<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1:28.152-28.154</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1:28.152-28.154</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1" n="28"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1:28" n="152"><p>ἐν δὲ τοῖς Λατίνοις ἀναγινώσκεσθαι τοῦ Πυθαγόρου τὸν ἱερὸν λόγον, οὐκ εἰς πάντας οὐδ’ ὑπὸ πάντων, ἀλλ’ ὑπὸ τῶν μετεχόντων ἑτοίμως πρὸς τὴν τῶν ἀγαθῶν διδασκαλίαν καὶ μηδὲν αἰσχρὸν ἐπιτηδευόντων. λέγειν δὲ αὐτὸν τρὶς σπένδειν τοὺς ἀνθρώπους καὶ μαντεύεσθαι τὸν Ἀπόλλωνα ἐκ τρίποδος διὰ τὸ κατὰ τὴν τριάδα πρῶτον φῆναι τὸν ἀριθμόν· Ἀφροδίτῃ δέ τι θυσιάζειν ἕκτῃ διὰ τὸ πρῶτον τοῦτον τὸν ἀριθμὸν πάσης μὲν ἀριθμοῦ φύσεως κοινωνῆσαι, κατὰ πάντα δὲ τρόπον μερίζόμενον ὅμοιον λαμβάνειν τήν τε τῶν ἀφαιρουμένων καὶ τὴν τῶν καταλειπομένων δύναμιν· Ἡρακλεῖ δὲ δεῖν θυσιάζειν ὀγδόῃ τοῦ μηνὸς ἱσταμένου σκοποῦντας τὴν ἑπτάμηνον αὐτοῦ γένεσιν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1:28" n="153"><p>λέγει δὲ καὶ εἰς ἱερὸν εἰσιέναι δεῖν (λευκὸν καὶ) καθαρὸν ἱμάτιον ἔχοντα καὶ ἐν ᾧ μὴ ἐγκεκοίμηταί τις, τὸν μὲν <pb facs="devitapythagoric00iamb_0204"/> ὕπνον τῆς ἀργίας, καὶ τὸ μέλαν καὶ τὸ ῥυπαρόν, τὴν δὲ καθαρειότητα τῆς περὶ τοὺς λογισμοὺς ὁσιότητος καὶ δικαιοσύνης μαρτυρίαν ἀποδιδοὺς. παραγγέλλει δέ, ἐν ἱερῷ ἄν τι ἀκούσιον αἷμα γένηται, ἢ χρυσῷ ἢ θαλάττῃ περιρραίνεσθαι, τῷ πρώτῳ γενομένῳ καὶ καλλίστῳ τῶν ὄντων σταθμώμενος τὴν τιμὴν τῶν ἁπάντων. λέγει δὲ καὶ μὴ τίκτειν ἐν ἱερῷ· οὐ γὰρ εἶναι ὅσιον ἐν ἱερῷ καταδεῖσθαι τὸ θεῖον τῆς ψυχῆς εἰς τὸ σῶμα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1:28" n="154"><p>παραγγέλλει δὲ ἐν ἑορτῇ μήτε κείρεσθαι μήτε ὀνυχίζεσθαι, τὴν ἡμετέραν αὔξησιν τῶν ἀγαθῶν οὐχ ἡγούμενος δεῖν τὴν τῶν θεῶν ἀπολείπειν ἀρχήν. λέγει δὲ καὶ φθεῖρα ἐν ἱερῷ μὴ κτείνειν, οὐδενὸς τῶν περιττῶν καὶ φθαρτικῶν νομίζων δεῖν μεταλαμβάνειν τὸ δαιμόνιον. κέδρῳ δὲ λέγει καὶ δάφνῃ καὶ κυπαρίττῳ καὶ δρυὶ καὶ μυρρίνῃ τοὺς θεοὺς τιμᾶν, καὶ μηδὲν τούτοις ἀποκαθαίρεσθαι τοῦ σώματος μηδὲ σχίζειν τοὺς ὀδόντας. ταύτην <pb facs="devitapythagoric00iamb_0205"/> πρώτην γονὴν τῆς ὑγρᾶς φύσεως καὶ τροφὴν τῆς πρώτης καὶ κοινοτέρας ὕλης ὑπολαμβάνων. ἑφθὸν δὲ παραγγέλλει μὴ ὀπτᾶν, τὴν πραότητα λέγων μὴ προσδεῖσθαι τῆς ὀργῆς. κατακάειν δὲ οὐκ εἴα τὰ σώματα τῶν τελευτησάντων, μάγοις ἀκολούθως, μηδενὸς τῶν θείων τὸ θνητὸν μεταλαμβάνειν ἐθελήσας.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>