<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1:27.125-27.127</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1:27.125-27.127</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1" n="27"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1:27" n="125"><p>ἄλλων δέ τινων ἐν ἰσχυρᾷ μὲν φιλίᾳ πρὸς ἀλλήλους εἶναι δοκούντων, εἰς σιωπωμένην δὲ ὑποψίαν διά τινα τῶν κολακευόντων τὸν ἕτερον ἐμπεπτωκότων [ὃς εἴρηκε πρὸς αὐτὸν] ὡς τῆς γυναικὸς ὑπὸ θατέρου διεφθαρμένης, ἀπὸ τύχης εἰσελθόντα τὸν Πυθαγόρειον εἰς χαλκεῖον, ἐπεὶ δείξας ἠκονημένην μάχαιραν ὁ νομίζων ἀδικεῖσθαι τῷ τεχνίτῃ προσέκοπτεν ὡς οὐχ ἱκανῶς ἠκονηκότι, καθυπονοήσαντα ποιεῖσθαι τὴν παρασκευὴν αὐτὸν ἐπὶ τὸν διαβεβλημένον, <q>αὕτη σοι</q> φῆσαι <q>τῶν ἄλλων ἐστὶν ἁπάντων ὀξυτέρα, πλὴν διαβολῆς</q>. καὶ τοῦτ’ εἴπαντα ποιῆσαι τὸν ἄνθρωπον ἐπιστῆσαι τὴν διάνοιαν καὶ μὴ προπετῶς εἰς τὸν φίλον, <pb facs="devitapythagoric00iamb_0184"/> ὃς ἔνδον ἦν προκεκλημένος, ἐξαμαρτεῖν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1:27" n="126"><p>ἕτερον δὲ ξένου τινὸς ἐκβεβληκότος ἐν Ἀσκληπιείῳ ζώνην χρυσίον ἔχουσαν, καὶ τῶν μὲν νόμων τὸ πεσὸν ἐπὶ τὴν γῆν κωλυόντων ἀναιρεῖσθαι, τοῦ δὲ ξένου σχετλιάζοντος, κελεῦσαι τὸ μὲν χρυσίον ἐξελεῖν, ὃ μὴ πέπτωκεν ἐπὶ τὴν γῆν, τὴν δὲ ζώνην ἐᾶν· εἶναι γὰρ ταύτην ἐπὶ τῆς γῆς. καὶ τὸ μεταφερόμενον δὲ ὑπὸ τῶν ἀγνοούντων εἰς τόπους ἑτέρους ἐν Κρότωνι γενέσθαι λέγουσιν, ὅτι θέας οὔσης καὶ γεράνων ὑπὲρ τοῦ θεάτρου φερομένων, εἰπόντος τινὸς τῶν καταπεπλευκότων πρὸς τὸν πλησίον καθήμενον, <q>ὁρᾷς τοὺς μάρτυρας;</q> ἐπακούσας τις τῶν Πυθαγορείων ἤγαγεν αὐτοὺς ἐπὶ τὸ τῶν χιλίων ἀρχεῖον, ὑπολαβών, ὅπερ ἐλέγχοντες τοὺς παῖδας ἐξεῦρον, καταπεποντικέναι τινὰς τὰς ὑπὲρ τῆς νεὼς πετομένας γεράνους μαρτυρομένους. καὶ πρὸς ἀλλήλους δέ τινες, ὡς ἔοικε, διενεχθέντες, νεωστὶ πρὸς Πυθαγόραν παραβαλόντες, ὡς ὁ νεώτερος προσελθὼν διελύετο, φάσκων οὐ δεῖν ἐφ’ ἕτερον ποιεῖσθαι τὴν ἀναφοράν, ἀλλ’ ἐν αὐτοῖς ἐπιλαθέσθαι τῆς ὀργῆς, τὰ μὲν ἄλλα αὐτῷ φῆσαι τὸν ἀκούοντα διαφερόντως ἀρέσκειν, αἰσχύνεσθαι δὲ ἐπὶ τῷ πρεσβύτερος ὢν μὴ πρότερος αὐτὸς προσελθεῖν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1:27" n="127"><p rend="indent">*** καὶ ταῦτα πρὸς ἐκεῖνον εἰπεῖν καὶ τὰ περὶ Φιντίαν καὶ Δάμωνα, <pb facs="devitapythagoric00iamb_0185"/> περί τε Πλάτωνος καὶ Ἀρχύτου, καὶ τὰ περὶ Κλεινίαν καὶ Πρῶρον. χωρὶς τοίνυν τούτων Εὐβούλου τοῦ Μεσσηνίου πλέοντος εἰς σἶκον καὶ ληφθέντος ὑπὸ Τυρρηνῶν καὶ καταχθέντος εἰς Τυρρηνίαν, Ναυσίθοος ὁ Τυρρηνός, Πυθαγόρειος ὤν, ἐπιγνοὺς αὐτὸν ὅτι τῶν Πυθαγόρου μαθητῶν ἐστιν, ἀφελόμενος τοὺς λῃστὰς μετ’ ἀσφαλείας πολλῆς εἰς τὴν Μεσσήνην αὐτὸν κατέστησε.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>