4.</note><p>5. Ἐκ τοῦ Δευτερονομίου· ‘Ὑμεῖς δὲ οἱ προσκείμενοι Κυρίῳ
τῷ Θεῷ ὑμῶν, ζῆτε πάντες ἐν τῇ σήμερον.᾿  Ἐκ τούτου δυνατὸν
εἰδέναι τὴν διαφορὰν, καὶ γνῶναι ὅτι οὐκ ἔστι κτίσμα ὁ Υἱὸς
<note type="marginal">John x. 30.</note> τοῦ Θεοῦ. Ὁ μὲν γὰρ Υἱὸς λέγει, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν
ἐσμεν·᾿  καὶ, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·᾿  τὰ δὲ
γενητὰ, ὅτʼ ἂν προκόπτῃ, πρόσκειται τῷ Κυρίῳ. Ὁ μὲν γὰρ
<note type="marginal">i. 20.</note>  Λόγος, ὡς ἴδιος, ἐν τῷ Πατρί ἐστι· τὰ δὲ γενητὰ, ἔξωθεν ὄντα,
πρόσκειται, ὡς τῇ μὲν φύσει ἀλλότρια, τῇ δὲ προαιρέσει προσκείμενα.
<note type="marginal">i. 26.</note> Καὶ γὰρ καὶ υἱὸς μὲν ὁ φύσει, ἕν ἐστι μετὰ τοῦ
γεννῶντος· ὁ δὲ ἔξωθεν υἱοποιούμενος προσκείσεται τῷ γένει.
<note type="marginal">Deut. iv. 7.</note> Διὰ τοῦτο καὶ εὐθὺς ἐπιφέρει, ὅτι ‘ποῖον ἔθνος μέγα, ᾧ ἐστιν
<note type="marginal">Jer. xxiii. 23.</note> αὐτῷ Θεὸς ἐγγίζων;ʼ καὶ ἀλλαχοῦ, ‘Θεὸς ἐγγίζων ἐγώ·ʼ τοῖς
γὰρ γενητοῖς ἐγγίζει, ὡς ξένοις αὐτοῦ οὖσι· τῷ δὲ Υἱῷ, ὡς ἰδίῳ,
οὐκ ἐγγίζει, ἀλλʼ ἐν αὐτῷ ἐστι· καὶ ὁ Υἱὸς οὐ πρόσκειται, ἀλλὰ
σύνεστι τῷ Πατρί. Ὅθεν καὶ πάλιν λέγει Μωσῆς ἐν αὐτῷ τῷ
<note type="marginal">Deut. xiii. 4.</note> Δευτερονομίῳ, ‘τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε, καὶ αὐτῷ προστεθήσεσθε.᾿
<note type="marginal">To c. 9.</note> Τὸ δὲ προστιθέμενον ἔξωθεν προστίθεται.</p></div><div type="textpart" subtype="chapter" n="6"><note type="marginal">Cp. iii. 36.</note><p>6. Πρὸς δὲ τὴν ἀσθενῆ καὶ ἀνθρωπίνην ἔννοιαν τῶν Ἀρειανῶν,
<note type="marginal">Matt. xxviii. 18.</note> διὰ τὸ ὑπονοεῖν τὸν Κύριον ἐνδεᾶ, ὅταν λέγῃ, ‘ἐδόθη μοι,᾿ 
<note type="marginal">Phil. ii. 9. Eph. i. 20.</note> καὶ ἐὰν λέγῃ ὁ Παῦλος, ‘διὰ τοῦτο ὑπερύψωσεν
αὐτὸν,ʼ καὶ, ‘ἐκάθισεν ἐν δεξιᾷ,ʼ καὶ τὰ τοιαῦτα, λεκτέον ὅτι ὁ
<note type="marginal"><del>Qu. καὶ Υὶὸς <gap reason="omitted"/> γεγ νἱὸς</del>.</note> Κύριος ἡμῶν, Λόγος ὢν Υἱὸς τοῦ Θεοῦ, ἐφόρεσε σῶμα, καὶ
γέγονε καὶ υἱὸς ἀνθρώπου, ἵνα, μεσίτης γενόμενος Θεοῦ καὶ
ἀνθρώπων, τὰ μὲν Θεοῦ ἡμῖν, τὰ δὲ ἡμῶν τῷ Θεῷ διακονῇ.
<note type="marginal">Cp. iii. 54.</note> Ὅταν οὖν λέγηται πεινᾷν, καὶ δακρύειν, καὶ κοπιᾷν, καὶ ‘Ἐλωῒ,
<note type="marginal"><del>Al. τὰ πάθη</del>.</note> Ἐλωῒ,’ ἀνθρώπινα ὄντα καὶ ἡμέτερα πάθη δέχεται παρʼ ἡμῶν,
καὶ τῷ Πατρὶ ἀναφέρει, πρεσβεύων ὑπὲρ ἡμῶν, ἵνα ἐν αὐτῷ
<note type="marginal">Matt. xxviii. 18.</note> ἐξαφανισθῇ· ὅταν δὲ, ὅτι ‘ἐδόθη μοι ἐξουσία,ʼ καὶ, ‘ἔλαβον,ʼ
<note type="marginal">John. x. 18.</note> καὶ, ‘διὰ τοῦτο ὑπερύψωσεν αὐτὸν ὁ Θεὸς,ʼ τὰ παρὰ τοῦ Θεοῦ
<note type="marginal">Cap. i. 38—43.</note> εἰς ἡμᾶς ἐστι χαρίσματα διʼ αὐτοῦ διδόμενα. Οὐ γὰρ ὁ Λόγος
ἐνδεὴς ἦν, ἢ γέγονε πώποτε· οὐδὲ πάλιν οἱ ἄνθρωποι ἱκανοὶ
ἦσαν ἑαυτοῖς διακονῆσαι ταῦτα· διὰ δὲ τοῦ Λόγου δίδοται ἡμῖν·
διὰ τοῦτο, ὡς αὐτῷ ‘διδόμενα,ʼ ἡμῖν μεταδίδοται· διὰ τοῦτο γὰρ

<pb n="227"/>
καὶ ἐνηνθρώπησεν, ἵνα, ὡς αὐτῷ διδόμενα, εἰς ἡμᾶς διαβῇ.
Ἅνθρωπος γὰρ ψιλὸς οὐκ ἂν ἠξιώθη τούτων. Λόγος δὲ πάλιν <note type="marginal">ii.16, 65.</note>
μόνος οὐκ ἂν ἐδεήθη τούτων. Συνήφθη οὖν ἡμῖν ὁ Λόγος, καὶ τότε <note type="marginal">Cp. ii. 69.</note>
ἐξουσίαν ἡμῖν μετέδωκε, καὶ ‘ὑπερύψωσεν.᾿  Ἐν ἀνθρώπῳ γὰρ
ὢν ὁ Λόγος ‘ὑπερύψωσεʼ τὸν ἄνθρωπον· καὶ ἐν ἀνθρώπῳ ὄντος
τοῦ Λόγου, ‘ἔλαβεν ὁ ἄνθρωπος. Ἐπεὶ οὖν τοῦ Λόγου ὄντος
ἐν σαρκὶ, ὑψώθη ὁ ἄνθρωπος, καὶ ἔλαβεν ἐξουσίαν, διὰ τοῦτο
εἰς τὸν Λόγον ἀναφέρεται ταῦτα, ἐπειδὴ δι᾿  αὐτὸν ἐδόθη· διὰ γὰρ
τὸν ἐν ἀνθρώπῳ Λόγον ἐδόθη ταῦτα τὰ χαρίσματα. Καὶ ὥσπερ
‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ οὕτω καὶ ὁ ἄνθρωπος τὰ διὰ τοῦ Λόγου
εἴληφε. Πάντα γὰρ ὅσα ὁ ἄνθρωπος εἴληφεν, ὁ Λόγος λέγεται
εἰληφέναι· ἵνα δειχθῇ ὅτι οὐκ ἄξιος ὢν ὁ ἄνθρωπος λαβεῖν, ὅσον
κεν εἰς τὴν ἀὐτοῦ φύσιν, ὅμως διὰ τὸν γενόμενον σάρκα Λόγον
εἴληφεν. Ὅθεν ἐάν τι λέγηται ‘δίδοσθαιʼ τῷ Κυρίῳ, ἤ τι τοιοῦτον,
νοεῖν δεῖ μὴ αὐτῷ ὡς χρῄζοντι δίδοσθαι, ἀλλὰ τῷ ἀνθρώπῳ
διὰ τοῦ Λόγου. Καὶ γὰρ πᾶς πρεσβεύων ὑπὲρ ἄλλου, αὐτὸς
τὴν χάριν λαμβάνει, οὐ χρήζων, ἀλλὰ διὰ τὸν ὑπὲρ οὗ πρεσβεύει.</p></div><div type="textpart" subtype="chapter" n="7"><p>7. Ὥσπερ γὰρ τὰς ἀσθενείας ἡμῶν λαμβάνει οὐκ ἀσθενῶν, <note type="marginal">Cp. ii. 55. ad. Epiet. 6.</note>
καὶ πεινᾷ οὐ πεινῶν, ἀλλὰ τὰ ἡμῶν ἀναπέμπει εἰς τὸ ἐξαλειφθῆναι·
οὕτω τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ Θεοῦ δωρεὰς πάλιν
αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ.
Λέγει γοῦν ὁ Κύριος, πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς·᾿ <note type="marginal">Cp. John xvii 7-9.</note>
καὶ πάλιν, ‘ὑπὲρ αὐτῶν ἐρωτῶ.’ Ἠρώτα γὰρ ὑπὲρ ἡμῶν τὰ
ἡμῶν ἀναδεχόμενος, καὶ ἐδίδου ἃ ἐλάμβανεν. Ἐπειθὴ οὖν,
συναφθέντος τοῦ Λόγου τῷ ἀνθρώπῳ, εἰς τὸν Λόγον ἀποβλέπων
ἐχαρίζετο ὁ Πατὴρ τῷ ἀνθρώπῳ τὸ ὑψωθῆναι, τὸ ἔχειν πᾶσαν
ἐξουσίαν, καὶ ὅσα τοιαῦτα, διὰ τοῦτο αὐτῷ τῷ Λόγῳ πάντα ἀναφέρεται,
καὶ ὡς αὐτῷ ‘διδόμενάʼ ἐστιν, ἃ διʼ αὐτοῦ ἡμεῖς λαμβάνομεν.
Ὡς γὰρ διʼ ἡμᾶς ἐνηνθρώπησεν αὐτὸς, οὕτως ἡμεῖς διʼ
αὐτὸν ὑψούμεθα. Οὐδὲν οὖν ἄτοπον εἰ, ὥσπερ διʼ ἡμᾶς ἐταπείνωσεν
ἑαυτὸν, καὶ διʼ ἡμᾶς λέγεται ὑπερυψῶσθαι. ‘ Ἐχαρίσατοʼ
οὖν ‘αὐτῷ,᾿  ἀντὶ τοῦ ‘ἡμῖν διʼ αὐτὸνʼ καὶ ‘ὑπερύψωσεν,ʼ ἀντὶ τοῦ
‘ἡμᾶς ἐν αὐτῷ.᾿  Καὶ αὐτὸς δὲ ὁ Λόγος, ἡμῶν ὑψουμένων, καὶ
λαμβανόντων, καὶ βοηθουμένων, ὡς αὐτὸς ὑψούμενος, καὶ λαμβάνων,
καὶ βοηθούμενος, εὐχαριστεῖ τῷ Πατρὶ, τὰ ἡμέτερα εἰς ἑαυτὸν
ἀναφέρων, καὶ λέγων, ‘πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς.᾿</p></div><pb n="228"/><div type="textpart" subtype="chapter" n="8"><p>8. Οἱ περὶ Εὐσέβιον οἱ Ἀρειομανῖται, ἀρχὴν τοῦ εἶναι τῷ
Υἱῷ διδόντες, προσποιοῦνται μὴ βούλεσθαι ἀρχὴν αὐτὸν ἔχειν
<note type="marginal">Cp. de Syn. 25.</note> βασιλείας· ἔστι δὲ γελοῖον· ὁ γὰρ ἀρχὴν τοῦ εἶναι διδοὺς
τῷ Υἱῷ, πρόδηλον ὅτι καὶ τοῦ βασιλεύειν ἀρχὴν δίδωσιν αὐτῷ·
ὥστε ὁμολογοῦντες ὃ ἀρνοῦνται, τυφλώττουσι. Καὶ πάλιν οἱ
<note type="marginal">c. 2.</note> λέγοντες μόνον ὄνομα εἶναι ‘Υἱοῦ,᾿  ἀνούσιον δὲ καὶ ἀνυπόστατον
εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ, τουτέστι τὸν Λόγον τοῦ Πατρὸς,
προσποιοῦνται ἀγανακτεῖν κατὰ τῶν λεγόντων, ‘ἦν ποτε ὅτε οὐκ
ἦν·᾿  ἔστι δὲ καὶ τοῦτο γελοῖον· οἱ γὰρ ὅλως τὸ εἶναι αὐτῷ
μὴ διδόντες, ἀγανακτοῦσι κατὰ τῶν κᾂν χρόνῳ διδόντων. Καὶ
οὗτοι οὖν ὅπερ ἀρνοῦνται, διὰ τοῦ ἐπιτιμᾷν τοῖς ἄλλοις, ὁμολογοῦσι.
Πάλιν τε οἱ περὶ Εὐσέβιον, Υἱὸν ὁμολογοῦντες, ἀρνοῦνται
αὐτὸν εἶναι φύσει Λόγον, καὶ κατʼ ἐπίνοιαν ‘Λόγον’
λέγεσθαι τὸν Υἱὸν βούλονται· οἱ δὲ ἕτεροι, Λόγον ὁμολογοῦντες,
ἀρνοῦνται αὐτὸν εἶναι Υἱὸν, καὶ κατʼ ἐπίνοιαν ‘Υἱὸν᾿  λέγεσθαι τὸν
<note type="marginal">To. c. 11.</note> Λόγον βούλονται, ἐξ ἴσου κενοβατοῦντες.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>