<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1:25.111-25.113</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1:25.111-25.113</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1" n="25"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1:25" n="111"><p>καὶ εἶναί τινα μέλη πρὸς τὰ ψυχῆς πάθη πεποιημένα, πρός τε ἀθυμίας καὶ δηγμούς, ἃ δὴ βοηθητικώτατα ἐπινενόητο, καὶ πάλιν αὖ ἕτερα πρός τε τὰς ὀργὰς καὶ πρὸς τοὺς θυμοὺς καὶ πρὸς πᾶσαν παραλλαγὴν τῆς τοιαύτης ψυχῆς, εἶναι δὲ καὶ πρὸς τὰς ἐπιθυμίας ἄλλο γένος μελοποιίας ἐξευρημένον· χρῆσθαι δὲ καὶ ὀρχήσεσιν. ὀργάνῳ δὲ χρῆσθαι λύρᾳ· τοὺς γὰρ αὐλοὺς ὑπελάμβανεν ὑβριστικόν τε καὶ πανηγυρικὸν καὶ οὐδαμῶς ἐλευθέριον τὸν ἦχον ἔχειν. χρῆσθαι δὲ καὶ Ὁμήρου καὶ Ἡσιόδου λέξεσιν ἐξειλεγμέναις πρὸς ἐπανόρθωσιν ψυχῆς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1:25" n="112"><p>λέγεται δὲ καὶ ἐπὶ τῶν ἔργων Πυθαγόρας μὲν σπονδειακῷ ποτὲ μέλει διὰ τοῦ αὐλητοῦ κατασβέσαι τοῦ Ταυρομενίτου μειρακίου <pb facs="devitapythagoric00iamb_0174"/> μεθύοντος τὴν λύσσαν, νύκτωρ ἐπικωμάζοντος ἐρωμένῃ παρὰ ἀντεραστοῦ πυλῶνι ἐμπιπράναι μέλλοντος. ἐξῆπτο γὰρ καὶ ἀνεζωπύρητο ὑπὸ τοῦ Φρυγίου αὐλήματος. ὃ δὴ κατέπαυσε τάχιστα ὁ Πυθαγόρας, ἐτύγχανε δὲ αὐτὸς ἀστρονομούμενος ἀωρί, καὶ τὴν εἰς τὸ σπονδειακὸν μεταβολὴν ὑπέθετο τῷ αὐλητῇ, δι’ ἧς ἀμελλητὶ κατασταλὲν κοσμίως οἴκαδε ἀπηλλάγη τὸ μειράκιον, πρὸ βραχέος μηδ’ ἐφ’ ὅσον οὖν ἀνασχόμενον μηδ’ ἁπλῶς ὑπομεῖναν νουθεσίας ἐπιβολὴν παρ’ αὐτοῦ, πρὸς δὲ καὶ ἐμπλήκτως ἀποσκορακίσαν τὴν τοῦ Πυθαγόρου συντυχίαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2023.tlg001.1st1K-grc1:25" n="113"><p>Ἐμπεδοκλῆς δὲ σπασαμένου τὸ ξίφος ἤδη νεανίου τινὸς ἐπὶ τὸν αὑτοῦ ξενοδόκον Ἄγχιτον, ἐπεὶ δικάσας δημοσίᾳ τὸν τοῦ νεανίου πατέρα ἐθανάτωσε, καὶ ἀίξαντος, ὡς εἶχε συγχύσεως καὶ θυμοῦ, ξιφήρους παῖσαι τὸν τοῦ πατρὸς καταδικαστήν, ὡσανεὶ φονέα, Ἄγχιτον, μεθαρμοσάμενος ὡς εἶχε τὴν λύραν καὶ <pb facs="devitapythagoric00iamb_0175"/> πεπαντικόν τι μέλος καὶ κατασταλτικὸν μεταχειρισάμενος εὐθὺς ἀνεκρούσατο τὸ <quote type="blockquote">νηπενθὲς ἄχολόν τε, κακῶν ἐπίληθες ἁπάντων,</quote> κατὰ τὸν ποιητήν, καὶ τόν τε ἑαυτοῦ ξενοδόκον Ἄγχιτον θανάτου ἐρρύσατο καὶ τὸν νεανίαν ἀνδροφονίας.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>