<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2035.tlg117.1st1K-grc1:21-36</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2035.tlg117.1st1K-grc1:21-36</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg117.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="21"><p>21. Τί δὲ πλέον εἰς σωτηρίαν ἡμῶν ὁ Λόγος συμβάλλεται
μᾶλλον τοῦ Υἱοῦ, εἴ γε κατʼ αὐτοὺς ἄλλος ἐστὶν ὁ Υἱὸς, καὶ
ἄλλος ὁ Λόγος; πιστεύειν γὰρ ἡμᾶς οὐκ εἰς τὸν Λόγον, ἀλλʼ
<note type="marginal">Ib. iii. 36.</note> εἰς τὸν Υἱὸν πρόσταξίς ἐστι· φησὶ γὰρ ὁ Ἰωάννης,  ‘ Ὁ
πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ
<note type="marginal">Cp. ii. 41.</note> οὐκ ὄψεται ζωήν.᾿  Καὶ τὸ ἅγιον δὲ βάπτισμα, ἐν ᾦ πάσης
πίστεως ἡμῶν ἡ σύστασις ὁρμεῖ, οὐκ ‘εἰς Λόγον.᾿ ἀλλʼ ‘εἰς Πατέρα
καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμαʼ δίδοται. Εἴπερ οὖν κατʼ αὐτοὺς
ἄλλος ἐστὶν ὁ Λόγος, καὶ ἄλλος ὁ Υἱὸς, καὶ οὐκ ἔστιν Υἱὸς ὁ
Λόγος, οὐδὲν πρὸς τὸν Λόγον τὸ βάπτισμα. Πῶς οὖν σύνεστιν
ὁ Λόγος κατʼ αὐτοὺς τῷ Πατρὶ, οὐ συνὼν αὐτῷ ἐν τῇ τοῦ
βαπτίσματος δόσει; Ἀλλʼ ἴσως ἂν εἴποιεν, ‘Ἐν τῷ τοῦ
Πατρὸς ὀνόματι περιέχεται καὶ ὁ Λόγος. Διὰ τί οὖν οὐχὶ καὶ
<note type="marginal">Cp. iii. 15; Tom. ad Antioch. 5; ad Serap. i. 12.</note> τὸ Πνεῦμα; ἢ ἐκτὸς τοῦ Πατρὸς τὸ Πνεῦμα; καὶ ἄνθρωπος
μὲν, εἴπερ οὐκ ἔστιν Υἱὸς ὁ Λόγος, μετὰ τὸν Πατέρα ὀνομάζεται,
τὸ δὲ Πνεῦμα μετὰ τὸν ἄνθρωπον· οὐκ ἔτι δὲ οὐδὲ εἰς τριάδα
κατʼ αὐτοὺς ἡ μονὰς πλατύνεται, ἀλλʼ εἰς τετράδα, Πατέρα, καὶ
Λόγον, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον. Ἐν τούτοις δὴ αἰσχυνόμενοι,
εἰς ἕτερον καταφεύγουσι, καί φασι ‘μὴ τὸν ἄνθρωπον καθʼ
ἑαυτὸν, ὃν ἐφόρεσεν ὁ Κύριος, ἀλλὰ τὸ συναμφότερον, τόν τε
<note type="marginal">(2.)</note> Λόγον καὶ τὸν ἄνθρωπον, εἶναι Υἱόν· συνημμένα γὰρ ἀμφότερα

<pb n="239"/>
Υἱὸς “ὡς αὐτοὶ λέγουσιν,” ὀνομάζεται.’ Τί τοίνυν τίνος αἴτιον,
καὶ πότερος πότερον Υἱὸν κατεσκεύασεν; ἢ, ἴνα λευκότερον
εἴποιμι, ἄρα διὰ τὴν σάρκα ὁ Λόγος Υἱὸς, ἢ διὰ τὸν Λόγον ἡ
σὰρξ Υἱὸς λέγεται; ἢ οὐδʼ ὁπότερον τούτων, ἀλλʼ ἡ ἀμφοῖν
σύνοδος; Εἰ μὲν οὖν ὁ Λόγος διὰ τὴν σάρκα, ἀνάγκη τὴν
σάρκα εἶναι Υἱὸν, καὶ ἀκολουθεῖ τὰ ἄτοπα, ὅσα προείρηται ἐκ
τοῦ λέγειν τὸν ἄνθρωπον Υἱόν· εἰ δὲ διὰ τὸν Λόγον ἡ σὰρξ Υἱὸς
λέγεται, καὶ πρὸ τῆς σαρκὸς πάντως ὁ Λόγος ὢν Υἱὸς ἦν. Πῶς
γὰρ οἷόν τε υἱοποιεῖν τινα ἑτέρους, μὴ ὄντα αὐτὸν υἱὸν, ὄντος
μάλιστα πατρός; Εἰ μὲν οὖν ἑαυτῷ υἱοποιεῖ, Πατὴρ αὐτὸς ἂν
εἴη· εἰ δὲ τῷ Πατρὶ, ἀνάγκη αὐτὸν εἶναι Υἱὸν, μᾶλλον δὲ αὐτὸν
εἶναι τὸν Υἱὸν, ὃι᾿ ὃν καὶ οἱ ἄλλοι υἱοποιοῦνται.</p></div><div type="textpart" subtype="chapter" n="22"><p>22. Ἐπεὶ εἰ. μὴ ὄντος αὐτοῦ Υἱοῦ, ἡμεῖς υἱοί ἐσμεν, ἡμῶν
ἂν εἴη ὁ Θεὸς Πατὴρ, καὶ οὐκ αὐτοῦ. Πῶς οὖν ἰδιοποιεῖται
μᾶλλον, λέγων, ‘ὁ Πατήρ μου,’ καὶ, ‘ἐγὼ ἐκ τοῦ Πατρός;’ <note type="marginal">John v. 17.</note>
Εἰ γὰρ κοινὸς πάντων Πατὴρ, οὐ μόνου αὐτοῦ Πατὴρ, οὐδὲ <note type="marginal">Cf. ib. xvi. 28.</note>
μόνος αὐτὸς ‘ἐξῆλθεν ἐκ τοῦ Πατρός.’ έγει δέ ποτε καὶ ἡμῶν
αὐτὸν λέγεσθαι Πατέρα, διὰ τὸ αὐτὸν ‘κεκοινωνηκέναι τῇ ἡμετέρᾳ <note type="marginal">Heb. ii. 14.</note>
τέρα σαρκί. Διὰ τοῦτο γὰρ γέγονεν ὁ Λόγος σὰρξ, ἵν᾿, ἐπειδὴ
ὁ Λόγος ἐστὶν Υἱὸς, διὰ τὸν ἐνοικοῦντα ἐν ἡμῖν Υἱὸν λέγηται
καὶ ἡμῶν Πατήρ. ‘Ἀπέστειλε’ γὰρ, φησὶ, ‘τὸ Πνεῦμα τοῦ <note type="marginal">Gal. iv. 6.</note>
Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κρᾶζον, Ἀββᾶ, ὁ Πατήρ <note type="marginal">Cp. ii. 59.</note>
Οὐκοῦν ὁ ἐν ἡμῖν Υἱὸς, τὸν ἴδιον Πατέρα ἐπικαλούμενος, καὶ
ἡμῶν αὐτῶν ποιεῖ Πατέρα λέγεσθαι. Ἀμέλει ὥν οὐκ ἔστιν εἰς
τὰς καρδίας ὁ Υἱὸς, τούτων οὐδὲ Πατὴρ ὁ Θεὸς ἂν λεχθείη.
Εἴπερ οὖν διὰ τὸν Λόγον ὁ ἄνθρωπος λέγεται Υἱὸς, ἀνάγκη
πᾶσα, λεγομένων καὶ πρὸ τῆς ἐνανθρωπήσεως τῶν παλαιῶν
‘υἱῶν,’ εἶναι καὶ πρὸ τῆς ἐπιδημίας τὸν Λόγον Υἱὸν. ‘Υἱοὺς’ γὰρ, <note type="marginal">Isa. i. 2.</note>
φησὶν, ‘ἐγέννησα·’ καὶ ἐπὶ Νῶε, ‘ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ·’ <note type="marginal">Gen. vi. 2.</note>
καὶ ἐν τῇ δῇ· ‘Οὐκ αὐτὸς οὖτός σου Πατήρ;’ Οὐκοῦν ἦν καὶ <note type="marginal">Deut. xxxii. 6.</note>
ὁ ἀληθῶς Υἱὸς, δι᾿ ὃν κἀκεῖνοι υἱοί. Εἰ δὲ κατʼ ἐκείνους πάλιν
οὐδʼ ὁπότερον τούτων Υἱὸς, ἀλλὰ διὰ τὴν ἀμφοῖν σύνοδον,
ἀνάγκη μηδʼ ὁπότερον εἶναι Υἱόν· φημὶ δὴ, μήτε τὸν Λόγον,
μήτε τὸν ἄνθρωπον, ἀλλά τινα αἰτίαν, διʼ ἢν καὶ συνήφθησαν·
καὶ οὕτω δὲ προηγήσεται ἡ αἰτία τῆς συνάψεως, ἥτις Υἱὸν ποιεῖ.
Οὑκοῦν καὶ κατὰ τοῦτο πρὸ τῆς σαρκὸς προῆν ὁ Υἰός. Τούτων

<pb n="240"/>
<note type="marginal">(3.)</note> δὴ λεγομένων, εἰς ἕτερον καταφεύξονται, λέγοντες ‘μὴ τὸν ἄνθρωπον
εἶναι Υἱὸν, μηδὲ τὸ συναμφότερον, ἀλλὰ τὸν Λόγον ἐν
<note type="marginal">Cp. Euseh. c. Marc. ii. 1. 1.</note> ἀρχῇ μὲν εἶναι Λόγον ἀπλῶς· ὅτε δὲ ἐνηνθρώπησε, τότε ὠνομάσθαι
Υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι Υἱὸν, ἀλλὰ
Λόγον μόνον· καὶ ὥσπερ ὁ Λόγος σὰρξ ἐγένετο, οὐκ ὢν πρότερον
σὰρξ, οὕτως ὁ Λόγος Υἱὸς γέγονεν, οὐκ ὢν πρότερον Υἱός.᾿ 
Ταῦτα μὲν ἐκείνων τὰ φλυαρήματα· ἔχει δὲ τὸν ἔλεγχον
ἐναργῆ.</p></div><div type="textpart" subtype="chapter" n="23"><p>23. Εἰ γὰρ ὅλως ἐνανθρωπήσας γέγονεν Υἱὸς, ἡ ἐνανθρώπησις
αἰτία. Καὶ εἰ ὁ ἄνθρωπος αἴτιος τοῦ εἶναι αὐτὸν Υἱὸν, ἢ τὸ
συναμφότερον, καὶ τὰ αὐτὰ ἄτοπα ἀπαντήσει. Ἑπειτα, εἰ
πρῶτον Λόγος, καὶ ὕστερον Υἱὸς, φανήσεται ὕστερον ἐγνωκὼς
τὸν Πατέρα, καὶ οὐ πρότερον· οὐ γὰρ ᾖ Λόγος γινώσκει, ἀλλʼ
<note type="marginal">Matt. xi. 27.</note> ᾗ Υἱός· ‘οὐδεὶς γὰρ γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός.᾿ 
Ἀπαντήσει δὲ καὶ τοῦτο, ὅτι ὕστερον ‘ἐν κόλποις τοῦ Πατρὸςʼ
γέγονε, καὶ ὕστερον αὐτὸς καὶ ὁ Πατὴρ ‘ἓν᾿  γεγόνασι, καὶ ὕστερον
τὸ, ‘ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.᾿  Ταῦτα γὰρ πάντα
ἐφʼ Υἱοῦ ἐλέχθη. Ἐκ δὴ τούτων ἀναγκασθήσονται εἰπεῖν,
<note type="marginal">c. 2.</note> ‘Οὐδὲν ἦν ὁ Λόγος, ἀλλʼ ὄνομα μόνον Οὔτε γὰρ ἐν ἡμῖν μετὰ
τοῦ Πατρὸς, οὔτε ὁ τὸν Λόγον ἑωρακὼς ἔβλεπε τὸν Πατέρα,
οὔτε ὅλως τινὶ ἐγνώσθη ὁ Πατήρ· διὰ γὰρ Υἱοῦ γινώσκεται ὁ
Πατήρ· οὕτω γὰρ καὶ γέγραπται, ‘καὶ ᾦ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.’
Μήπω δὲ ὄντος τοῦ Λόγου Υἱοῦ, οὐδέπω τις ἐγίνωσκε τὸν Πατέρα.
Πῶς οὖν Μωσεῖ, πῶς τοῖς πατράσιν ὤφθη; αὐτὸς γὰρ
<note type="marginal">Cp. 1 K (I Sam.)ii. 27.</note> ἐν ταῖς Βασιλείαις φησὶν, ‘Ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς
πάντας τοὺς πατέρας ὑμῶν.᾿  Εἰ δὲ ἀπεκαλύφθη Θεὸς, δῆλον
ὅτι ἦν ὁ ἀποκαλύπτων Υἱὸς, ὡς αὐτός φησι, ‘καὶ ᾧ ἐὰν ὁ Υἱὸς
ἀποκαλύψῃ. Ἀσεβὲς μὲν οὖν καὶ ἀνόητον τὸ λέγειν ἄλλον
εἶναι τὸν Λόγον, καὶ ἄλλον εἶναι τὸν Υἱόν. Πόθεν δὲ ἄρα τὴν
τοιαύτην ὑπόνοιαν ἐσχήκασιν, ἐρέσθαι καλόν. Φασὶ δὴ, ‘διὰ τὸ
μὴ εἰρῆσθαι ἐν τῇ παλαιᾷ περὶ Υἱοῦ, ἀλλὰ περὶ Λόγου,ʼ καὶ διὰ
τοῦτο νεώτερον ὑπονοεῖν τοῦ Λόγου τὸν Υἱὸν διαβεβαιοῦνται,
‘ὅτι μὴ ἐν τῇ παλαιᾷ, ἀλλʼ ἐν τῇ καινῇ μόνῃ περὶ αὐτοῦ ἐλέχθη.
Ταῦτʼ ἐκεῖνοι ἀσεβῶς φθέγγονται. Πρῶτον μὲν γὰρ διαιρεῖν
<note type="marginal">Cp. S. Aug. c. Faust. iv. 1.</note> τὰς διαθήκας, καὶ μὴ τὴν ἑτέραν τῆς ἑτέρας ἔχεσθαι, Μανιχαίων
καὶ Ἰουδαίων τὸ ἐπιτήδευμα, τῶν μὲν τῇ παλαιῇ, τῶν δὲ τῇ νέᾳ

<pb n="241"/>
ἀντιλεγόντων· ἔπειτα κατʼ αὐτοὺς, εἰ τὰ ἐν τῇ παλαιῇ κείμενα
προάγει τῷ χρόνῳ, τὰ δὲ ἐν τῇ νέᾳ νεώτερά ἐστι, καὶ ἐκ τῶν
γραμμάτων οἱ χρόνοι κρίνονται, ἀνάγκη πάλιν νεώτερα εἶναι τὸ
‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,ʼ τό τε μονογενὴς,᾿  καὶ τὸ ‘ὁ <note type="marginal">John x. 30.</note>
ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·ʼ οὐ γὰρ ἐκ τῆς παλαιᾶς, ἀλλʼ <note type="marginal">Ib. i. 18. Ib. xiv. 9.</note>
ἐκ τῆς καινῆς ταῦτα μαρτυρεῖται.</p></div><div type="textpart" subtype="chapter" n="24"><p>24. Οὐ μὴν δὲ, ἀλλʼ ἀληθῶς καὶ ἐν τῇ παλαιᾷ περὶ Υἱοῦ
πολλὰ λέγεται· οἷον ἐν τῷ δευτέρῳ ψαλμῷ τὸ Ὑἱός μου εἶ σὺ, <note type="marginal">Ps. ii. 7.</note>
ἐγὼ σήμερον γεγέννηκά σε·’ καὶ ἐν τῷ ἐννάτῳ ἡ ἐπιγραφὴ, ‘Εἰς <note type="marginal">Ib. ix.</note>
τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαυΐδ.᾿  καὶ
ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ, ‘Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, <note type="marginal">Ib. xliv. (xlv.)</note>
τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, δὴ ὑπὲρ τοῦ ἀγαπητοῦ·᾿ 
καὶ ἐν τῷ Ἡσαΐᾳ, ‘Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ <note type="marginal">Isa. v. 1.</note>
ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ.ʼ
Τὸ δὲ ἀγαπητὸς τίς ἂν εἴη ἢ Υἱὸς μονογενής; ὡς καὶ
ἐν τῷ ἑκατοστῷ ἐννάτῳ, ‘ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά <note type="marginal">Ps. cix. (cx.) 3.</note>
σε,’ περὶ οὗ ὕστερον λεχθήσεται· καὶ ἐν Παροιμίαις δὲ, ‘πρὸ <note type="marginal">Prov. viii. 25.</note>
δὲ πάντων τῶν βουνῶν γεννᾷ με·᾿  καὶ ἐν τῷ Δανιὴλ, ‘καὶ ἡ <note type="marginal">Dan. iii. 25.</note>
ὅρασις τοῦ τετάρτου ὁμοία Υἱῷ Θεοῦ,ʼ καὶ ἄλλα πλείονα. Εἰ
τοίνυν ἐκ τῆς παλαιᾶς ἡ ἀρχαιότης, ἀρχαῖος ἂν εἴη καὶ ὁ Υἱὸς,
ὁ ἐν τῇ παλαιᾷ ἐν πολλοῖς σαφηνιζόμενος. Ἀλλὰ ‘ναὶ,ʼ φασὶ, <note type="marginal">Cp. Euseb. Ecel. Th. i. 18. 4.</note>
‘κεῖται μὲν, προφητικῶς δὲ ἔστω.ʼ Οὐκοῦν καὶ περὶ τοῦ Λόγου
προφητικῶς εἰρῆσθαι λεχθείη ἄν· οὐ γὰρ τὸ μὲν, τὸ δέ. Εἰ
γὰρ τὸ ‘Υἱός μου εἶ σὺ,ʼ ἐπὶ μέλλοντος, δῆλον ὅτι καὶ τὸ
Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν Οὐ γὰρ εἶπεν, <note type="marginal">Ps. xxxii. (xxxiii.) 6.</note>
‘ἐγένοντο,ʼ οὐδὲ ‘ἐποίησεν.᾿  Ὅτι δὲ τὸ ‘ἐστερέωσεν᾿  ἐπὶ
μέλλοντος, φησίν· ‘Ὁ Κύριος ἐβασίλευσεν·᾿  εἶτα· ‘Καὶ γὰρ <note type="marginal">Ib. xcii. (xciii.) 1.</note>
ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται Καὶ εἰ τὸ ἐν
τῷ τεσσαρακοστῷ τετάρτῳ, ‘ὑπὲρ τοῦ ἀγαπητοῦ,ʼ ἐπὶ μέλλοντος, <note type="marginal">Ib. xliv. (xlv. ) 1.</note>
δῆλον ὅτι καὶ τὸ ἐπιφερόμενον τὸ ‘ἐξηρεύξατο ἡ καρδία
μου Λόγον ἀγαθόν.’ Καὶ εἰ τὸ ἐκ γαστρὸςʼ ἐπὶ ἀνθρώπου, <note type="marginal">Ib. cix. (cx.) 3.</note>
ἄρα καὶ τὸ ‘ἐκ καρδίας·᾿  Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ
καρδία σωματικόν. Εἰ δὲ τὸ ‘ἐκ καρδίαςʼ ἀίδιον, καὶ τὸ ‘ἐκ
γαστρὸς ἀίδιον· καὶ εἰ ὁ μονογενὴς ἐν κόλποις, καὶ ὁ ἀγαπητὸς
ἐν κόλποις. Ταὐτὸν γάρ ἐστι τό τε μονογενὲς καὶ τὸ
ἀγαπητὸν, ὡς τὸ  ‘οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός.’ Οὐ γὰρ <note type="marginal">Matt. iii. 17.</note>

<pb n="242"/>
δὴ τὴν εἰς αὐτὸν ἀγάπην σημᾶναι θέλων, εἶπε τὸ ‘ἀγαπητὸς,’ ἵνα
μὴ τοὺς ἄλλους μισεῖν δόξῃ· ἀλλὰ τὸ μονογενὲς ἐδήλου, ἵνα τὸ
μόνον ἐξ αὐτοῦ εἶναι αὐτὸν δείξῃ. Καὶ τῷ’ Ἀβραὰμ γοῦν σημᾶναι
<note type="marginal">Gen. xxii. 2.</note> θέλων ὁ Λόγος τὸ μονογενὲς, φησί· ‘προσένεγκε τὸν υἱόν σου
τὸν ἀγαπητόν.’ Παντὶ δὲ δῆλον, ἐκ τῆς Σάῤῥας μόνον εἶναι τὸν
Ἰσαάκ. Ἔστιν ἄρα ὁ Λόγος Υἱὸς, οὐκ ἄρτι γεγονὼς ἢ ὀνομασθεὶς
Υἱὸς, ἀλλʼ ἀεὶ Υἱός. Εἰ γὰρ μὴ Υἱὸς, οὐδὲ λόγος· καὶ εἰ
μὴ λόγος, οὐδὲ Υἱὸς. Τὸ γὰρ ἐκ τοῦ Πατρὸς Υἱός ἐστι. Τί δέ
ἐστιν ἐκ τοῦ Πατρὸς εἰ μὴ Λόγος, ὁ ἐκ καρδίας προελθὼν, καὶ ἐκ
γαστρὸς γεννηθείς; οὐ γὰρ ὁ Πατὴρ Λόγος ἐστίν· οὐδὲ ὁ Λόγος
Πατήρ ἐστιν· ἀλλʼ ὁ μὲν Πατὴρ, ὁ δὲ Υἱός· καὶ ὁ μὲν ηεννᾷ, ὁ
δὲ γεννᾶται.</p></div><div type="textpart" subtype="chapter" n="25"><note type="marginal">Cp. i. 5.</note><p>25. Μαίνεται μὲν οὖν Ἄρειος, ‘ἐξ οὐκ ὄντων᾿ εἶναι λέγων τὸν
Υἱὸν, καὶ ‘ἦν ποτε ὅτε οὐκ ἦν.’ Μαίνεται δὲ καὶ Σαβέλλιος,
<note type="marginal">c. 2.</note> λέγων τὸν Πατέρα εἶναι Υἱὸν, καὶ ἔμπαλιν τὸν Υἱὸν εἶναι
Πατέρα, ὑποστάσει μὲν ἓν, ὀνόματι δὲ δύο· μαίνεται δὲ καὶ
παραδείγματι χρώμενος τῇ τοῦ Πνεύματος χάριτι· φησὶ γὰρ,
<note type="marginal">1 Cor. xii. 4.</note> Ὥσπερ ‘“διαιρέσεις) χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα,” οὕτω
<note type="marginal">c. 13.</note> καὶ ὁ Πατὴρ ὁ αὐτὸς μὲν ἔστι, πλατύνεται δὲ εἰς Υἱὸν καὶ
Πνεῦμα,’ Ἔστι δὲ τοῦτο μεστὸν ἀτοπίας. Εἰ γὰρ ὡς ἐπὶ τοῦ
Πνεύματος, οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ ἐστιν, ἔσται ὁ Πατὴρ Λόγος
καὶ Πνεῦμα ἅγιον, ᾧ μὲν γινόμενος Πατὴρ, ᾧ δὲ Λόγος, ᾧ δὲ
Πνεῦμα, πρὸς τὴν χρείαν ἑκάστου ἁρμοζόμενος, καὶ ὀνόματι μὲν
Υἱὸς καὶ Πνεῦμα, τῷ δὲ ὄντι Πατὴρ μόνον· ἀρχὴν μὲν ἔχων τὸ
γίνεσθαι Υἱὸς, παυόμενος δὲ τοῦ λέγεσθαι Πατήρ· καὶ ἐνανθρωπήσας
μὲν ὀνόματι, τῇ δὲ ἀληθείᾳ μηδὲ ἐπιδημήσας· καὶ ψευδόμενος
μὲν τῷ λέγειν, ‘ἐγὼ καὶ ὁ Πατὴρ, τῷ δὲ ὄντι αὐτὸς ὢν
ὁ Πατήρ· καὶ ὅσα ἄλλα ἐπὶ Σαβελλίου ἄτοπα ἀπαντᾶ. Ἀνάγκη
δὲ καὶ παυθήσεσθαι τὸ ὄνομα τοῦ Υἱοῦ καὶ τοῦ Πνεεύματος, τῆς
χρείας πληρωθείσης· καὶ ἔσται λοιπὸν ἄχρι παιδιᾶς τὰ γινόμενα,
ὅτι μὴ ἀληθείᾳ ἀλλʼ ὀνόματι ἐπεδείχθη. Παυομένου δὲ τοῦ
ὀνόματος τοῦ Υἱοῦ κατʼ αὐτοὺς, παύσεται καὶ τοῦ βαπτίσματος
<note type="marginal">c. 11. ii. 25.</note> ἡ χάρις· ‘εἰς’ γὰρ ‘Υἱὸν’ ἐδόθη. Καὶ τί ἀκολουθήσει ἢ ἀφανισμὸς
τῆς κτίσεως; εἰ γὰρ ἵνα ἡμεῖς κτισθῶμεν προῆλθεν ὁ Λόγος,
καὶ, προελθόντος αὐτοῦ, ἐσμεν, δῆλον ὅτι, ἀναχωροῦντος αὐτοῦ
εἰς τὸν Πατέρα, ὥς φασιν, οὐκ ἔτι ἐσόμεθα. Οὔτω γὰρ ἔσται,

<pb n="243"/>
ὥσπερ ἦν· οὕτως οὐκ ἔτʼ ἐσόμεθα, ὥσπερ οὖν οὐκ ἦμεν. Οὐκέτι <note type="marginal">c. 14.</note>
γὰρ προελθόντος, οὐκέτι ἡ κτίσις ἔσται.</p></div><div type="textpart" subtype="chapter" n="26"><p>26. Ἄτοπα μὲν οὖν ταῦτα. Ὅτι δὲ ὁ Υἱὸς οὐκ ἀρχὴν ἔχει
τοῦ εἶναι, ἀλλʼ ἀεὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεως παρὰ τῷ Πατρί
ἐστι, δηλοῖ ὁ Ἰωάννης ἐν τῇ πρώτῃ ἐπιστολῇ, λέγων οὕτως,
‘Ὃ ἦν ἀπʼ ἀρχῆς, ὃ ἀκηκόαμεν,  ὃ ἑωράκαμεντοῖς ὀφθαλμοῖς ἡμῶν, <note type="marginal">Ι John i. 1, 2.</note>
ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγουτῆς
ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν,
καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν
Πατέρα, καὶ ἐφανερώθη ἡμῖν.᾿  Ἐνταῦθα λέγων, ὅτι ἡ ζωὴ οὐ
γέγονεν, ἀλλʼ ‘ἦν πρὸς τὸν Πατέρα,ʼ ἐν τῷ τέλει τῆς ἐπιστολῆς
τὸν Υἱὸν εἶναί φησι τὴν ζωήν· γράφει δʼ οὖν· ‘Καί ἐσμεν ἐν τῷ <note type="marginal">Ib. v. 20.</note>
ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ <note type="marginal">Cp. iii. 19.</note>
ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος.᾿  Εἰ δὲ ὁ Υἱός ἐστιν ἡ ζωὴ,
καὶ αὕτη πρὸς τὸν Πατέρα, καὶ εἰ ὁ Υἱὸς ἦν πρὸς τὸν Πατέρα,
λέγει δὲ ὁ αὐτὸς, ‘καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν,ʼ ὁ Υἱὸς ἂν <note type="marginal">John i. 1.</note>
εἴη ὁ Λόγος, ὁ ἀεὶ ὢν πρὸς τὸν Πατέρα. Ὡσπερ δὲ ὁ Υἱὸς
Λόγος ἐστὶν, οὕτως ὁ Θεὸς ὁ αὐτὸς ἂν εἴη ὁ Πατήρ. Ὁ μέντοι
Υἱὸς κατὰ τὸν᾿  Ἰωάννην ‘Θεὸςʼ οὐχ ἀπλῶς, ἀλλʼ ‘ἀληθινὸς Θεόςʼ
ἐστι. Καὶ γὰρ κατὰ τὸν αὐτὸν τοῦτον, ‘καὶ Θεὸς ἦν ὁ Λόγος·᾿  <note type="marginal">Ibid.</note>
ἔλεγέ τε ὁ Υἱὸς, ‘ἐγώ εἰμι ἡ ζωή.᾿  Οὐκοῦν ὁ Υἱὸς Λόγος ἐστὶ <note type="marginal">Ib. i. 18.</note>
καὶ ζωὴ ἡ οὖσα παρὰ τῷ Πατρί. Πάλιν δὲ τὸ ἐν αὐτῷ τῷ Ἰωάννῃ
εἰρημένον, ‘ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός,᾿ <note type="marginal">Ib. i. 18.</note>
δείκνυσι τὸν Υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ λέγει ὁ Ἰωάννης ‘Υἱὸν,᾿ 
τοῦτον ‘χεῖραʼ ὁ Δαβὶδ ψάλλει λέγων· ‘Ἱνατί ἀποστρέφεις τὴν <note type="marginal">Ps. lxxiii. (lxxiv.) 11.</note>
χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου;’
Οὐκοῦν εἰ ἡ χεὶρ ἐν τῷ κόλπῳ, καὶ ὁ Υἱὸς ἐν κόλπῳ, ὁ Υἱὸς ἂν
εἴη ἡ χεὶρ, καὶ ἡ χεὶρ ἂν εἴη ὁ Υἱὸς, διʼ οὗ ἐποίησε τὰ πάντα ὁ <note type="marginal">Cp. ii. 71.</note>
Πατήρ. ‘Ἡ χείρ σουʼ γὰρ, φησὶν, ‘ἐποίησε ταῦτα πάντα,ʼ καὶ, <note type="marginal">Isa. Ixvi. 2.</note>
‘τῇ χειρὶ ἐξήγαγε τὸν λαόν·ʼ οὐκοῦν διὰ τοῦ Υἱοῦ. Εἰ δὲ καὶ <note type="marginal">Deut. vii 8. Ps. lxxvi. (lxxvii.) 10. Ib. xliv. (xlv.)</note>
‘αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου,ʼ καὶ πάλιν, ‘εἰς τὸ
τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦʼ ὁ
ἀγαπητὸς ἄρα ἐστὶν ἡ χεὶρ ἀλλοιωθεῖσα, περὶ οὗ καὶ λέγει ἡ
θεία φωνή· ‘Οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός,᾿  Ἴσον ἄρα <note type="marginal">Matt. iii. 17.</note>
ἐστὶν ‘ αὕτη ἡ χείρ μου᾿ τῷ ‘ οὗτος ὁ Υἱός μου.᾿</p></div><div type="textpart" subtype="chapter" n="27"><p>27. Ἐπειδὴ δέ τινεσ τῶν ἀπαιδεύτων, ἀναιροῦντες τὸ εἶναι

<pb n="244"/>
Υἱὸν, εὐτελίζουσι τὸ ‘ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,’
ὡς ἂν ἐπὶ τῆς Μαρίας ἁρμόζοντος τούτου, φάσκοντες πρὸ τοῦ
ἑωθινοῦ ἀστέρος γεγεννῆσθαι αὐτὸν ἀπὸ Μαρίας, (μὴ γὰρ ἂν ἐπὶ
Θεοῦ ἁρμόζειν γαστέρα λέγειν), ὀλίγα εἰπεῖν ἀνάγκη. Εἰ μὲν
οὖν, ὅτι ἡ ‘γαστὴρʼ ἀνθρώπινόν ἐστι, διὰ τοῦτο ἀλλότριον Θεοῦ,
δῆλον ὅτι καὶ ἡ ‘καρδία ἀνθρώπινον ἔχει τὸ σημαινόμενον· ἀκολουθεῖ
γὰρ τὸν καρδίαν ἔχοντα ἔχειν καὶ γαστέρα. Ἀμφοτέρων
δὴ ἀνθρωπίνων ὄντων, ἢ ἀναιρεῖν ἑκάτερον ἀνάγκη, ἢ ἀμφοτέρων
τὴν διάνοιαν ζητεῖν χρή. Ὡς γὰρ ἐκ καρδίας λόγος, οὕτως ἐκ
γαστρὸς γέννημα. Καὶ ὥσπερ, καρδίας Θεοῦ λεγομένης, οὐκ
ἀνθρωπίνην νοοῦμεν αὐτήν· οὕτως ἐὰν ‘ἐκ γαστρὸς ἡ γραφὴ
λέγῃ, οὐ σωματικὴν δεῖ ταύτην ἐκδέχεσθαι. Ἔθος γὰρ τῇ θείᾳ
γραφῇ ἀνθρωπίνως τὰ ὑπὲρ ἄνθρωπον λαλεῖν καὶ σημαίνειν.
<note type="marginal">Ps. cxviii. (cxix.) 73. Isa. lxvi. 2.</note> Ἀμέλει περὶ τῆς κτίσεως διηγούμενός φησιν· ‘Αἱ χεῖρές σου
ἐποίησάν με, καὶ ἔπλασάν με·’ καὶ, ‘ἡ χείρ μου ἐποίησε ταῦτα
<note type="marginal">Ps. cxlviii. 5.</note> πάντα·’ καὶ, ‘αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.’ Ἁρμοζόντως
ἄρα περὶ ἑκάστου σημαίνει τοῦ μὲν Υἱοῦ τὸ ἴδιον καὶ τὸ γνήσιον,
τῆς δὲ κτίσεως τὴν ἀρχὴν τοῦ εἶναι. Τὰ μὲν γὰρ ποιεῖ καὶ κτίζει,
τὸν δὲ γεννᾷ ἐξἑαυτοῦ, Λόγον, Σοφίαν. ‘Γαστὴρ’ γὰρ καὶ ‘καρδία’
τὸ ἴδιον καὶ γνήσιον δηλοῦσι, Καὶ γὰρ καὶ ἡμεῖς τὸ μὲν γνήσιον
ἐκ γαστρὸς ἔχομεν, τὰ δὲ ἔργα διὰ χειρὸς ποιοῦμεν.</p></div><div type="textpart" subtype="chapter" n="28"><p>28. Τί οὖν, φασὶ, καὶ τὸ ‘πρὸ τοῦ ἑωσφόρου;’ Ἐγὼ δʼ ἂν
εἴποιμι, εἰ τὸ πρὸ τοῦ ἑωσφόρου τούτου θαυμαστὴν δείκνυσι τὴν
ἐκ Μαρίας γέννησιν, πολλοὶ καὶ ἄλλοι πρὸ τῆς τοῦ ἀστέρος ἀνατολῆς
ἐγεννήθησαν. Τί οὖν θαυμαστὸν ἐπὶ τούτου εἴρηται, ὅτι
ὡς ἐξαιρέτου τινὸς αὐτοῦ μνημονεύει, κοινοῦ ὄντος καὶ ἐπὶ πολλῶν;
ἔπειτα διαφέρει τὸ ‘γεννῆσαι’ τοῦ ἐξαγαγεῖν· τὸ μὲν γὰρ
γεννῆσαι ἀρχὴν ἔχει καταβολῆς, τὸ δὲ ἐξαγαγεῖν οὐδὲν ἕτερόν
ἐστιν ἢ τὸ ὑπάρχον προαγαγεῖν. Εἰ τοίνυν ἐπὶ τοῦ σώματος
ἁρμόζει ἡ φωνὴ, ἰστέον ὅτι οὐ τότε ἀρχὴν γενέσεως εἴληφεν
<note type="marginal">Cp. Luke ii. 8, 10.</note> ὅτε τοῖς ποιμέσιν εὐηγγελίσθη ‘νυκτὸς,’ ἀλλʼ ὅτε ὁ ἄγγελος
ἐλάλησε πρὸς τὴν παρθένον. Οὐκ ἦν δὲ τότε νὺξ, οὐ γὰρ
εἴρηται· νὺξ δὲ ἦν, ὅτε ἐξῆλθεν ἀπὸ τῆς γαστρός. Ταύτην
τὴν διαφορὰν τίθησιν ἡ γραφὴ, καὶ τὸ μὲν γεγεννῆσθαι πρὸ
ἑωσφόρου φησί τὸ δὲ ἐκ γαστρὸς πρόοδον ὀνομάζει, ὡς ἐν
<note type="marginal">Ps. xxi. (xxii.) 9.</note> εἰκοστῷ πρώτῳ ψαλμῷ, ‘σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός.’

<pb n="245"/>
Ἄλλως τε οὐκ εἶπε ‘πρὸ  ἀνατολῆς ἑωσφόρου,’ ἀλλʼ ἁπλῶς ‘πρὸ
ἑωσφφόρου.’ Εἰ τοίνυν ἐπὶ τοῦ σώματος ληπτέον τὸ ῥητὸν,
ἀνάγκη ἢ πρὸ τοῦ Ἀδὰμ εἶναι τὸ σῶμα· πρὸ τοῦ Ἀδὰμ γὰρ τὰ
ἄστρα· ἢ ζητεῖν τὸν νοῦν τοῦ γράμματος, ὃ παρὰ Ἰωάννου ἐκλαβεῖν
δυνατόν· ἐν γὰρ τῇ Ἀποκαλύψει φησὶν, ‘Ἐγὼ τὸ Α καὶ <note type="marginal">Rev. xxii. 13-17.</note>
τὸ Ω, καὶ ὁ πρῶτος καὶ ὁ ἔσχατος, καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος.
Μακάριοι οἱ πλατύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία <note type="marginal"><del>Qu. πλύ-νοντες</del>.</note>
αὐτῶν ἐπὶ τοῦ ξύλου τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν
εἰς τὴν πόλιν. Ἔξω οἱ κύνες, καὶ οἱ φαρμακοὶ, καὶ οἱ πόρνοι,
καὶ οἱ φονεῖς, καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς ποιῶν καὶ φιλῶν
ψεῦδος. Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου, μαρτυρῆσαι
ὑμῖν ταῦτα ἐν ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος
Δαβὶδ, ὁ ἀστὴρ ὁ λαμπρὸς, ὁ πρωϊνός. Καὶ τὸ Πνεῦμα καὶ ἡ
νύμφη λέγουσι, Ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω, Ἔρχου· καὶ ὁ
διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν· Εἰ τοίνυν
τὸ γένος Δαβίδ ἐστιν ὁ ἀστὴρ, ὁ λαμπρὸς, ὁ πρωϊνὸς, δῆλόν ἐστι
τὸ κατὰ σάρκα τοῦ Σωτῆρος ἑωσφόρον εἰρῆσθαι, οὗ προϋπῆρχε τὸ
ἐκ τοῦ Θεοῦ γέννημα· ὡς εἶναι τοιοῦτον τὸ ἐν τῷ ψαλμῷ, ‘ἐξ
ἐμαυτοῦ σε γεγέννηκα πρὸ τῆς κατὰ σάρκα ἐπιφανείας Τὸ γὰρ
πρὸ ἑωσφόρου ἴσον ἐστὶ τῷ ‘πρὸ τῆς σαρκώσεως τοῦ Λόγου.’</p></div><div type="textpart" subtype="chapter" n="29"><p>29. Ἔστιν ἄρα καὶ ἐν τῇ παλαιᾷ φανερῶς περὶ Υἱοῦ κείμενα,
εἰ καὶ περιττόν ἐστι περὶ τούτων ἀμφισβητεῖν. Εἰ γὰρ
τὰ μὴ κείμενα ἐν τῇ παλαιᾶ νεώτερά ἐστι, λεγέτωσαν οἱ οὕτω
φιλονεικοῦντες, ποῦ τῆς παλαιᾶς περὶ τοῦ ‘Παρακλήτου’ Πνεύματος
εἴρηται; περὶ Πνεύματος μὲν γὰρ ἁγίου ἐλέχθη, περὶ
‘Παρακλήτου’ δὲ οὐδαμῶς. Ἆῤ οὖν ἕτερόν ἐστι τὸ Πνεῦμα τὸ
ἅγιον, καὶ ἕτερος ὁ Παράκλητος, καὶ νεώτερος ὁ Παράκλητος,
ἐπεὶ μὴ ἐν τῇ παλαιᾷ κεῖται; Ἀλλὰ μὴ γένοιτο ἢ νεώτερον
εἰπεῖν τὸ Πνεῦμα, ἢ διελεῖν καὶ ἕτερον εἰπεῖν τὸ ἅγιον Πνεῦμα,
καὶ ἕτερον τὸν Παράκλητον. Ἓν γὰρ καὶ ταὐτόν ἐστι τὸ Πνεῦμα,
καὶ τότε καὶ νῦν ἁγιάζον καὶ παρακαλοῦν τοὺς δεκτικοὺς αὐτοῦ· ὡς
εἷς καὶ αὐτὸς Λόγος Υἱὸς εἰς υἱοθεσίαν ἄγων καὶ τότε τοὺς ἀξίους. <note type="marginal">Cp. i. 39.</note>
Ἦσαν γὰρ καὶ ἐν τῇ παλαιᾷ υἱοὶ, οὐ δι᾿ ἄλλου ἀλλʼ ἢ διὰ τοῦ <note type="marginal">Cp. Isa. lxiii. 16.</note>
Υἱοῦ τεκνοποιούμενοι. Εἰ γὰρ μὴ ἦν καὶ πρὸ τῆς Μαρίας Υἱὸς
ὁ τοῦ Θεοῦ, πῶς ‘πρὸ πάντων’ ἐστὶν, ὄντων πρὸ αὐτοῦ υἱῶν; <note type="marginal">Col. i. 17, 15.</note>
Πῶς δὲ καὶ ‘πρωτότοκος, δεύτερος μετὰ πολλοὺς εὑρισκόμενος;

<pb n="246"/>
Ἀλλʼ οὔτε δεύτερος ὁ Παράκλητος· πρὸ πάντων γὰρ ἦν· οὔτε
<note type="marginal">John i. 1.</note> νεώτερος ὁ Υἱός· ‘ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος·ʼ καὶ ὡς ταὐτὸν τὸ
Πνεῦμα καὶ Παράκλητος, οὕτω ταὐτὸν ὁ Υἱὸς καὶ Λόγος· καὶ ὥς
<note type="marginal">Ib. xiv. 26.</note> φησιν ὁ Σωτὴρ περὶ τοῦ Πνεύματος, ‘ὁ δὲ Παράκλητος, τὸ
Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου,ʼ ταὐτὸν
λέγων καὶ οὐ διαιρῶν, οὕτως ὁ Ἰωάννης τὸ ὅμοιον διηγούμενος
<note type="marginal">Ib. i. 14.</note> λέγει, ‘καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ
ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός.᾿
Καὶ ἐνταῦθα γὰρ οὐ διεῖλεν, ἀλλὰ τὴν ταυτότητα ἀπήγγειλε.
Καὶ οὐχ ὡς ἄλλος Παράκλητος, καὶ ἄλλο τὸ Πνεῦμα τὸ
ἅγιον, ἀλλʼ ἓν καὶ ταὐτόν· οὕτως οὐκ ἄλλος Λόγος, καὶ ἄλλος
Υἱὸς, ἀλλʼ ὁ Λόγος μονογενής ἐστι. Δόξαν γὰρ οὐκ αὐτῆς
εἶπε τῆς σαρκὸς, ἀλλʼ αὐτοῦ τοῦ Λόγου. Ὁ τοίνυν τολμῶν
διαιρεῖν Λόγον καὶ Υἱὸν, διαιρείτω καὶ Πνεῦμα καὶ Παράκλητον.
Εἰ δὲ ἀδιαίρετον τὸ Πνεῦμα, ἀδιαίρετος καὶ ὁ Λόγος, ὁ αὐτὸς ὢν
Υἱὸς, καὶ σοφία, καὶ δύναμις. Τὸ δὲ ‘ἀγαπητὸνʼ καὶ Ἕλληνες
ἴσασιν οἱ δεινοὶ περὶ τὰς λέξεις, ὅτι ἴσον ἐστὶ τῷ εἰπεῖν ‘μονογενής.ʼ
Φησὶ γὰρ Ὅμηρος ἐπὶ Τηλεμάχου, τοῦ υἱοῦ Ὀδυσσέως
μονογενοῦς ὄντος, ταῦτα ἐν τῇ δευτέρᾳ τῆς Ὀδυσσείας·
<lg><note type="marginal">Hom. Od. ii. 363-366.</note><l>‘Τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα</l><l>ἔπλετο; πῆ δὲ θέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν,</l><l>μοῦνος ἐὼν ἀγαπητός ; ὁ δʼ ὤλετο τηλόθι πάτρης</l><l>Διογενὴς Ὀδυσεὺς, ἀλλογνώτῳ ἐνὶ δήμῳ.’</l></lg>
Ὁ ἄρα μόνος ὢν τῷ πατρὶ ‘ἀγαπητὸςʼ λέγεται.</p></div><div type="textpart" subtype="chapter" n="30"><p>30. Τινὲς τῶν ἀπὸ τοῦ Σαμοσατέως, διαιροῦντες τὸν Λόγον
ἀπὸ τοῦ Υἱοῦ, φάσκουσι τὸν μὲν Υἱὸν εἶναι τὸν Χριστὸν, τὸν δὲ
Λόγον ἄλλον εἶναι· καὶ τούτου πρόφασιν λαμβάνουσιν ἀπὸ τῶν
Πράξεων, ὃ καλῶς μὲν ὁ Πέτρος εἶπεν, αὐτοὶ δὲ κακῶς ἐκδέχονται.
<note type="marginal">Acts x. 36.</note> Ἒστι δὲ τοῦτο· ‘τὸν Λόγον ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ,
εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων
<note type="marginal">Routh, Rell. Sacr. iii. 301.</note> Κύριος.’ Φασὶ γὰρ, ὡς τοῦ Λόγου διὰ Χριστοῦ λαλήσαντος,
ὡς καὶ ἐπὶ τῶν προφητῶν, ‘τάδε λέγει Κύριος·ʼ ἄλλος μὲν ἦν ὁ
προφήτης, ἄλλος δὲ ὁ Κύριος. Ἀλλὰ πρὸς τοῦτο ὅμοιόν ἐστιν
<note type="marginal">1 Cor. i. 7, 8.</note> ἀντιτιθέναι τὸ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους, ‘ἀπεκδεχομένους
τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς καὶ
βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου

<pb n="247"/>
ἡμῶν Ἰησοῦ Χριστοῦ.’ Ὡς γὰρ οὐκ ἄλλος Χριστὸς ἑτέρου
Χριστοῦ τὴν ἡμέραν βεβαιοῖ, ἀλλʼ αὐτὸς ἐν τῇ ἑαυτοῦ ἡμέρᾳ
βεβαιοῖ τοὺς ἀπεκδεχομένους, οὕτω τὸν Λόγον ἀπέστειλεν ὁ
Πατὴρ σάρκα γενόμενον, ἵνα διʼ ἑαυτοῦ ἄνθρωπος γενόμενος
κηρύξῃ. Εὐθέως γοῦν ἐπάγει, ‘οὖτός ἐστι πάντων Κύριος·’
Κύριος δὲ πάντων ὁ Λόγος ἐστί.</p></div><div type="textpart" subtype="chapter" n="31"><p>31. Καὶ εἶπε Μωσῆς πρὸς Ἀαρὼν, ‘Πρόσελθε πρὸς τὸ <note type="marginal">Levit. ix. 7.</note>
θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου, καὶ τὸ
ὁλοκαύτωμά σου, καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου,
καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ, καὶ ἐξίλασαι περὶ αὐτῶν,
καθάπερ ἐνετείλατο Κύριος τῷ Μωσεῖ.’ δοῦ τοίνυν ἐνταῦθα,
καίπερ ἑνὸς ὄντος τοῦ Μωσέως, ὡς περὶ ἑτέρου Μωσέως
αὐτὸς Μωσῆς λέγων ἐστὶ, ‘καθάπερ ἐνετείλατο Κύριος τῷ
Μωσεῖ.’ Οὕτω τοίνυν καὶ περὶ τοῦ θείου Λόγου ἐὰν λέγῃ ὁ
μακάριος Πέτρος, ‘ἀποσταλέντος τοῖς υἱοῖς Ἰσραὴλ διὰ Ἰησοῦ
Χριστοῦ,’ οὐ χρὴ ἕτερον μὲν τὸν Λόγον, ἕτερον δὲ Χριστὸν νοεῖν,
ἀλλʼ ἕνα καὶ τὸν αὐτὸν διὰ τὴν ἕνωσιν τὴν πρὸς τὴν θείαν αὐτοῦ
καὶ φιλάνθρωπον συγκατάβασίν τε καὶ ἐνανθρώπησιν. Εἰ δὲ
καὶ νοοῖτο διχῶς, ἀλλʼ οὐχ ὡς τοῦ Λόγου κεχωρισμένου, κατὰ <note type="marginal">Cp. iii. 29.</note>
τὸν θεσπέσιον Ἰωάννην, ‘καὶ ὁ Λόγος σὰρξ ἐγένετο,’ εἰρηκότα, <note type="marginal">John i. 14.</note>
‘καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Τὸ ἄρα καλῶς καὶ ὀρθῶς εἰρημένον
πρὸς τοῦ μακαρίου Πέτρου κακῶς καὶ στρεβλῶς νοοῦντες οἱ τοῦ
Σαμοσατέως, ἐν τῇ ἀληθείᾳ οὐχ ἵστανται. ‘Χριστὸς γὰρ τὸ <note type="marginal">Cp. c. Apollin. i. 13.</note>
συναμφότερον νοεῖται παρὰ τῇ θείᾳ γραφῇ, ὡς ὅταν λέγῃ,
‘Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.’ Εἰ τοίνυν λέγει ὁ <note type="marginal">1 Cor. i. 24.</note>
Πέτρος τὸν Λόγον διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι τοῖς υἱοῖς
Ἰσραὴλ,’ τοῦτο σημαίνων νοείσθω, τὸν Λόγον σαρκωθέντα τοῖς
υἱοῖς Ἰσραὴλ πεφανερῶσθαι, ἵνʼ ᾖ συνᾴδων τῷ ‘καὶ ὁ Λόγος <note type="marginal">John i. 14.</note>
σὰρξ ἐγένετο.’ Εἰ δὲ ἑτέρως ἐκεῖνο νοοῦσι, καὶ τὸν Λόγον μὲν,
καθὼς καὶ ἔστι, θεῖον ὁμολογοῦντες, τὸν πρὸς αὐτοῦ ληφθέντα,
ᾧ καὶ ἡνῶσθαι πιστεύεται, ἄνθρωπον ἀπʼ αὐτοῦ χωρίζουσι, <note type="marginal">Cp. c. Apolin. ii. 15.</note>
λέγοντες  ‘διὰ Ἰησοῦ Χριστοῦ’ αὐτὸν ἀπεστάλθαι, ἑαυτοῖς ἐναντία
φθεγγόμενοι οὐ νοοῦσιν. Οἱ γὰρ, ἐνταῦθα χωρίζοντες τῆς θείας <note type="marginal"><del>Qu. εἰ γὰρ</del>.</note>
σαρκώσεως, θεῖον νοοῦσι, σμικρύνουσινἄρα ἀκούοντεσ αὐτὸν ‘σάρκα
γεγενῆσθαι,’ καὶ Ἑλλήνων φρονοῦσιν, ὥσπερ οὖν καὶ φρονοῦσι,
τροπὴν τοῦ Λόγου τὴν σάρκωσιν τὴν θείαν ὑπολαμβάνοντες.</p><note type="marginal">Cp. i. 40.</note></div><pb n="248"/><div type="textpart" subtype="chapter" n="32"><p>32. Ἀλλʼ οὐκ ἔστι τοῦτο, μὴ γένοιτο· ὃν τρόπον γὰρ
<note type="marginal">2 Cor. v. 4.</note> ἐνταῦθα τὴν ἀνέκφραστον ἕνωσιν ὁ Ἰωάννης κηρύσσει, ‘καταποθέντος
τοῦ θνητοῦ ὑπὸ τῆς ζωῆς,ʼ καὶ αὐτοζωῆς ὄντος, καθὰ
<note type="marginal">John xi. 25.</note> πρὸς τὴν Μάρθαν ὁ Κύριος ἔφη, ‘Ἐγώ εἰμι ἡ ζωή·᾿  οὕτω καὶ
ὅταν λέγῃ ὁ μακάριος Πέτρος τὸ ‘διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι
τὸν Λόγον,’ τὴν θείαν ἕνωσιν σημαίνει. Ὡς γὰρ
ἀκούων τις τὸ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ οὐκ ἂν νομίσοι μηκέτι
<note type="marginal">C. Apollin. i 12.</note> οὖν εἶναι Λόγον, ὅπερ ἄτοπον, ὡς προείρηται· οὕτω καὶ Λόγον
ἀκούων τὸν συναφθέντα τῇ σαρκὶ, τὸ θεῖον ἓν καὶ ἁπλοῦν νοείτω
μυστήριον. Σαφέστερον δὲ καὶ ἀναμφισβήτητον παντὸς λογισμοῦ
<note type="marginal">Cp. iii. 14.</note> τὸ πρὸς αὐτὴν τὴν Θεοτόκον πρὸς τοῦ ἀρχαγγέλου ῥηθὲν
τὴν ἑνότητα τοῦ θείου Λόγου καὶ ἀνθρώπου δείξειε. Φησὶ γὰρ,
<note type="marginal">Luke i. 35.</note> ‘Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου
ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς
<note type="marginal">Cp. ad Max. 3.</note> Θεοῦ,᾿  Ἀφρόνως οὖν οἱ τοῦ Σαμοσατέως τὸν Λόγον χωρίζουσι,
σαφῶς ἀποδειχθέντα ἡνῶσθαι τῷ ἐκ Μαρίας ἀνθρώπῳ. Οὐκ
<note type="marginal">Matt. xxviii. 19.</note>  ἄρα ἀπεστάλη διʼ αὐτοῦ· ἀπέστελλε δὲ ἐν αὐτῷ, λέγων· ‘Πορευθέντες
μαθητεύσατε πάντα τὰ ἔθνη.ʼ</p></div><div type="textpart" subtype="chapter" n="33"><p>33. Ἔθος δὲ τοῦτο τῇ γραφῇ, ἀπεριέργως καὶ ἁπλῶς τὰς λέξεις
<note type="marginal">Cf. Num. x. 29.</note> ἐκφράζειν· οὕτω γὰρ καὶ ἐν τοῖς Ἀριθμοῖς τις εὑρήσει· ‘εἶπεʼ
γὰρ, φησὶ, ‘Μωσῆς τῷ ‘Ραγουὴλ τῷ Μαδιανίτῃ, γαμβρῷ Μωσῇ᾿ 
Οὐ γὰρ ἄλλος Μωσῆς ὁ λέγων, καὶ ἄλλος οὗ ἦν γαμβρὸς ὁ Ῥαγουὴλ.
ἀλλὰ εἰς ἦν Μωσῆς. Εἰ γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ σοφία
ὁμοίως χρηματίζει καὶ δύναμις, καὶ δεξιὰ, καὶ βραχίων, καὶ ὅσα
<note type="marginal">ii. 66.</note> τοιαῦτα· ἥνωται δὲ φιλανθρώπως ἡμῖν, τὴν ἀπαρχὴν ἡμῶν περιθέμενος,
καὶ ταύτῃ ἀνακραθεὶς, ἄρα αὐτὸς ὁ Λόγος καὶ τὰ λοιπὰ
εἰκότως εἴληχεν ὀνόματα. Τὸ γὰρ εἰρηκέναι τὸν Ἰωάννην ‘ἐν
<note type="marginal">John i. 1–3.</note> ἀρχῇ μὲν εἶναι τὸν Λόγον, καὶ τοῦτον πρὸς τὸν Θεὸν, καὶ αὐτὸν
Θεὸν, καὶ πάντα διʼ αὐτοῦ, καὶ χωρὶς αὐτοῦ γεγενῆσθαι μηδὲν,’
πλάσμα τοῦ Θεοῦ Λόγου σαφῶς καὶ τὸν ἄνθρωπον δείκνυσιν
<note type="marginal">Cp. the Quicunque, v. 35.</note> ὑπάρχειν. Εἰ τοίνυν τοῦτον σαθρωθέντα εἰς ἑαυτὸν λαβόμενος,
πάλιν ἀνακαινίζει διὰ τῆς βεβαίας αὐτοῦ ἀνανεώσεως πρὸς διαμονὴν
ἀτελεύτητον, καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων
αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου
τὸν Λόγον ἀπεστάλθαι, καὶ τοῖς λοιποῖς ἀποστόλοις, λέγω δὴ
<note type="marginal">Cp. iii. 10.</note> προφήταις, ἀποσταλεῖσι παῤ αὐτοῦ συναριθμεῖν τὸν τῶν ἀποστόλων

<pb n="249"/>
στόλων Κύριον; πῶς δὲ καὶ κληθείη Χριστὸς ψιλὸς ἄνθρωπος; <note type="marginal">ii. 15; iii. 54.</note>
Ἡνωμένος δὲ τῷ Λόγῳ, εἰκότως χρηματίζοι Χριστὸς, καὶ Υἱὸς
Θεοῦ, ἄνωθεν τοῦ προφήτου σαφῶς ἐκβοήσαντος τὴν πατρικὴν
ὑπόστασιν περὶ αὐτοῦ, καὶ εἰπόντος, καὶ ἀποστελῶ τὸν Υἱόν <note type="marginal"><del>Qu. Ps. ii?</del></note> 
μου τόν Χριστόν·ʼ καὶ ἐν τῷ Ἰορδάνῃ, ‘Οὔτός ἐστιν ὁ Υἱός <note type="marginal">Matt, iii. 17.</note>
μου ὁ ἀγαπητός.᾿  Ἐκπληρώσας γὰρ τὴν ὑπόσχεσιν, εἰκότως
ὑπέδειξεν ὡς οὗτός ἐστιν, ὃν εἶπεν ἀποστεῖλαι.</p></div><div type="textpart" subtype="chapter" n="34"><p>34. Τὸ τοίνυν συναμφότερον νοῶμεν Χριστὸν, Λόγον τὸν <note type="marginal">c. 31.</note>
θεῖον ἡνωμένον τῷ ἐκ Μαρίας ἐν τῇ Μαρίᾳ. Ἐν γὰρ τῇ ταύτης
νηδύϊ ὁ Λόγος ἑαυτῷ τὸν οἶκον διεπλάσατο, ὃν τρόπον ἐξ ἀρχῆς
τὸν Ἀδὰμ ἐκ τῆς γῆς· μᾶλλον δὲ θειοτέρως, περὶ οὗ καὶ Σολομών
φησι, τὸν Λόγον εἰδὼς καὶ ‘σοφίανʼ χρηματίζουσαν φανερῶς·
‘Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον·ʼ ὃν καὶ ὁ ἀπόστολος <note type="marginal">Prov. ix. 1.</note>
ἑρμηνεύων λέγει, ‘οὗ οἶκός ἐσμεν ἡμεῖς·᾿  καὶ ἀλλαχοῦ δὲ ‘ναὸνʼ <note type="marginal">Heb. iii. 6; 1 Cor. iii. 16.</note>
προσαγορεύει, καθότι πρέπον Θεῷ ἐν ναῷ κατοικεῖν, σὗ καὶ εἰκόνα
τὴν ἐκ λίθων τοῖς παλαιοῖς κτίζειν διὰ Σολομῶντος προσέταξεν·
ὅθεν τῆς ἀληθείας φανείσης, πέπαυται ἡ εἰκών. Βουληθεῖσι γὰρ
τοῖς ἀγνώμοσι τὴν εἰκόνα δεῖξαι ἀλήθειαν, τὴν δὲ ἀληθῆ οἴκησιν,
ἣν καὶ ἕνωσιν σαφῶς πιστεύομεν, καθελεῖν, οὐκ ἠπείλησεν, ἀλλʼ
εἰδὼς ὡς αὐτοὶ καθʼ ἑαυτῶν τολμῶσι, φησὶν αὐτοῖς, ‘Λύσατε <note type="marginal">John ii. 19.</note>
τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·ʼ σαφῶς
δεικνὺς ὁ ἡμέτερος Σωτὴρ, ὡς τὰ πρὸς ἀνθρώπων σπουδαζόμενα
αὐτόθεν ἔχει τὴν διάλυσιν. ‘Ἐὰν γὰρ μὴ Κύριος οἰκοδομήσῃ <note type="marginal">Ps. cxxvi. (cxxvii.) 1.</note>
οἶκον, καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες,
καὶ ἠγρύπνησαν οἱ φυλάσσοντες.᾿  Τὰ τοίνυν τῶν Ἰουδαίων <note type="marginal">Cp. i. 8.</note>
λέλυται· σκιὰ γὰρ ἦν· τὰ δὲ τῆς ἐκκλησίας ἥδρασται· ‘τεθεμελίωται <note type="marginal">Matt vii. 29; xvi. 18.</note>
γὰρ ἐπὶ τὴν πέτραν,ʼ ‘καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν
αὐτῆς.᾿  Ἐκείνων ἦν τὸ λέγειν, ‘Πῶς σὺ, ἄνθρωπος ὢν, ποιεῖς <note type="marginal">John x. 33.</note>
σεαυτὸν Θεόν;᾿  τούτων μαθητὴς ὁ Σαμοσατεὺς ὑπάρχει· ὅθεν <note type="marginal">Cp. iii. 51.</note>
εἰκότως τὰ παῤ αὐτοῦ τοῖς αὐτοῦ ἀπαγγέλλει. ‘Ἀλλʼ ἡμεῖς <note type="marginal">Eph. iv. 20-24.</note>
οὐχ οὕτως ἐμάθομεν τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσαμεν, καὶ
παῤ αὐτοῦ ἐδιδάχθημεν, ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον τὸν
φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀναλαβόντες δὲ
τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι
τῆς ἀληθείας Χριστὸς τοιγαροῦν τὸ συναμφότερον εὐσεβῶς
νοείσθω.</p></div><pb n="250"/><div type="textpart" subtype="chapter" n="35"><p>35. Εἰ δὲ καὶ τὸ σῶμα καλεῖ πολλαχοῦ ἡ γραφὴ ‘Χριστὸν,’
ὡς ὅταν λέγῃ ὁ μακάριος Πέτρος πρὸς Κορνήλιον, διδάσκων
<note type="marginal">Acts x. 38.</note> ‘Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὃν ἔχρισεν ὁ Θεὸς Πνεύματι ἁγίῳ·’
<note type="marginal">Ib. ii. 22.</note> καὶ πάλιν πρὸς Ἰουδαίους, ‘Ἰησοῦν τὸν ἀπὸ Ναξαρὲτ, ἄνδρα
ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς·’ καὶ πάλιν ὁ μακάριος
<note type="marginal">Ib. xvii. 31.</note> Παῦλος πρὸς Ἀθηναίους, ‘ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν
πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν·’ ταὐτὸν δὲ τῇ χρίσει πολλαχόσε
τὴν ἀνάδειξιν καὶ τὴν ἀποστολὴν εὑρίσκομεν· ἐξ ὧν
μανθάνειν ἔξεστι τῷ βουλομένῳ, ὡς οὐ διαφωνία τις ἐν τοῖς
ῥήμασι τῶν ἀγίων, ἀλλὰ διαφόρως τὴν πρὸς τὸν ἐκ Μαρίας
ἄνθρωπον τοῦ Θεοῦ Λόγου ἕνωσιν γενομένην ὀνομάζουσι ποτὲ
μὲν χρίσιν,’ ποτὲ δὲ ‘ἀποστολὴν,’ ἄλλοτε δὲ ‘ἀνάδειξιν. Τὸ
τοίνυν λεγόμενον ὑπὸ τοῦ μακαρίου Πέτρου ὀρθὸν, καὶ εἰλικρινῆ
τὴν θεότητα τοῦ μονογενοῦς κηρύσσει, οὐ τὴν ὑπόστασιν χωρίζον
τοῦ Θεοῦ Λόγου ἀπὸ τοῦ ἐκ Μαρίας ανθρώπου· (μὴ) γένοιτο·
<note type="marginal">John x. 30; xiv. 9.</note> πῶς γὰρ ὁ ἀκούσας πολλαχῶς τὸ ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,’
καὶ ‘ὁ ἑωρακὼς ἐμὲ. ἑώρακε τὸν Πατέρα;’) διʼ οὗ καὶ μετὰ
<note type="marginal">Ib. xx. 19.</note> τὴν ἀνάστασιν, τὸ αὐτὸ, ‘κεκλεισμένων· τῶν θυρῶν,’ εἰσερχόμενον
πρὸς πᾶσαν τῶν ἀποστόλων τὴν ξυνωρίδα, καὶ εἴ τι παρῆν ἐκ
<note type="marginal">Luke xxiv. 39.</note> τούτου δυσπειθὲς, διαλύσαντα τῷ εἰπεῖν, ‘ψηλαφήσατέ με, καὶ
βλέπετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε
ἔχοντα <gap reason="omitted"/>’ καὶ οὐκ εἶπε, ‘τόνδε,’ ἢ, ‘τὸν ἄνθρωπόν μου,
<note type="marginal">Cp. iii. 31, 33.</note> ὃν ἀνείληφα,’ ἀλλʼ ‘ἐμέ.’ Ὅθεν οὐδεμίαν συγγνώμην εὑρεῖν
δυνήσεται ὁ Σαμοσατεὺς. ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ Θεοῦ
Λόγου διελεγχθείς· καὶ ἀπʼ αὐτοῦ δὲ τοῦ Θεοῦ Λόγου, ἄρτι μὲν
<note type="marginal"><del>Qu. πληρο-φοροῦντος</del>.</note> πρὸς πάντας τὴν πεῦσιν προσάγοντος, καὶ πληροφορῶν ἀπό τε
τοῦ φαγεῖν καὶ τὴν ψηλάφησιν ἐπιτρέψαι, ἣ δὴ καὶ γεγένηται.
Πάντως γὰρ ὁ διδοὺς τὴν τροφὴν, ἢ οἱ διδόντες, ἥψαντο τῶν
χειρῶν. ‘Ἐπέδωκαν’ γὰρ, φησὶν, ‘αὐτῷ ἰχθύος ἀπτοῦ μέρος,
καὶ ἀπὸ μελισσίου κηρίου· καὶ φαγὼν ἐνώπιον αὐτῶν,’ λαβὼν
τὰ ἐπίλοιπα, ἀπέδωκεν αὐτοῖς. δοῦ τοίνυν, εἰ καὶ οὐχ ὡς ὁ
Θωμᾶς, ἀλλʼ ὅμως διʼ ἑτέρας μεθόδου, τὴν πληροφορίαν αὐτοῖς
<note type="marginal">Luke xxiv. 42, 43.</note> παρέσχε ψηλαφηθείς. Εἰ δὲ καὶ τοὺς μώλωπας ἰδεῖν θέλοις,
<note type="marginal">John xx. 27.</note> παρὰ Θωμᾶ μάθε· ‘Φέρεʼ γάρ ‘σου,’ φησὶ, ‘τὴν χεῖρα καὶ
<note type="marginal">Cp. ad Epict. 10.</note> βάλε εἰς τὴν πλευράν μου, καὶ φέρε τὸν δάκτυλόν σου, καὶ
βλέπε τὰς χεῖράς μου.’ Πλευρὰν ἰδίαν καὶ χεῖρας ὀνομάζων ὁ

<pb n="251"/>
Θεὸς Λόγος, καὶ ὅλον αὐτὸν ἄνθρωπόν τε καὶ Θεὸν ὁμοῦ, ἄρτι <note type="marginal">Cp. iii. 6, 41: c. Apollin. i. 7.</note>
μὲν τοῦ Λόγου καὶ τὴν αἴσθησιν τοῖς ἀγίοις διὰ σώματος, ὡς
ἔστι νοεῖν, παρέχοντος τῷ εἰσελθεῖν ‘τῶν θυρῶν κεκλεισμένων,’
παρευθὺ δὲ σὺν τῷ σώματι παρεστὼς, καὶ τὴν πληροφορίαν
παρέχων. Ταῦτα τοῖς πιστοῖς εἰς βεβαίωσιν, καὶ τοῖς ἀπίστοις
εἰς διόρθωσιν εἰρήσθω συμμέτρως.</p></div><div type="textpart" subtype="chapter" n="36"><p>36. Διορθούσθω τοιγαροῦν καὶ Παῦλος Σαμοσατεὺς, τῆς θείας
κατήκοος γεγενημένος φωνῆς, ‘τὸ σῶμά μου,ʼ λέγοντος, καὶ οὐχὶ <note type="marginal">Matt. xxvi. 26.</note>
‘τὸν Χριστὸν ἕτερον παῤ ἐμὲ τὸν Λόγον,ʼ ἀλλὰ ‘σὺν ἐμοὶ
αὐτὸν, καὶ ἐμὲ σὺν αὐτῷ. Τὸ γὰρ χρίσμα ἐγὼ ὁ Λόγος, τὸ <note type="marginal">Cp. i. 47.</note>
δὲ χρισθὲν ὑπʼ ἐμοῦ ὁ ἄνθρωπος· οὐ χωρὶς οὖν ἐμοῦ Χριστὸς
κληθείη ἂν, ἀλλὰ σὺν ἐμοὶ ὢν καὶ ἐμοῦ ἐν αὐτῷ.᾿  Τὸ τοίνυν
‘ἀποστολὴν᾿  τοῦ Λόγου σημαίνεσθαι, ἕνωσιν δηλοῖ τὴν πρὸς τὸν
ἐκ Μαρίας Ἰησοῦν, ὃς ἑρμηνεύεται Σωτὴρ, οὐ δι᾿  ἕτερόν τι, ἀλλʼ
ἢ διὰ τὸ τῷ Θεῷ Λόγῳ ἡνῶσθαι. Ταὐτὸ σημαίνεται τὸ ῥητὸν
τοῦτο τῷ ‘ὁ πέμψας με Πατὴρ,᾿  καὶ, ‘ἀπʼ ἐμαυτοῦ οὐκ ἐλήλυθα, <note type="marginal">John viii. 10.</note>
ἀλλʼ ὁ Πατήρ με ἀπέστειλε.᾿  Τὴν γὰρ πρὸς τὸν ἄνθρωπον <note type="marginal">Ib. 42.</note>
ἕνωσιν, σὺν γνωρισθῆναι ἀνθρώποις ἦν δυνατὸν τὴν ἀόρατον
φύσιν διὰ τῆς ὁρωμένης, ‘ἀποστολὴνʼ ὠνόμασεν. Οὐ γὰρ δὴ <note type="marginal">Cp. iii. 43, 53, 58.</note>
Θεὸς τόπους ἀμείβει, καθʼ ἡμᾶς τοὺς ἐν τόποις κρυπτομένους,
τῷ τῆς μικρότητος ἡμῶν σχήματι τῆς ὑπάρξεως τῆς ἐν σαρκὶ
ἐπιδεικνύμενος· πῶς γὰρ ὁ ‘τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν;ʼ <note type="marginal">Jer. xxiii. 24.</note>
ἀλλὰ τῆς ἐν σαρκὶ παρουσίας ἕνεκα τὴν ‘ἀποστολὴνʼ οἱ δίκαιοι
ὠνόμασαν. Εἶτα οὖν καὶ αὐτὸς ὁ Θεὸς Λόγος Χριστὸς οὖν <note type="marginal"><del>Qu. om. second οὔν</del>.</note>
ὁ ἐκ Μαρίας, Θεὸς ἄνθρωπος· οὐχ ἕτερός τις Χριστὸς, ἀλλʼ εἷς
καὶ ὁ αὐτός· οὗτος πρὸ αἰώνων ἐκ Πατρός, οὗτος ἐπʼ ἐσχάτων ἐκ
τῆς παρθένου· ἀόρατος τὸ πρὶν καὶ ταῖς ἐν οὐρανῷ δυνάμεσιν
ἁγίαις, ὁρατὸς νυνὶ διὰ τὴν πρὸς τὸν ὁρώμενον ἄνθρωπον ἕνωσιν·
ὁρώμενος δὲ, φημὶ, οὐ τῇ ἀοράτῳ θεότητι, ἀλλὰ τῇ τῆς θεότητος
ἐνεργείᾳ διὰ τοῦ ἀνθρωπίνου σώματος καὶ ὅλου ἀνθρώπου, ὃν <note type="marginal">Cp. c. Apollin. i. 14.</note>
ἀνεκαίνισε τῇ οἰκειώσει τῇ πρὸς ἑαυτόν. Αὐτῷ τὸ σέβας καὶ ἡ
προσκύνησις, ὃς ἦν πρώην, καὶ νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας.
Ἀμήν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>