<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2034.tlg005.1st1K-grc1:31-35</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2034.tlg005.1st1K-grc1:31-35</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2034.tlg005.1st1K-grc1"><div type="textpart" subtype="section" n="31"><p rend="merge">οὐκ ἀπορεῖν τού-
<lb n="20"/> των πόνος ἐστίν, ἀλλὰ φεύγειν μᾶλλον τὸν ἀνόνητον
ἐκ τῶν κενῶν δοξῶν πόνον. ἔρωτι γὰρ φιλοσοφίας
ἀληθινῆς πᾶσα ταραχώδης καὶ ἐπίπονος ἐπιθυμία ἐκ-
λύεται. κενὸς ἐκείνου φιλοσόφου λόγος ὑφ᾿ οὗ μηδὲν
πάθος ἀνθρώπου θεραπεύεται· ὥσπερ γὰρ ἰατρικῆς
<lb n="25"/> οὐδὲν ὄφελος ἣ μὴ τὰς νόσους τῶν σωμάτωνθεραπεύει,
οὕτως οὐδὲ φιλοσοφίας, εἰ μὴ τὸ τῆς ψυχῆς ἐκβάλ-
λει πάθος. ταῦτα μὲν οὖν καὶ τὰ πρὸς τούτοις ὅμοια
ὁ τῆς φύσεως παραγγέλλει νόμος.</p></div><div type="textpart" subtype="section" n="32"><p rend="merge">ὁ δὲ θεῖος ἐκβοᾷ 
ἐν καθαρῷ διανοίας τόμῳ· εἰ μὴ τὸ σῶμα οὕτω σοι
<lb n="30"/> συνηρτῆσθαι φυλάσσεις ὡς τοῖς ἐμβρύοις κυοφορου-
μένοις τὸ χορίον καὶ τῷ σίτῳ βλαστάνοντι τὴν καλά-
μην, οὐ γνώσῃ σεαυτήν. οὐδὲ γὰρ ἄλλος ὅστις μὴ

<pb n="210"/>
οὕτω δοξάζει ἔγνω ἑαυτόν. ὥσπερ οὖν τὸ χορίον
συγγενόμενον καὶ ἡ καλάμη τοῦ σίτου, τρυχωθέντα
δὲ ῥίπτεται ἑκάτερα, οὕτω καὶ τὸ συναρτώμενον τῇ
ψυχῇ παρείκῃ σῶμα οὐ μέρος ἀνθρώπου· ἀλλ᾿ ἵνα
μὲν ἐν γαστρὶ γένηται, προσυφάνθη τὸ χορίον, ἵνα <lb n="5"/>
δὲ ἐπὶ γῆς γένηται, συνεζύγη τὸ σῶμα. ὅσῳ τις τέτρα-
πται πρὸς τὸ θνητόν, τοσούτῳ τὴν ἑαυτοῦ γνώμην
ἀσύμμετρον παρασκευάζει πρὸς τὸ τῆς ἀφθαρσίας
μέγεθος· καὶ ὅσῳ τῆς τοῦ σώματος προσπαθείας ἀφί-
σταται, τοσούτῳ μέτρῳ τῷ θείῳ πελάζει. ὁ συνετὸς <lb n="10"/>
ἀνὴρ καὶ θεοφιλὴς ὅσα οἱ ἄλλοι μοχθοῦσι τοῦ σώμα-
τος ἕνεκα, τοσαῦτα ὑπὲρ τῆς ψυχῆς σπουδάσεται
πονῆσαι, οὐ τὸ μεμνῆσθαι ὧν ἤκουσεν αὔταρκες
εἶναι νομίζων, τὸ δὲ ἀνατρέχειν εἰς ἃ δεῖ δι᾿ ὧν
 ἤκουσεν μελετῶν.</p></div><div type="textpart" subtype="section" n="33"><p rend="merge">γυμνὸς δὲ ἀποσταλεὶς γυμνητεύων <lb n="15"/>
καλέσει τὸν πέμψαντα. μόνου γὰρ τοῦ μὴ τοῖς ἀλλο-
τρίοις πεφορτισμένου ἐπήκοος ὁ θεός, καὶ τῶν καθα-
ρῶν ἀπὸ τῆς φθορᾶς ὑπερκείμενος. μέγα ἡγο σοι
ἐφόδιον εἰς βίον μακάριον τὸ δεδεμένον ἐν φύσει
δῆσαι τὸν δήσαντα. ἐδέθημεν γὰρ φύσεως δεσμοῖς <lb n="20"/>
οἷς ἡμὰς περιέβαλε, κοιλίᾳ, μορίοις, λαιμῷ, τοῖς
ἄλλοις μέρεσι τοῦ σώματος καὶ ταῖς δι᾿ αὐτῶν χρή-
σεσι καὶ ἡδυπαθείαις καὶ τοῖς ὑπὲρ τούτων φόβοις.
ἐὰν οὖν τούτων τῆς γοητείας ὑπεράνω γενώμεθα καὶ
τῆς ἐπιβουλῆς φυλαξώμεθα τὴν παγίδα, ἐδήσαμεν <lb n="25"/>
τὸν δήσαντα. μήτε οὖν εἰ ἄρρην εἶ μήτε εἰ θήλεια
τὸ σῶμα πολυπραγμόνει, μηδὲ γυναῖκα ἴδῃς σαυτήν,
ὅτι μηδ᾿ ἐγω σοι ὡς τοιαύτῃ προσέσχον. φεῦγε τῆς
ψυχῆς πᾶν τὸ θηλυνόμενον, ὡς εἰ καὶ ἄρρενος εἶχες
τὸ σῶμα περικείμενον. ἐκ παρθένου γὰρ ψυχῆς καὶ <lb n="30"/>
ᾐθέου νοῦ τὰ τικτόμενα μακαριώτατα· ἐξ ἀδιαφθόρων
γὰρ τὰ ἄφθορα· ἃ δὲ τίκτει τὸ σῶμα, μιαρὸν πᾶσι

<pb n="211"/>
τοῖς θεοῖς ἐνομίσθη.</p></div><div type="textpart" subtype="section" n="34"><p rend="merge">μεγάλη οὖν παιδεία ἄρχειν τοῦ 
σώματος. πολλάκις κόπτουσί τινα μέρη ἐπὶ σωτηρίᾳ
τοῦ σώματος· σὺ δ᾿ ἐπὶ σωτηρίᾳ τῆς ψυχῆς ἕτοιμος
ἔσο τὸ ὅλον σῶμα ἀποκόπτειν. ὧν γὰρ ἕνεκα ζῆν
<lb n="5"/> ἐθέλεις, καὶ ἀποθανεῖν μὴ κατόκνει. ἡγείσθω τοί-
νυν πάσης ὁρμῆς ὁ λόγος ἐξορίζων τούς δεινοὺς δε-
σπότας καὶ ἀθέους ἀφ᾿ ἡμῶν· ὅτι καὶ χαλεπώτερον
δουλεύειν πάθεσιν ἢ τυράννοις. ἀδύνατον δ᾿ εἶναι
ἐλεύθερον τὸν ὑπὸ παθῶν κρατούμενον· ὅσα γὰρ
<lb n="10"/> πάθη ψυχῆς, τοσοῦτοι καὶ ὠμοὶ δεσπόται.</p></div><div type="textpart" subtype="section" n="35"><p rend="merge">οἰκέτας 
πειρῶ μὴ ἀδικεῖν μηδὲ ὀργιζομένη κολάσῃς· κολάζειν
δὲ μέλλουσα πεῖθε πρότερον ὅτι ἐπὶ συμφέροντι κο-
λάζεις, διδοῦσα αὐτοῖς καιρὸν ἀπολογίας. παραιτοῦ
εἰς τὴν κτῆσιν τοὺς αὐθάδεις. τὰ πολλὰ ἄσκει αὐ-
<lb n="15"/> τουργεῖν· λιτὸν γὰρ καὶ εὔπορον τὸ τῆς αὐτουργίας,
καὶ δεῖ ἑκάστῳ τῶν μερῶν πρὸς ὃ ἡ φύσις κατε-
σκεύασε χρῆσθαι τοὺς ἀνθρώπους, τῆς φύσεως ἄλλου
μὴ δεομένης. τοῖς γὰρ μὴ χρωμένοις τοῖς ἰδίοις,
καταχρωμένοις δὲ τοῖς ἄλλοις διπλοῦν τὸ φορτίον καὶ
<lb n="20"/> πρὸς τὴν δεδομένην τὰ μέρη φύσιν ἀχάριστον. ψι-
λῆς δὲ ἕνεκα ἡδονῆς μηδέποτε χρήσῃ τοῖς μερεσι
πολλῷ γὰρ κρεῖττον τεθνάναι ἢ δι᾿ ἀκρασίαν τὴν
ψυχὴν ἀμαυρῶσαι . . . . κακίαν ἐνδιορθουμένη τῆς
φύσεως . . . . οἷα δὲ οἰκέταις κοινωνοῦσα τιμῆς μ
<lb n="25"/> ταδίδου τοῖς βελτίοσιν. οὐκ ἔσθʼ ὅπως γὰρ οὖν ἄν-
θρωπον ἀδικοῦντα σέβειν θεόν· ἀλλὰ κρηπὶς εὐσε-
βείας σοι νομιζέσθω ἡ φιλανθρωπία καὶ . . . .</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>